Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἰώβ

Ἰωάννης ὁ Χρυσόστομος

Η πρώτη δοκιμασία: Η ουράνια σύναξη και η απώλεια των αγαθών

Η πρώτη παράσταση αγγέλων και διαβόλου ενώπιον του Θεού, η πρόκληση του πονηρού και η παραχώρηση της δοκιμασίας. Περιγραφή της αιφνίδιας απώλειας των υπαρχόντων και των τέκνων, καθώς και η καρτερία του Ιώβ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 14

ἡμεῖς δὲ ἂν ἅπαξ ἢ δεύτερον ποιήσωμέν τι ἀγαθὸν ἢ εὐξώμεθα, ἀναπίπτομεν νομίζοντες τὸ πᾶν τετελεκέναι. 1,6a 〈καὶ ἐγένετο,〉 φησίν, 〈ὡς ἡ ἡμέρα αὕτη,〉 6b 〈καὶ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον αὐτοῦ,〉 6c 〈καὶ ὁ διάβολος ἦλθε μετ᾽ αὐτῶν〉 6d 〈περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ᾽ οὐρανόν.〉 〈1,7a 〈καὶ εἶπεν ὁ κύριος πρὸς τὸν διάβολον· πόθεν παραγέγονας;〉 7b 〈καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ κυρίῳ εἶπεν·〉 7c 〈περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ᾽ οὐρανὸν πάρειμι.〉〉 ἀνοίγεται λοιπὸν τὸ θέατρον, ἐπὶ τὸ στάδιον ὁ ἀθλητὴς ἕλκεται. ἵνα γὰρ μηδείς, ἅπερ ὁ διάβολος εἶπεν, ταῦτα λέγῃ· μὴ δωρεὰν σέβεταί σε Ἰώβ, οὐχὶ τὸν διάβολον μόνον, ἀλλὰ καὶ δι᾽ ἐκείνου τοὺς ἐκείνου ζηλωτὰς ἐπιστομίζει. «ναί, δίκαιος ἦν, ἀληθινός, θεοσεβής· ἀλλ᾽ οὐδὲν μέγα», φησίν, «οὐδένα πειρασμὸν ὑπέστη οὐδὲ χειμῶνα οὐδὲ ναυάγιον. τοῦτόν μοι δεῖξον ἐν πενίᾳ, τοῦτόν μοι δεῖξον ἐν συμφοραῖς. εἰ δὲ εὐθηνούμενος καὶ πλουτῶν εὐσεβὴς ἦν, τί μέγα;» καὶ μὴν τοῦτο μέγα, ἄνθρωπε, καὶ οὐχ ἧττον δόκιμος ὁ μετὰ πλούτου εὐσεβῶν τοῦ μετὰ πενίας τοῦτο ποιοῦντος. ἄκουε τοῦ προφήτου λέγοντος· ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν, καὶ πάλιν· ἐν κόπῳ ἀνθρώπων οὐκ εἰσὶ καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται· διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος.

ὁρᾷς, ὅτι καὶ τοῦτο πειρασμὸς οὐ μικρὸς ἦν τὸ πλουτεῖν καὶ ἐν εὐθηνίᾳ εἶναι καὶ μὴ μαστίζεσθαι; ὥστε, εἰ εὐγνωμονεῖς, ἤδη ἐν σταδίῳ ἐστὶν ὁ δίκαιος καὶ διὰ παντὸς ἐν ἀγῶνι, οὐχὶ πενόμενος, ἀλλὰ καὶ πλουτῶν. τὸ γὰρ πλουτεῖν οὐχὶ πρὸς εὐσέβειαν, ἀλλὰ πρὸς τοὐναντίον ἐπαίρει. πλὴν ἀλλὰ καὶ ἐξ ἑτέρου μέρους μάθε αὐτόν, ὅστις ἐστίν. καὶ ὁ διάβολος, φησίν, ἦλθε μετ᾽ αὐτῶν. τί λέγεις; μετὰ τῶν ἀγγέλων ὁ προσκεκρουκώς, ὁ ἠτιμωμένος; μὴ θορυβηθῇς, ἀγαπητέ, τοῦτο διατύπωσίς ἐστι καὶ διαγραφή. ὥσπερ γὰρ ἀλλαχοῦ φησιν ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν, ὅτι ἐξῆλθε πνεῦμα πονηρόν, καὶ ἔλεγεν· «τίς ἀπατήσει μοι τὸν Ἀχαάβ;» καὶ λέγει· «ἐγώ», καὶ λέγει· «πῶς;» καὶ πολὺ τὸ ἀνθρώπινόν ἐστιν, ὥστε πρόσωπον δοῦναι τῷ λόγῳ καὶ τὸν ἀφελέστερον προσαγάγεσθαι τῷ διηγήματι μᾶλλον. οὐ γάρ ἐστιν ἴσον εἰς τὸ πεῖσαι τὸ ἁπλῶς ἀποφαίνεσθαι καὶ τὸ τυπῶσαι λόγον καὶ διαγράψασθαι· οὕτω καὶ ἐνταῦθα. εἰ εἶπεν, ὅτι ἐπεβούλευσεν ὁ διάβολος τῷ Ἰὼβ τοῦ θεοῦ συγχωροῦντος, ἆρα τοσαύτην εἶχεν ἡδονὴν τὸ διήγημα; οὐδαμῶς, ἀλλ᾽ ἡ βραχυλογία ἐνέκοψεν ἄν. νῦν δὲ τῷ τῷ ῥήματι προσθεῖναι καὶ διάλεξιν καὶ ταῦτα εἰπεῖν, ἅπερ εἶπεν ἂν ὁ διάβολος, εἰ συνεχωρήθη, πᾶσαν ἐκκόπτει τῶν ἀναισχυντούντων τὴν πρόφασιν· ἃ γὰρ λέγει τὸν διάβολον εἰρηκέναι, πρὸς τὸν θεὸν μὲν οὐκ εἶπεν, ἐνεθυμήθη δέ.

