πλὴν ἐκεῖνο ἔργον μέγα ἐστὶ τὸ μένον, τὸ μὴ διαλυόμενον καὶ παυόμενον, τὸ μὴ καταπῖπτον. ὁρᾷς, ἐν ὅσῳ πλούτῳ δίκαιος καὶ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; 1,3g 〈καὶ ἦν,〉 φησίν, 〈ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ᾽ ἡλίου ἀνατολῶν.〉 ἀνατολικὸν αὐτὸν καλεῖ. πάντων, φησίν, λαμπρότερος ἦν καὶ περιφανέστερος, καὶ προγόνους εἶχεν ἀριθμεῖν ἐπισήμους καὶ λαμπρούς. τί αὐτὸν οὐκ ἂν ἐπῆρεν εἰς ὑπερηφανίαν ἡ κατὰ ψυχὴν ἀρετή, ἡ ἐν πᾶσιν εὐπραγία, τὸ μόνον εἶναι τοιοῦτον καὶ πλούσιον καὶ ἐνάρετον, τὸ προγόνων εἶναι θαυμαστῶν; ἀλλὰ ταῦτα ἐπὶ μὲν τῶν ἀσεβῶν ὅταν ἐκβαίνῃ, ἄκουσον, τί φησιν ὁ προφήτης· διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος, περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν ἑαυτῶν. καὶ πάλιν αὐτὸς οὗτός φησιν· διὰ τί ἀσεβεῖς ζῶσιν, πεπαλαίωνται δὲ ἐν πλούτῳ; αὐτὸς δὲ οὐχ οὕτως ἦν. οὐκ ἄρα ἡ τοῦ πλούτου φύσις τούτων αἰτία, ἀλλ᾽ ἡ γνώμη τῶν οὐ δεόντως αὐτῷ χρωμένων. ὁρᾷς ἐνταῦθα οὐ καπηλείαν, οὐκ ἐμπορίαν ἄδικον, οὐ πραγματείαν, οὐκ ἄλλο τοιοῦτον οὐδέν, ἀλλὰ τὸν ἔννομον πλοῦτον, τὴν φυσικὴν εὐπορίαν, ἣν αὐτὸς ὁ θεὸς εἰργάζετο. οὐχ ὁρᾷς ἐνταῦθα ἵππους, οὐδὲν ἀλαζονικόν, οὐδὲν φιλότιμον, οὐδὲν μειρακιῶδες, ἀλλὰ πάντα χρήσιμα. ταῦτα καὶ ἐπὶ τοῦ 〈Ἀβραὰμ〉 ἔστιν εἰπεῖν. καὶ γὰρ καὶ ἐκείνῳ ὁ πλοῦτος ἐν τούτοις ἦν, πρὸς ἐργασίαν γῆς, πρὸς ἐπιμέλειαν τῶν ἀναγκαίων.