Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἰώβ

Ἰωάννης ὁ Χρυσόστομος

Η δικαίωση, η αποκατάσταση του Ιώβ και ο επίλογος

Ο Ιώβ μετανοεί και δικαιώνεται. Ο Θεός επιτιμά τους τρεις φίλους, τους οποίους συγχωρεί μέσω της μεσιτείας του Ιώβ, και ο δίκαιος αποκαθίσταται λαμβάνοντας διπλάσια ευλογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 14 από 14

οἷον ταυτὶ τὰ θηρία οἱ πολλοὶ ἀγνοοῦμεν, ἀλλ᾽ οἱ πλέοντες τὴν θάλασσαν ἴσασι καὶ ἀπαγγέλλουσι τοῖς ἀγνοοῦσιν, οἳ πρὸς τὰς ἐρημίας ἐλθόντες οὐκ ἀγνοοῦσιν. εἶτά φησιν· 40,30a 〈ἐνσιτοῦνται δὲ αὐτὸν ἔθνη〉 30b 〈καὶ μεριοῦνται αὐτὸν Φοινίκων γένη;〉 τουτέστιν· τοσοῦτος ὁ τοῦ σώματος ὄγκος ἐστίν, ὡς δυνηθῆναι ὁλοκλήρῳ ἔθνει ἀρκέσαι. οὐ γὰρ δὴ ὡς τούτου μέλλοντος γίνεσθαι ταῦτά φησιν. καὶ Φοινίκων ἐμνήσθη διὰ τὴν ἐμπορίαν. 40,32a 〈ἐπίθες δὲ ἐπ᾽ αὐτῷ χεῖρά σου〉 32b 〈μνησθεὶς πολέμου τοῦ γενομένου ἐν τῷ σώματι αὐτοῦ,〉 32c 〈καὶ μηκέτι γινέσθω.〉 πόλεμον ἐνταῦθα λέγει τὴν ταραχήν, τὴν ἀγριότητα. «μετὰ τὸ χρέμψασθαι αὐτὸ φῶς γίνεται», φησίν. τοιοῦτόν ἐστι τὸ θηρίον ἄγριον καὶ δυνατὸν καὶ ἀκατάπληκτον. εἶτα μετὰ ταῦτά φησιν· 42,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΙΩΒ ΛΕΓΕΙ ΤΩ ΚΥΡΙΩ· 42,2a 〈οἶδα, ὅτι πάντα δύνασαι,〉 2b 〈ἀδυνατεῖ δέ σοι οὐδέν.〉 42,3a 〈τίς γάρ ἐστιν ὁ κρύπτων σε βουλήν,〉 3b 〈φειδόμενος δὲ ῥημάτων καὶ σὲ οἴεται κρύπτειν;〉 εἶτά φησιν· 42,5a 〈ἕως μὲν ὠτὸς ἀκοῆς ἤκουόν σου τὸ πρότερον,〉 5b 〈νυνὶ δὲ ὀφθαλμοῖς σε ἑώρακα.〉 οὐκ ἐπειδὴ ὀφθαλμοῖς εἶδεν, ἀλλ᾽ ἐπειδὴ σαφέστερον ἤκουσεν. 42,6a 〈διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην,〉 6b 〈ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν.〉 τοιοῦτόν ἐστιν, ὃ ἔλεγεν πρὸς αὐτόν· ἄλλως με οἴει σοι κεχρηματικέναι ἢ ἵνα δίκαιος ἀναφανῇς; «