οὐ γὰρ αὐτῷ μέτεστι λόγου καὶ παρρησίας τοσαύτης—ἦ γὰρ οἱ δαίμονες τὸν υἱὸν τοῦ θεοῦ ἰδόντες ἐβόων λέγοντες· τί ἡμῖν καὶ σοί; —· οὐδὲ γὰρ τῆς στάσεως μέτεστιν αὐτῷ τῆς μετὰ τῶν ἀγγέλων. ἦλθον, φησίν, οἱ ἄγγελοι, καὶ ὁ διάβολος ἦλθε μετ᾽ αὐτῶν περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ᾽ οὐρανόν. τί μανθάνομεν ἀπὸ τούτου; ὅτι καὶ δαιμόνων καὶ ἀγγέλων ἡ οἰκουμένη πεπλήρωται, καὶ ὅτι ἑκάτεροι ὑπὸ τὴν ἐξουσίαν εἰσὶ τοῦ θεοῦ, καὶ ὅτι ἄγγελοι μὲν παραγίνονται πρὸς τὸν θεὸν ἐπιτάγματα δεχόμενοι, ὁ διάβολος δὲ οὐδὲν δύναται ποιῆσαι τῶν καθ᾽ ἡδονὴν αὐτῷ μὴ τὴν συγχώρησιν ἄνωθεν λαβών. εἰ γὰρ καὶ ἀφηνίασε καὶ ἔξω τοῦ θεραπεύειν ἐστὶ τὸν θεόν, ἀλλ᾽ ὅμως ὁ φόβος ἔγκειται καθάπερ χαλινὸς καὶ οὐ συγχωρεῖ τῇ ἐξουσίᾳ χρήσασθαι τῇ ἑαυτοῦ. ἀλλ᾽ ὅρα, ἐκεῖνοι μὲν παραγίνονται καθάπερ οἰκέται ἀναφέροντες τὰ πραττόμενα, καθάπερ καὶ ἐν τῷ Ζαχαρίᾳ ἔστιν ἰδεῖν, οὗτος δὲ οὐδὲν ἔχει εἰπεῖν. τὸ οὖν μετ᾽ αὐτῶν ἦλθεν οὐδὲν ἄλλο ἐμφαίνει, ἀλλ᾽ ἢ ὅτι καὶ αὐτὸς ὑπόκειται τῷ θεῷ, ἵνα τοῖς ὕλην εἰσάγουσι μὴ δῷ ἀφορμὴν ὁ λόγος. καὶ ὁ διάβολος, φησίν,—οὗτος δὲ οὐκέτι τοῦ θεοῦ· ἐκεῖνοι μὲν γὰρ τοῦ θεοῦ, οὗτος δὲ οὐκέτι τοῦ θεοῦ—, καὶ ὁ διάβολος ἦλθε μετ᾽ αὐτῶν, οὐχὶ παρεστάναι ἐνώπιον κυρίου καθάπερ ἐκεῖνοι, ἀλλ᾽ ἁπλῶς ἦλθεν.

ἐκεῖνοι μὲν γὰρ παρρησίαν εἶχον εἰκότως καὶ παρεστάναι ἦλθον ἐνώπιον τοῦ θεοῦ, οὗτος δὲ οὐχὶ παρεστάναι ἐνώπιον τοῦ θεοῦ. εἰ γὰρ Κάϊν ἐξεβλήθη ἀπὸ προσώπου τοῦ θεοῦ, πολλῷ μᾶλλον οὗτος. τί οὖν ἐστι τὸ ἦλθε μετ᾽ αὐτῶν; ὅτι μετ᾽ αὐτῶν ἐστιν ἐν τῷ κόσμῳ τούτῳ. καθάπερ πονηροὶ καὶ ἀγαθοί εἰσιν ἄνδρες ἀναμεμιγμένοι, οὕτω καὶ ἄγγελοι καὶ δαίμονες. καί, εἰ βούλει, πιστώσομαί σε ἀπὸ τῶν γραφῶν. ἄκουε Παύλου λέγοντος· ὀφείλουσιν αἱ γυναῖκες ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους. καὶ πάλιν ὁ Χριστός· μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. καὶ πάλιν ἀλλαχοῦ περὶ τοῦ Πέτρου ἔλεγον οἱ ἀπόστολοι· ὁ ἄγγελος αὐτοῦ ἐστιν. καὶ ἐν τῇ παλαιᾷ ὁ Ἰακὼβ ἔλεγεν· ὁ ἄγγελος ὁ ῥυσάμενός με ἐκ νεότητός μου. καὶ τοῖς ἔθνεσιν ἄγγελοι ἐφεστήκασιν. ἔστησεν, γάρ φησιν, ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων αὐτοῦ. καὶ ἐν τῷ Δανιὴλ εὑρίσκομεν οὕτως εἰρημένον, ὅτι Μιχαὴλ ὁ ἄρχων ὑμῶν. καὶ ἐν τῇ παλαιᾷ πολλαχοῦ τοὺς ἀγγέλους οὐχὶ πρὸς οἰκονομίαν ἀφικνουμένους μόνον παρὰ τοῦ θεοῦ, ἀλλά τι καὶ ἐμπεπιστευμένους οἷον καθώς φησιν ὁ Παῦλος· ἀποστελλόμενοι διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. καὶ πάλιν ὁ προφήτης· ἀποστολὴν δι᾽ ἀγγέλων πονηρῶν.

διὰ τοῦτο καὶ εὐχόμενοι λέγομεν· «τὸν ἄγγελον τῆς εἰρήνης αἰτήσατε», ὡς ὄντος καὶ ἀγγέλου μάχης καὶ πολέμων—τοῦ διαβόλου λέγω. καὶ γὰρ καὶ ἐκεῖνοι ἄγγελοι λέγονται, καθώς φησιν ὁ σωτήρ· ἀπέλθετε, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. τὸ γὰρ ἄγγελος ὄνομα μέσον ἐστίν. ἐὰν δὲ μὴ προσθῇς τὸ “τοῦ θεοῦ” ἢ τὸ “τοῦ διαβόλου”, οὐδὲν οὐδέπω ἐσήμανες. διὰ τοῦτο οὐδαμοῦ ἁπλῶς εἴρηται “ἄγγελος”, ἀλλ᾽ «ἄγγελος κυρίου ἐστίν». καὶ τοῦτο σημαίνει, ὅτι τὴν οἰκονομίαν εἰσὶν ἐγκεχειρισμένοι τῆς οἰκουμένης—τοῦτο γάρ ἐστι παρεστάναι ἐνώπιον τοῦ κυρίου —, ὥσπερ ὁ Ζαχαρίας τοὺς ἵππους φησὶν ἑωρακέναι τὸ ὀξὺ καὶ ταχὺ τῶν δυνάμεων αἰνιττόμενος. περιελθών, φησίν, τὴν γῆν καὶ ἐμπεριπατήσας αὐτήν. ὁρᾷς, ὅτι ὁ οὐρανὸς οὐ βατὸς τῷ δαίμονι τούτῳ τῷ πονηρῷ; εἰ δὲ λέγοι τις· «εἶτα ὁ οὐρανὸς ἄβατος, ἡ δὲ γῆ αὐτὸν ἐδέξατο;», ναί, πρὸς τὸ σοὶ συμφέρον. εἰ γὰρ ἐχθρὸν οὕτως ἔχων νήφοντα οὐδὲ οὕτω διανίστασαι, εἰ καὶ ταύτης ἀπηλλάγης τῆς φροντίδος καὶ τῆς μερίμνης, τίνος οὐκ ἂν ᾖς ὑπνωδέστερος; μορμολύκειόν σοι τοιοῦτον ἔθηκεν, καὶ οὐ διανίστασαι; οὐχ ὁρᾷς, πῶς καὶ Παῦλος δείκνυσι τὸ κέρδος τὸ ἀπὸ τούτου λέγων· οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου. τί ποιεῖς, Παῦλε;

τὴν δύναμιν τῶν ἐναντίων διηγούμενος καταβάλλεις τὰ φρονήματα τῶν οἰκείων; «οὐχί», φησίν, «ἀλλὰ διεγείρω μᾶλλον. εἰ μὲν γὰρ μὴ εἶχον τοσαύτην ἰσχὺν ὥστε αὐτὸν καταβαλεῖν, καλῶς ἔλεγες· εἰ δὲ ἔχουσι δύναμιν μείζονα, παρὰ ῥαθυμίαν ἡ ἧττα γίνεται. ταύτην οὖν διεγείρω.» μὴ τοίνυν ἀλγήσῃς, ὅτι ἀπὸ τοῦ οὐρανοῦ πρὸς τὴν γῆν ἐρρίφη, ἀλλὰ εὐχαρίστησον τῷ θεῷ, ὅτι σοι ἀνάγκην ἔδωκε τοῦ νήφειν, ὅτι σοι παιδαγωγὸν ἐπέστησε φρικτὸν καὶ χαλεπόν. βούλει σοι δείξω τὸ κέρδος τὸ ἀπὸ τοῦ διαβόλου; ἄκουε Παύλου λέγοντος· παρέδωκα τοὺς τοιούτους τῷ σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. βούλει πάλιν καὶ ἕτερον ἀκοῦσαι; παράδοτε, φησίν, τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός. οὐχ ὁρᾷς τοὺς δημίους τοὺς τοῖς ἄρχουσιν ἑπομένους; οὕτω καὶ τούτοις ὁ Παῦλος ἐκέχρητο. τούτων δὲ οὐχ ὁ διάβολος αἴτιος τῶν ἀγαθῶν, ἀλλ᾽ ἡ τοῦ θεοῦ φιλανθρωπία τῷ πονηρῷ πρὸς τὸ δέον χρωμένη. ὁρᾷς, ὅτι οὐχὶ κατὰ ταὐτὸν πανταχοῦ πάρεστιν ὁ διάβολος, ἀλλὰ ἐκ περιόδου; περιελθών, γάρ φησιν, τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ᾽ οὐρανὸν πάρειμι. καὶ εἶπεν ὁ κύριος πρὸς τὸν διάβολον· πόθεν παραγέγονας; ὁρᾷς, ὅτι πλάσις ἐστὶ τὸ πρᾶγμα; ἐρωτᾷ αὐτὸν ὁ θεός. ἀπὸ τούτου μανθάνομεν, ὅτι ἐβούλετο αὐτὸν πειρασθῆναι. καὶ τίνος ἕνεκεν ἐρωτᾷ ὁ θεός; ἵνα αὐτῷ δῷ ἀφορμὴν πάλης καὶ μάχης.

καὶ ὅρα, πῶς αὐτὸν πρῶτον ὑπεύθυνον ποιεῖ ταῖς οἰκείαις ἀποκρίσεσιν. ἵνα μὴ λέγῃ εἰπόντος τοῦ θεοῦ· «μή τινα εἶδες κατὰ τὸν θεράποντά μου;», ὅτι «οὐκ οἶδα, οὔπω περιῆλθον τὴν γῆν πᾶσαν», πρότερον αὐτὸν ποιεῖ ὁμολογῆσαι, ὅτι πᾶσαν ἐπεσκέψατο τὴν ἀνθρωπίνην φύσιν, καὶ τότε τὴν πεῦσιν ἐπάγει. πόθεν παραγέγονας; καὶ οὐκ εἶπεν αὐτῷ ἁπλῶς· περιελθὼν τὴν γῆν, ἀλλὰ καὶ ἐμπεριπατήσας τὴν ὑπ᾽ οὐρανόν, ἵνα καὶ τὴν ἔρημον αἰνίξηται καὶ τὴν οἰκουμένην πᾶσαν καὶ εἴ τι ὑπόκειται τῷ οὐρανῷ. καὶ γὰρ μάλιστα ταῖς ἐρήμοις ἐμφιλοχωρεῖ, καθάπερ καὶ ὁ Χριστὸς εἶπεν· διέρχεται δι᾽ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν. καὶ τοῦτο τῆς τοῦ θεοῦ προνοίας ἔργον τὸ τὸ πλέον ἐκεῖ τῶν δαιμόνων ἀποικίζειν. 1,8a 〈καὶ εἶπεν αὐτῷ ὁ κύριος·〉 8b 〈προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου Ἰώβ,〉 8c 〈ὅτι οὐκ ἔστιν ὅμοιος αὐτῷ ἄνθρωπος τῶν ἐπὶ τῆς γῆς,〉 8d 〈ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής,〉 8e 〈ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος;〉 Ὅρα, πῶς ὁ ἀθλητὴς ἀνακηρύττεται τοῦτο δεύτερον παρὰ τῆς ἀδεκάστου ψήφου. σὺ δέ μοι κατανόει τοῦ διαβόλου τὴν ἄνοιαν καὶ τὴν κακίαν. θεὸς μαρτυρεῖ, ὅτι ἄμεμπτος, καὶ σὺ προσδοκᾷς περιέσεσθαι τῆς μαρτυρίας; οὐκ ἂν εἶπεν· ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, εἰ μὴ προῄδει, ὅτι καὶ τῶν πειρασμῶν συμπεσουμένων ἀχείρωτος ἔμελλεν ἔσεσθαι.

ὅρα, πῶς ποιεῖ τῶν παλαισμάτων τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν παρὰ τοῦ ἀντιδίκου λαβεῖν τὴν αἰτίαν. καὶ καθάπερ τις ἀθλητὴν ἔχων γενναῖον βούλεται μὲν συμπλακῆναι αὐτὸν τοῖς ἐναντίοις, οὐ βούλεται δὲ αὐτὸς παρασχεῖν τὴν ἀφορμήν, ἵνα μὴ δόξῃ φιλότιμός τις εἶναι, ἀλλ᾽ αὐτοὺς ἐκείνους ἐπὶ τοῦτο ἐλθεῖν καὶ προκαλέσασθαι, ἵνα καὶ τὰ τῆς νίκης λαμπρὰ γένηται καὶ τὰ τῆς ἥττης ἐκείνοις αἰσχίω, οὕτω καὶ ὁ θεὸς ποιεῖ. προσέσχες, φησίν, τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου Ἰώβ; τίνι γὰρ ἄλλῳ μάλιστα προσέχει ὁ διάβολος; πρὸς τίνα ἔχει τὴν βασκανίαν; κατὰ τοῦ θεράποντός μου, φησίν, Ἰώβ. ἀρκεῖ τοῦτο εἰς ἀρετῆς λόγον. ἄκουε αὐτοῦ καὶ ἀλλαχοῦ λέγοντος· Μωσῆς ὁ θεράπων μου τετελεύτηκεν, καὶ πάλιν ἀλλαχοῦ· τοῦ δούλου σου, φησίν, Ἰσαὰκ μνήσθητι. τοῦτο γὰρ αὐτὸν παρέκνισεν εὐθέως, ὅτι θεράπων αὐτοῦ καλεῖται. μονονουχὶ ὀνειδίζοντός ἐστι καὶ βουλομένου πρὸς τὸ ἐναντίον αὐτὸν μετάγειν· «καὶ σὺ θεράπων ἦς πρὸ τούτου, καὶ σὺ ἀσώματος, ἀλλ᾽ οὗτος σῶμα ἔχει, οὗτος ἐπὶ τῆς γῆς, σὺ δὲ ἐν οὐρανῷ.» τοῦτό ἐστιν, ὃ λέγει ὁ Παῦλος· ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά. προσέσχες, ὡς οὐκ ἔστιν ὅμοιος αὐτῷ ἐπὶ τῆς γῆς; ἐντεῦθεν μανθάνομεν, ὅτι τοῦτο μάλιστα εἰς βασκανίαν αὐτὸν ἤγαγε τὸ μηδένα εὑρεῖν ὅμοιον αὐτῷ. τί δάκνῃ; τί παροξύνῃ; πρὸς ἄνθρωπον ἡ σύγκρισις αὐτῷ.