ἵνα ταῦτα», φησίν, «εἴπῃς τὰ ῥήματα, οὐχ ἵνα σε κατακρίνω.» ἀπολογία ὑπὲρ τῶν προτέρων ἁπάντων. οὐδὲ γὰρ ἀπαλλαγεὶς τοῦ πειρασμοῦ ταῦτά φησιν, ἀλλ᾽ ἔτι ἐν τοῖς δεινοῖς ὢν παλινῳδίαν ᾖσεν. «οὐδὲν ἐμαυτὸν τίθεμαι», φησίν· «ἀπολογίαν ὑπὲρ τῶν προτέρων ἐρῶ, καὶ τούτων ἀνάξιος ἤμην ἐγώ.» τί οὖν ὁ θεός; ἐπειδὴ ἑαυτὸν κατεδίκασεν, τότε ἐδικαίωσεν αὐτόν. καὶ τί φησιν; εἶπε τοῖς φίλοις αὐτοῦ, ὅτι δεῖ τὴν ἁμαρτίαν αὐτῶν λῦσαι, καὶ θεράποντα αὐτοῦ συνεχῶς καλεῖ τὸν Ἰώβ. 42,7a ΕΓΕΝΕΤΟ ΔΕ, φησίν, ΜΕΤΑ ΤΟ ΛΑΛΗΣΑΙ ΤΟΝ ΚΥΡΙΟΝ ΤΑ ΡΗΜΑΤΑ ΤΑΥΤΑ ΤΩ ΙΩΒ ΕΙΠΕΝ Ο ΚΥΡΙΟΣ ΕΛΙΦΑΖ ΤΩ ΘΑΙΜΑΝΙΤΗ· 7b 〈ἥμαρτες σὺ καὶ οἱ δύο φίλοι σου.〉 7c 〈οὐ γὰρ ἐλαλήσατε ἐναντίον μου οὐδὲν ἀληθὲς〉 7d 〈ὥσπερ ὁ θεράπων μου Ἰώβ.〉 συνεχῶς αὐτὸν καλεῖ θεράποντα αὐτοῦ δεικνύς, ὅτι τὰ πρότερα πάντα ἀνῄρηται. «ὥστε ἀληθῆ ἐλάλησεν ὁ Ἰὼβ λέγων τὰ ἑαυτοῦ κατορθώματα· ὑμεῖς δὲ αὐτὸν καταδικάσαντες οὐκ ἀληθῆ εἰρήκατε.» 42,8a 〈καὶ νῦν,〉 φησίν, 〈λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς〉 8b 〈καὶ πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ,〉 8c 〈καὶ ποιήσει καρπώσεις ὑπὲρ ὑμῶν.〉 οὐκ ἂν τοῦτο προσέταξεν, εἰ νόμος ἦν, ἀλλ᾽ αὐτὸς ἱερεὺς γίνεται ἐκείνων προσαγόντων τὰς θυσίας. προσήνεγκεν ὑπὲρ τῶν παίδων, προσφέρει ὑπὲρ τῶν φίλων. ὅρα, πῶς τὸ ἀμνησίκακον αὐτοῦ δείκνυσιν.

μάρτυρας αὐτοὺς ποιεῖ γενέσθαι τῆς ἀρετῆς τοῦ ἀνδρὸς καὶ δείκνυσι τῆς ἁμαρτίας τὸ μέγεθος καὶ διὰ τῆς ὑπερβολῆς τῆς κατὰ τὴν προσφοράν. οὐ γὰρ ἂν τοσούτων ἐδέησεν ἱερείων, εἰ μὴ μεγάλων ὄντων τῶν ὀφειλόντων λυθῆναι ἁμαρτημάτων. καὶ δείκνυσιν, ὅτι οὐδὲ ἡ θυσία ἱκανὴ ἦν· «εἰ μὴ γάρ», φησίν, «δι᾽ αὐτὸν οὐκ ἂν εἴασα τὴν ἁμαρτίαν ὑμῖν.» διὰ τούτου δείκνυσιν, ὅτι καὶ αὐτοὺς ἔλυσεν. 42,8f 〈ἀπώλεσα,〉 φησίν, 〈ἂν ὑμᾶς εἰ μὴ δι᾽ αὐτόν.〉 8g 〈οὐ γὰρ ἐλαλήσατε κατὰ τοῦ θεράποντός μου Ἰὼβ οὐδὲν ἀληθές.〉 ὅρα, ὅτι καίτοι ζήλῳ λέγοντες ἠλέγχοντο μηδὲν ἀληθὲς εἰπόντες, μᾶλλον δὲ οὐκ ἔλεγον ζήλῳ τῷ κατὰ θεόν· ἦ γὰρ ἂν συνεγνώσθησαν. ὥστε δικαίως αὐτοῖς ὁ Ἰὼβ ἐγκαλεῖ. ἐκ τούτου μανθάνομεν, ὅτι ὁ κατηγορῶν τῶν δικαίων οὐ μικρὰν ἁμαρτίαν τίνει. 42,11a 〈ἤκουσαν δέ,〉 φησίν, 〈πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ〉 11b 〈πάντα τὰ συμβεβηκότα αὐτῷ〉 11c 〈καὶ ἦλθον πρὸς αὐτὸν〉 11d 〈καὶ πάντες ὅσοι ᾔδεισαν αὐτὸν πρὸ τούτου.〉 11e 〈φαγόντες δὲ καὶ πιόντες παρ᾽ αὐτῷ παρεκάλεσαν αὐτὸν〉 11f 〈καὶ ἐθαύμασαν ἐπὶ πᾶσι τοῖς κακοῖς, οἷς ἐπήγαγεν αὐτῷ ὁ κύριος.〉 11g 〈καὶ ἔδωκαν αὐτῷ ἕκαστος ἀμνάδα μίαν καὶ τετράδραχμον χρυσοῦν ἄσημον.〉 τεκμήριον καὶ σημεῖον τῆς μεταβολῆς. τὸν γὰρ ὑπὸ τοῦ θεοῦ τιμηθέντα καθάπερ ὑπὸ βασιλέως τιμᾶν εἰώθασιν ἄνθρωποι.