οὐδὲν οὐδέπω περὶ τούτου εἶπεν, ὡς οὐκ ἔστιν ὅμοιος αὐτῷ, φησίν, ἐπὶ τῆς γῆς. τί ὅμοιος; κατὰ τί λέγεις; κατὰ τὸν πλοῦτον; κατὰ τὴν εὐγένειαν; κατά τι τῶν σωματικῶν πλεονεκτημάτων; οὐδαμῶς, ἀλλὰ κατὰ τὴν ἀρετὴν τῆς ψυχῆς. ἐπειδὴ γὰρ πολλάκις τὸ ὅμοιον ἐδήλου κατά τι τοιοῦτον, ἐπάγει· ἄνθρωπος, φησίν, δίκαιος, ἀληθινός, θεοσεβής. ἄνθρωπος δίκαιος· σὺ δὲ οὐκ ἄνθρωπος ὢν οὐκ ἔμεινας ἐπὶ τῆς ἀρετῆς. μηδεὶς λεγέτω· ἄνθρωπος ἦν ὁ δεῖνα. ἰδού, καὶ οὗτος ἄνθρωπος ἦν. ὁρᾷς τῆς φύσεως τὴν εὐτέλειαν; ἄνθρωπος ἦν καὶ ἠδυνήθη διατηρῆσαι τὴν ἀρετήν. ἐν πηλίνῳ σκηνώματι τοσαύτην εὐσέβειαν ἐπεδείξατο. ἀδέκαστος ἡ κρίσις, μάλιστα μὲν οὖν καὶ προηγουμένως, ἐπειδὴ παρὰ τοῦ θεοῦ λέγεται, ἔπειτα δέ, ὅτι καὶ τοῦ ἐχθροῦ παρόντος καὶ τοῦ μώμου ἀκούοντος. 1,〈9a 〈ἀπεκρίθη δέ,〉 φησίν, 〈ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ κυρίου·〉〉 9b 〈μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν θεόν;〉 τοῦτο πονηρῶν ἀνθρώπων ἐστὶν ἐγκωμίων λεγομένων μὴ ζηλοῦν τὰ λεγόμενα, ἀλλ᾽ ἐπιχειρεῖν καὶ σπουδάζειν αὐτὰ καθαιρεῖν. εἴ τινες ταῖς ἑτέρων εὐδοκιμήσεσι τήκονται, ἀκουέτωσαν, τίνος εἰσὶ μαθηταί. ἀπεκρίθη δέ, φησίν, ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ κυρίου. ὢ τῆς ἀναισχυντίας· ἐτόλμησεν ἀντιψηφίσασθαι τῷ θεῷ. τοῦτο δὲ οὐχὶ ὁ δαίμων ἐκεῖνος ποιεῖ μόνος, ἀλλὰ καὶ ἄνθρωποι πονηροί.

ἢ οὐχὶ τοιοῦτος ἐκεῖνος ἦν ὁ ἐν τῷ εὐαγγελίῳ λέγων· ᾔδειν, ὅτι σκληρὸς εἶ ἄνθρωπος θερίζων, ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων, ὅθεν οὐ διεσκόρπισας; καὶ πάλιν ἕτεροι ἔλεγον· πᾶς ποιῶν πονηρὸν καλὸν ἐνώπιον κυρίου. μὴ δωρεὰν σέβεται, φησίν, Ἰὼβ τὸν κύριον; ἐπειδὴ τῶν εἰρημένων ἐπιλαβέσθαι οὐκ ἔσχεν, τὴν γνώμην διαβάλλει· τῶν φανερῶν οὐκ ἐπιλαμβάνεται, ἀλλὰ τῶν ἀφανῶν. καὶ μὴν ἐξῆν εἰπεῖν· «πόθεν τοῦτο, ὦ μιαρέ, ὅτι διὰ τοῦτο σέβεται τὸν θεόν, διὰ τὸν πλοῦτον καὶ τὰ χρήματα;» ἀλλὰ ἐκ περιουσίας αὐτῷ βούλεται γενέσθαι τὴν νίκην καὶ οὐκ ἀμφισβητήσιμον, καὶ τοῖς ὅροις ἐμμένει τοῖς τοῦ θεοῦ. εἶπες γάρ· οὐ δωρεὰν σέβεται τὸν θεόν, καὶ τὴν αἰτίαν τέθεικας καὶ τοὺς λογισμούς, τὰ χρήματα. οὐκοῦν, ὅταν ἀναιρεθῇ τὰ χρήματα καὶ μείνῃ θεοσεβῶν, αὐτὸς σὺ ὁμολογήσεις, ὅτι δωρεὰν αὐτὸν σέβεται; πανταχοῦ γὰρ τὰς κρίσεις παρὰ τῶν ἐχθρῶν βούλεται φέρεσθαι ὁ θεός, ὥστε μηδένα αὐτοῖς καταλιπεῖν λόγον. καθάπερ ἐκεῖ ἔλεγεν· πονηρὲ δοῦλε, ἀπὸ τοῦ στόματός σου κρινῶ σε—καὶ πάλιν ἐπὶ τῶν Ἰουδαίων· δὸς ἡμῖν, φησίν, κουστωδίαν, μήποτε ἔλθωσιν οἱ μαθηταὶ αὐτοῦ καὶ κλέψωσιν αὐτόν· οὐκοῦν, ἐὰν λάβητε κουστωδίαν, οὐκ ἔξεστι λέγειν ὑμῖν, ὅτι ἔκλεψαν αὐτόν· οὕτως ἑαυτὴν ἡ πλάνη πανταχοῦ περιπείρει—, οὕτω καὶ ἐνταῦθα· «ἐὰν λάβῃς τὰ χρήματα, οὐκ ἔξεστί σοι λέγειν, ὅτι μὴ δωρεὰν αὐτὸν σέβεται;»

τί πρὸς τοὺς παρόντας νῦν οὐδὲ μετὰ μισθοῦ σεβομένους τὸν θεόν; εἰ τὸ διὰ χρήματα αὐτὸν σέβειν οὐκ ἐπαινετόν, τὸ δὲ καὶ μετὰ χρημάτων αὐτοῦ καταφρονεῖν ποῦ κείσεται; αἰσχυνέσθωσαν Ἰουδαῖοι οὐδὲ μετὰ χρημάτων τοῦτο ποιοῦντες. οὐχὶ μισθωτὸς ὁ ἄνθρωπος ἦν. τὸν θεὸν σέβει, ἐπειδὴ αὐτὸ τοῦτο καλὸν ᾔδει ὄν, νῦν δὲ οἱ πολλοὶ οὐδὲ μετὰ χρημάτων. σὺ δέ, ὦ μιαρὲ καὶ παμπόνηρε, τίνος ἕνεκεν οὐ σέβεις τὸν θεόν; 1,10a 〈οὐ σὺ περιέφραξας,〉 φησίν, 〈αὐτοῦ τὰ ἔξω, καὶ τὰ ἔσωθεν τῆς οἰκίας αὐτοῦ〉 〈10b 〈καὶ τὰ ἔξωθεν πάντων τῶν ὄντων αὐτῷ κυκλόθεν;〉〉 «σὺ περιέφραξας τὰ ἔξω καὶ τὰ ἔσωθεν τῆς οἰκίας αὐτοῦ τειχίσας αὐτόν.» εἶδες καὶ τοῦ διαβόλου τὴν γνῶσιν ἠκριβωμένην, ὅτι παρὰ θεοῦ πᾶσα ἡ ἀσφάλεια; 1,10c 〈τὰ δὲ ἔργα τῶν χειρῶν αὐτοῦ,〉 φησίν, 〈εὐλόγησας〉 10d 〈καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς.〉 ὁρᾷς τὸν πλοῦτον παρὰ τοῦ θεοῦ δεδομένον; ὁρᾷς, ὅτι οὐκ ἐξ ἀδικίας; πόσα ἔδει καμεῖν τὸν Ἰὼβ ὥστε πεῖσαι τοὺς ἀνθρώπους, ὅτι οὐκ ἐξ ἀδικίας ἦν ὁ πλοῦτος. ἰδού, ὁ διάβολος αὐτῷ τοῦτο ἐμαρτύρησε καὶ οὐκ οἶδε καὶ ἐν τούτῳ αὐτὸν ἐπαινῶν, ὅτι οὐκ ἀπὸ καπηλείας οὐδὲ καταδυναστεύων ἑτέρους τοῦτον ἔσχεν, ἀλλ᾽ ἀπὸ τῆς εὐλογίας τοῦ θεοῦ τοῦτον εἶχε καὶ τῆς ἀσφαλείας ἀπήλαυε τῆς ἄνωθεν. οὐκ ἂν δὲ ἀπήλαυσεν, εἰ μὴ ἐνάρετος ἦν, ὥστε καὶ ἐν τούτῳ λανθανόντως αὐτὸν ἐπῄνεσε καὶ ἐστεφάνωσεν.

καλῶς εἶπεν· τὰ ἔσωθεν τῆς οἰκίας αὐτοῦ καὶ τὰ ἔξωθεν πάντων τῶν ὄντων αὐτῷ κυκλόθεν. οὐκ ἔξωθεν πειρασμός, οὐκ ἔνδοθεν ταραχὴ ἦν, εἰρήνης ἀπήλαυε βαθείας· τὰ τέκνα ἐν ὁμονοίᾳ, ἐν εὐτοκίᾳ τὰ θρέμματα. οὐ πόλεμός τις ἐπῄει, οὐχ ἡ οἰκία μάχην εἶχεν, οὐκ ἐμφύλιος, οὐκ ἐξωτικὸς αὐτὸν ἐλυμήνατο πόλεμος. καὶ καλῶς εἶπε πρῶτον· τὰ ἔσωθεν τῆς οἰκίας αὐτοῦ· οὗτος γὰρ χαλεπώτερος, ὁ ἔνδον πόλεμος. ἡ οἰκία αὐτῷ εἰρηνεύετο πᾶσα, καὶ ἔσωθεν καὶ ἔξωθεν. ἄρα τοῦ θεοῦ χρεία πανταχοῦ, ὥστε καὶ ἔνδοθεν καὶ ἔξωθεν εἶναι ἐν εἰρήνῃ. οὐ παραιτεῖται οὐδὲ ἐπαισχύνεται ὁ θεὸς καὶ ταύτην τὴν φυλακὴν καὶ τοῖς ποιμνίοις ἐφεστάναι τοῖς σοῖς καὶ βουκόλια διασῴζειν, μόνον αὐτὸν ἂν φιλῇς σύ. καὶ ὅρα τὸ ἀσφαλὲς τῆς φυλακῆς· περιέφραξας κύκλῳ πάντοθεν, φησίν, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ ηὐλόγησας. ὁρᾷς, ὅτι οὐ κατὰ φύσιν ἦν τὰ βουκόλια πολλὰ καὶ τὰ θρέμματα; 1,11a 〈ἀλλ᾽ ἀπόστειλον,〉 φησίν, 〈τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει.〉 οὐκ εἶπεν· «δός μοι ἐξουσίαν», ἀλλ᾽ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει. 1,11b 〈ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.〉 ἐβούλετο μὲν καὶ ἐπεθύμει αὐτὸς λαβεῖν τὴν ἐξουσίαν, οὐκ ἐτόλμησε δ᾽ εἰπεῖν, ἀλλὰ σύ, φησίν, ἀπόστειλον τὴν χεῖρά σου.

εἶτα, ἵνα μὴ λέγῃ, ὅτι «σὺ πεφεισμένως αὐτὸν ἔπληξας ὡς οἰκεῖον θεράποντα», οὐκ ἐποίησεν, ὅπερ ᾔτησεν ὁ διάβολος, καίτοι ἐνῆν καὶ τοῦτο ποιήσαντα δικαιολογήσασθαι, ὅτι «ὅπερ ἠθέλησας, ἐποίησα· σὺ εἶπας, ἵνα ἐγὼ ἅψωμαι». ἀλλ᾽ ὅμως πλέον τι ποιεῖ. 1,12a 〈καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ·〉 12b 〈ἰδού, πάντα ὅσα ἔστιν αὐτῷ, ἐν χειρί σου δέδωκα,〉 12c 〈ἀλλ᾽ αὐτοῦ μὴ ἅψῃ.〉 «οὕτω θαρρῶ τῷ ἀθλητῇ τῷ ἐμῷ· σὺ εἶπες· ἀπόστειλον τὴν χεῖρά σου, ἐγὼ δὲ λέγω, ὅτι ἐν τῇ χειρί σου δέδωκα πάντα ὅσα ἔστιν αὐτῷ.» ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. τουτέστιν· καταράσεται, βλασφημήσει φανερῶς, οὐχ ὑποστελλόμενος—τοῦτο γάρ ἐστιν εἰς πρόσωπον—οὐδὲ λάθρᾳ, ἀλλ᾽ ἀναισχύντως. πόθεν οἶδας, ὦ μιαρέ, τοῦτο; ἀπὸ τῶν σεαυτοῦ καὶ τὰ τῶν ἄλλων στοχάζῃ; ἐπειδὴ σὺ μηδὲν παθὼν δεινὸν ἐπήρθης κατὰ τοῦ δεσπότου, ἐνόμισας τοῦτο καὶ τὸν ἐμὸν ἀθλητὴν ὑπομένειν ἐννοῶν, ὅτι «εἰ ἐγὼ ἀσώματος ὤν», φησίν, «ἐτράπην, πολλῷ μᾶλλον οὗτος ἐν σώματι ὤν»; καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ· ἰδού, πάντα ὅσα ἔστιν αὐτῷ, ἐν τῇ χειρί σου δέδωκα, ἀλλ᾽ αὐτοῦ μὴ ἅψῃ—τουτέστι τοῦ σώματος αὐτοῦ, τουτέστι τῆς ψυχῆς αὐτοῦ. ὁρᾷς, ὅτι καὶ μέτρον δίδοται πειρασμῶν; ὁρᾷς, ὅτι τῶν βοσκημάτων οὐχ ἅπτεται, ἐὰν μὴ λάβῃ ἐξουσίαν; ἰδού, φησίν, πάντα δέδωκα ἐν τῇ χειρί σου—τῇ μιαρᾷ, τῇ ἀκορέστῳ. ταῦτα ἀναγινώσκομεν καὶ οὐ θορυβούμεθα;