καὶ πάντα αὐτῷ μετεβέβλητο καὶ διπλᾶ ἦν· 42,13 〈γεννῶνται δὲ αὐτῷ,〉 φησίν, 〈υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς.〉 εἶτα καὶ τὰ ὀνόματα αὐτῶν, 〈ἃ〉 τάχα ἀπὸ τῶν συμβάντων ἐπέθηκεν Ἡμέραν, Κασσίαν καὶ Ἀμαλθίας Κέρας ὀνομάσας. εἶτα καὶ περὶ τῶν βασιλέων φησὶ καὶ ὅτι οὗτος πέμπτος ἀπὸ Ἀβραάμ. ἔτι ἐν Αἰγύπτῳ ἦσαν οἱ Ἰουδαῖοι, ἔμελλον ἀνιέναι λοιπόν, ὡς, εἴ γε ἐβούλοντο οὐ μικρὸν ηὕρισκον ἐμπύρευμα εὐσεβείας· οὐδὲ γὰρ εἰκὸς ἦν λαθεῖν. εἰ γὰρ ἔτι καὶ νῦν δείκνυται τὰ λείψανα, πολλῷ μᾶλλον τότε ἐδείχθη ἂν νεαρῶν ὄντων τῶν πραγμάτων καὶ τὸ μέγεθος τῶν συμβεβηκότων καὶ οἱ ἐν τῇ Ἀραβίᾳ πάντες ἂν ἔγνωσαν. ταῦτα μὲν ἡμεῖς ὡς ἐν συντόμῳ εἰρήκαμεν. ἔξεστι δὲ τῷ βουλομένῳ μετὰ ἀκριβείας ἐπιόντι τὰ ἐγκείμενα καὶ πλεῖόν τι εὑρεῖν τῶν παρ᾽ ἡμῶν εἰρημένων. δίδου γὰρ σοφῷ, φησίν, ἀφορμὴν καὶ σοφώτερος ἔσται. ἕκαστος τοίνυν τῶν ἀναγινωσκόντων ὥσπερ εἰς ἀρχέτυπόν τινα εἰκόνα ὁρῶν τὸν ἀθλητὴν τοῦτον τὸν γενναῖον μιμείσθω τὴν ἀνδρείαν ζηλούτω τὴν ὑπομονήν, ἵνα τὴν αὐτὴν αὐτῷ βαδίσας ὁδὸν καὶ πρὸς ἁπάσας τοῦ διαβόλου τὰς μηχανὰς γενναίως παραταξάμενος τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσι τὸν θεὸν ἐπιτυχεῖν δυνηθείη· χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ πατρὶ ἅμα τῷ ἁγίῳ πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.