ὅταν ἴδῃς, ὅτι ἐκδίδωσιν ἄνθρωπον δίκαιον ὁ θεὸς τῷ διαβόλῳ, μὴ καταπέσῃς· οὐδείς ἐστι κατὰ τὸν Ἰώβ. τί λέγεις; «σὺ ἐμαρτύρησας αὐτῷ, ὅτι δίκαιος, ἀληθινός, θεοσεβής. τίς χρεία μετὰ τὴν σὴν μαρτυρίαν ἑτέρας βασάνου;» «ἵνα ἐπιστομισθῇ», φησίν, «ὁ διάβολος, ἵνα λαμπρότερος φανῇ ὁ δίκαιος, ἵνα τοῖς μετὰ ταῦτα γενομένοις καὶ ὑπομονῆς καὶ θλίψεως φάρμακα καταλείπω»—ὥστε ἀπὸ τῆς αὐτῆς ἀγάπης καὶ ἐκεῖνα ἐφθέγγετο τὰ ῥήματα ἄμεμπτος, δίκαιος, ἀληθινὸς καὶ ἰδού, φησίν, πάντα ὅσα ἔστιν αὐτῷ, ἐν τῇ χειρί σου δέδωκα—, «ἵνα μάθῃς, ὅτι οὐ κατὰ χάριν μαρτυρῶ, ἐπιτρέπω τῇ πείρᾳ τῶν πραγμάτων τὴν ἐξέτασιν· οὐδὲ ἰσοστάσιον ποιῶ τὴν πάλην, ἀλλ᾽ αὐτὸν ἐκδίδωμί σοι τὸν μαρτυρηθέντα.» καθάπερ γὰρ ἡμεῖς φιλούμενοι παρά τινος βουλόμεθα πᾶσι κατάδηλον τοῦτο γενέσθαι, οὕτω καὶ ὁ θεὸς τὸν ἐρώμενον τὸν ἑαυτοῦ οὐκ ἀπὸ τῆς αὑτοῦ μαρτυρίας μόνον ἠθέλησεν εἶναι θαυμαστόν, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν πραγμάτων πείρας. τῇ γὰρ πείρᾳ τῶν πραγμάτων οὐδεὶς ἀντιλέγει, τῷ δὲ θεῷ πολλοί. ὁρᾷς καὶ χαλινούμενον τὸν διάβολον; ὁρᾷς τηροῦντα τοὺς ὅρους τοῦ θεοῦ; ὁρᾷς οὐχ ὑπερβαίνοντα τὰ προστάγματα;

ἀλλ᾽ οὐχ ὑπερβαίνει τὰ προστάγματα, ὅταν ἀνάγκη αὐτὸν κατέχῃ καὶ φόβος βιάζηται, ἵνα εἰδῇς, ὅτι, εἰ ἠδύνατο κολάσαι, ἐξ ἀρχῆς ἤθελεν, ἵνα εἰδῇς, ὅτι οὐχ ἁπλῶς αὐτῷ τοὺς ὅρους τίθησιν. 1,12d 〈καὶ ἐξῆλθεν,〉 φησίν, 〈ὁ διάβολος ἀπὸ προσώπου κυρίου.〉 ἔξω γάρ ἐστι τοῦ θεοῦ τοὺς δικαίους ὑποσκελίσαι βουλόμενος. 1,13a 〈καὶ ἐγένετο ὡς ἡ ἡμέρα αὕτη,〉 13b 〈καὶ οἱ υἱοὶ τοῦ Ἰὼβ καὶ αἱ θυγατέρες αὐτοῦ〉 13c 〈ἤσθιον καὶ ἔπινον ἐν τῇ οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου.〉 1,14a 〈καὶ ἰδού, ἄγγελος ἦλθε πρὸς Ἰὼβ καὶ εἶπεν αὐτῷ〉· 14b 〈τὰ ζεύγη τῶν βοῶν ἠροτρία〉 14c 〈καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν.〉 1,15a 〈καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτὰς〉 15b 〈καὶ τοὺς παῖδας ἐπάταξαν ἐν στόματι μαχαίρας,〉 15c 〈καὶ ἐσώθην ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀναγγεῖλαί σοι.〉 καὶ ἰδού, φησίν, ἄγγελος ἦλθεν. εἶδες, πόση ταχυτὴς τῆς πληγῆς; καὶ ὅρα, πῶς ἐλεεινὸν γίνεται τὸ πτῶμα καὶ καινὴ καὶ ξένη ἡ συμφορά. καὶ ὁ ἀεὶ ἐν ἀσφαλείᾳ καὶ ἐν ἀσφαλείᾳ τοσαύτῃ, ὅσην εἰκὸς ἔχειν τὸν τῆς θεοῦ προνοίας ἀπολαύοντα, ὅρα πῶς ἤκουσε τοῦτο, ὁ μηδέποτε πεῖραν λαβὼν τοιούτου τινός, ἀλλ᾽ ἐκ πρώτης ἡλικίας γαληνοῦ τοῦ βίου πειραθείς.

καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι τὰ μὲν ἀφῃρέθη, τὰ δὲ ὑπελείφθη, ὥστε τῶν ληφθέντων παραμυθήσασθαι τὴν ἀπώλειαν· ἀλλ᾽ οὗτος καταλιμπάνεται μόνος ὁ τὴν τραγῳδίαν ἀπαγγέλλων, καὶ χαλεπώτερον τὸ πάθος γίνεται τῷ παρεῖναι τὸν ἄνθρωπον καὶ ὁρᾶν ἐναργῶς ταύτας τὰς συμφοράς. πολὺς ὁ φόβος, ἀγαπητέ, οὐχ ὁ περὶ τῶν βοῶν μόνον, ἀλλὰ καὶ ὁ περὶ τῆς οἰκίας, εἴ γε πόλεμος γέγονεν. «πόθεν, εἰπέ, καὶ παρὰ τίνος; ποίας μάχης γενομένης;» πῶς οὐκ ἐξεπλάγη πρᾶγμα καινὸν ἀκούσας ὁ διὰ παντὸς ἐν τρυφῇ ζῶν, ᾧ οὐδέποτε τοῦτο γέγονεν οὐδὲ ἠκούσθη ποτέ; εἶτα ἀνήροτος ἡ γῆ λοιπόν, καὶ ἐν τῷ καιρῷ τῷ προσήκοντι τῶν παρόντων ἀφῄρητο πάντων. καὶ τὸ εἶδος δὲ τῆς ἀπωλείας χαλεπώτερον, μάλιστα δὲ καὶ ὅταν παρὰ καιρὸν τὸν καλοῦντα τὴν χρείαν τοῦτο γένηται. μεταξὺ τὸ ἔργον διεκόπη, ὥστε διπλῆν εἶναι τὴν ζημίαν, τό τε ἀτέλεστον τοῦ ἔργου καὶ τὴν ἀφαίρεσιν αὐτῶν. εἶτα καὶ φόνος τῇ ἀπωλείᾳ ἀναμέμικται, ὅπερ φορτικοὺς ποιεῖ τοὺς πολεμίους φαίνεσθαι.

πολλὴ ἡ ὠμότης καὶ ἡ ἀπανθρωπία, διπλῆ ἡ συμφορά, φόνος καὶ αἰχμαλωσία, καὶ ἡ σωτηρία τοῦ περιλειφθέντος προσθήκη τῶν κακῶν τῷ μηδὲ ἀγνοῆσαι τὰ δεινά. 1,16a 〈ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος πρὸς Ἰὼβ καὶ εἶπεν αὐτῷ·〉 16b 〈πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὴν γῆν καὶ κατέφαγε τὰ πρόβατα καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως.〉 16c 〈καὶ ἐσώθην ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀναγγεῖλαί σοι.〉 ὁρᾷς συνεχεῖς τὰς πληγὰς καὶ οὐ συγχωρούμενον αὐτὸν οὐδὲ ἀναπνεῦσαι μικρόν; ἐπειδὴ γὰρ τὸ κτῆμα εὐτελέστερον ἦν, τῷ τρόπῳ τῆς τιμωρίας ἐποίησεν αὐτὸ χαλεπώτερον. «μὴ νόμιζε», φησίν, «ἀνθρωπίνας εἶναι τὰς πληγὰς ἀκούσας αἰχμαλωτεύοντας· ἄνωθεν ἐκ τοῦ οὐρανοῦ πολεμεῖ σοι ὁ θεός.» πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. «πόθεν;» δηλονότι ἐκ τοῦ οὐρανοῦ. «πόθεν δὲ σὺ διεσώθης μόνος; τί γέγονεν;» μέχρι τῆς ἡμέρας ἐκείνης ἔμεινεν ἐπὶ τῆς ἀρετῆς. πῶς οὐ μεταβαλόμενος μεταβολὴν εἶδεν ἐπὶ τῶν πραγμάτων γενομένην; εἰ μὲν γὰρ ἦν τι μέγα ἡμαρτηκὼς ἁμάρτημα ἢ καὶ ῥάθυμος γεγενημένος, εἶχε λογίσασθαι τὴν αἰτίαν τῶν γεγενημένων τῷ πλημμελήματι. μένων δὲ ἐπὶ τῆς αὐτῆς ἀρετῆς εἰς ἀφασίαν τινὰ καὶ ἐκπληξίαν ἦλθεν. καὶ ὅρα, τί γίνεται. ὁ μὲν διάβολος ἀπὸ τῶν μικροτέρων ἄρχεται πληγῶν τὰς μείζους ὑστέρας τηρῶν ταύτῃ νομίζων αὐτὸν καταγωνίσασθαι, ἂν ταῖς ἐλάττοσι προδιαλύσας τὴν ἀφόρητον ὕστερον ἐπαγάγῃ.

γίνεται δὲ τοὐναντίον· ἐν γὰρ ταύταις καλῶς γυμνασάμενος μετὰ φιλοσοφίας τὰς λοιπὰς ἔφερεν. ὅρα πανταχοῦ τοὺς ἐφεστῶτας μετ᾽ αὐτῶν ἀπολλυμένους ὡς μηδὲ κτήσεως εἶναί τινα λοιπὸν ἐλπίδα. ὄντων μὲν γὰρ τῶν ἐπιστησομένων ἦν προσδοκία πάλιν αὐτὰ κτήσασθαι· καὶ τούτων δὲ ἀπολομένων εἰς μείζονα ἀνελπιστίαν τὰ πράγματα ἦλθεν ἄν. 1,17a 〈ἔτι τούτου λαλοῦντος ἕτερος ἄγγελος ἔρχεται πρὸς Ἰὼβ καὶ λέγει αὐτῷ·〉 17b 〈οἱ ἱππεῖς ἐποίησαν ἡμῖν ἀρχὰς τρεῖς〉 17c 〈καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ᾐχμαλώτευσαν αὐτὰς〉 17d 〈καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις·〉 17e 〈καὶ ἐσώθην ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.〉 ὥστε μὴ νομισθῆναι καὶ ταῦτα ἀπὸ θεοῦ. καὶ τῇ ποικιλίᾳ τῆς ἀπαγγελίας ἐξαίρει πρὸς μέγεθος τὴν τραγῳδίαν. οἷον εἰ ὡς εὐλαβὴς εἶπεν, ὅτι «ὁ θεὸς πλήττει, οὐκοῦν ἀνάγκη φέρειν», «ἀλλ᾽ ἰδού, καὶ ἄνθρωποι», φησίν, «πλήττουσιν, οὐχὶ θεός σοι πολεμεῖ μόνον.» ἀλλ᾽ ὅρα, πόση τοῦ διαβόλου ἡ δύναμις, πῶς ἔθνη τοσαῦτα ἐκίνησεν, εἴτε δαίμονας σχηματίσας.

σύ μοι τὴν εὐκολίαν νόησον μὴ νομίζων πῦρ εἶναι· οὐ γὰρ δύναται δημιουργεῖν, ἀλλ᾽ οὕτως ἔδοξε καὶ κατέφλεξεν ἅπαντα. 1,18a 〈ἔτι τούτου λαλοῦντος ἄλλος ἄγγελος ἔρχεται πρὸς Ἰὼβ λέγων〉· 18b 〈τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ〉 1,19a 〈ἐξαίφνης πνεῦμα μέγα ἦλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας,〉 19b 〈καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν.〉 19c 〈καὶ ἐσώθην ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.〉 ὅρα μοι καὶ ἐνταῦθα τὸν τρόπον τοῦ θανάτου, πῶς ἐλεεινός, καὶ μὴ ἀπὸ τούτου μόνον, ἀλλ᾽ ὅτι καὶ θαυμαστοὶ οἱ παῖδες ἦσαν καὶ αὐτὸ τῆς ἡλικίας τὸ ἄνθος. καθάπερ ἐπὶ τῶν θρεμμάτων καὶ τὸ πλῆθος ἦν καὶ ἡ ποιότης τῶν ἀπολομένων—καὶ γὰρ ἦν εὔτοκα καὶ πολλά—, οὕτω καὶ ἐπὶ τούτων καὶ τὸ πλῆθος καὶ ἡ ποιότης τῆς προαιρέσεως καὶ τῆς ἡλικίας τὸ ἄνθος καὶ ὁ καιρός· ἀριστώντων γὰρ αὐτῶν ἦν ἐπὶ τῆς τραπέζης ἐγκέφαλος καὶ οἶνος. πνεῦμα, φησίν, μέγα ἦλθεν ἐκ τῆς ἐρήμου. ὅρα, καὶ ἐνταῦθα ὥσπερ ἐπὶ τῶν προβάτων οὐ κοινὸς ὁ θάνατος, οὐ φυσικὴ ἡ τελευτή, οὐ κατὰ μικρόν, οὐχ οἱ λειπόμενοι τῶν παρελθόντων παρεμυθοῦντο τὴν ἀπώλειαν· πᾶσιν ἐγένετο τάφος εἷς ἡ οἰκία. ἐπικατέσεισεν αὐτοῖς τὸν ὄροφον, ὥστε μηδὲ πρὸς ταφὴν εὐδιάκριτον εἶναι λοιπὸν ἑκάστου τὸ σῶμα. τί ταύτης τῆς θέας ἐλεεινότερον;

τί ταύτης τῆς συμφορᾶς βαρύτερον; ἐσθιόντων καὶ πινόντων· ἐν αὐτῷ τῆς συμφωνίας τῷ καιρῷ, ἐν αὐτῷ τῆς εὐφροσύνης τῷ χρόνῳ. καὶ ἐσώθην, φησίν, ἐγὼ μόνος. ἐπὶ μὲν τῶν ἄλλων τὸ ἐσώθην ἐγὼ μόνος ὅπως δήποτε λόγον εἶχεν. ἐνταῦθα δὲ πλέον ποιεῖ τὸ πάθος, εἴ γε τῶν παίδων ἀπελθόντων οὗτος ἐσώθη μόνος· ὅθεν μοι δοκεῖ αὐτὸς ὁ διάβολος εἶναι ὁ ταῦτα ἀπαγγέλλων. πάλιν οὗτος ὁ τρόπος οὐ κατὰ τὸν πρότερον· 〈δύο ἄγγελοι ἦλθον ἀπαγγέλλοντες φυσικὴν τελευτήν,〉 δύο ἄγγελοι ἄνωθεν εἶναι λέγοντες τὸν θάνατον, οὐ κατὰ τὸν νόμον τὸν κοινόν. ἐκεῖ φησιν οἱ αἰχμαλωτεύσαντες καὶ οἱ ἱππεῖς, ἐνταῦθα {τὸ} πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ πνεῦμα ἐκ τῆς ἐρήμου. 1,20a 〈οὕτως ἀκούσας ὁ Ἰὼβ ἀναστὰς διέρρηξε τὰ ἱμάτια αὐτοῦ.〉 μὴ νομίσῃς ἧτταν εἶναι τὸ πρᾶγμα, ἀγαπητέ· τοῦτο μάλιστα δείκνυσι τὴν νίκην. εἰ μὲν γὰρ μηδὲν ἐποίησεν, ἔδοξεν ἂν ἀσυμπαθὴς εἶναι, νῦν δὲ ὁμοῦ καὶ φιλόσοφος καὶ πατὴρ καὶ θεοσεβής. τί γὰρ ἐβλάβη; οὐχὶ τὰ παιδία πενθεῖ οὐδὲ τὴν ἀπώλειαν τῶν θρεμμάτων, ἀλλὰ τὸν τρόπον τῆς τελευτῆς. τίνα οὐκ ἂν ἐκίνησε ταῦτα; ποῖον ἀδάμαντα; ἐπεὶ καὶ ὁ Παῦλος ὑπὸ τῶν δακρύων τοῦτο ἔπαθεν· τί ποιεῖτε, λέγων, κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἀλλὰ διὰ τοῦτο θαυμαστὸς ἦν, ὡσπεροῦν καὶ οὗτος διὰ τοῦτο θαυμαστός, ὅτι τοῦ πάθους ταῦτα ἀναγκάζοντος ποιεῖν καὶ πάσχειν οὐδὲν ἐπαχθὲς ἐφθέγξατο.

ἀναστάς, φησίν, διέρρηξε τὰ ἱμάτια αὐτοῦ. ἐπεὶ καὶ Μωυσῆς διέρρηξε καὶ Ἰησοῦς διέρρηξε τὰ ἱμάτια αὐτοῦ, εἰ μὴ τοῦτο ἐποίησεν, εἶπεν ἄν τις, ὅτι ἀναίσθητον αὐτὸν κατεσκεύασεν ὁ θεός· ἀλλὰ συγχωρεῖ τὰ πάθη κρατῆσαι τοῦ δικαίου, ἵνα εἰδῇς, ὅτι καὶ ἀλγῶν φιλοσοφεῖ. ὁρᾷς, πῶς κακούργως ὁ διάβολος ὑστέραν ταύτην ἔδωκε τὴν πληγὴν τὴν χαλεπωτέραν; ὑπερεώρα τῶν προτέρων· οὐκ ἐκινήθη πρὸς τὴν ἀπώλειαν. ἐπειδὴ ταῦτα ἤκουσεν, ἠλέγχθη τῆς φύσεως τὸ ἀσθενές, μᾶλλον δὲ τοῦ δικαίου τὸ φιλόσοφον. καθάπερ τις ἀθλητὴς ἐτίμησε τὰ παιδία. τούτοις τιμᾷ καὶ τὸν θεόν· καὶ πεσὼν ἐπὶ τὴν γῆν προσεκύνησεν. ἵνα γὰρ μὴ νομίσῃς τὸ διαρρῆξαι τὰ ἱμάτια βλασφημοῦντος εἶναι καὶ δυσχεραίνοντος τοῖς γενομένοις, ἄκουσον, τί φησιν (καὶ αὐτοῦ τοῦ ἱματίου παραχωρεῖ τῷ διαβόλῳ λοιπόν)· 1,20b 〈καὶ ἐκείρατο,〉 φησίν, 〈τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ〉 20c 〈καὶ πεσὼν χαμαὶ προσεκύνησε τῷ κυρίῳ καὶ εἶπεν·〉 1,21a 〈αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου,〉 21b 〈γυμνὸς καὶ ἀπελεύσομαι〉. καὶ καλῶς εἶπεν· γυμνὸς γὰρ εἰς τὸν ἀγῶνα καθίησι λοιπόν. καὶ πεσὼν χαμαὶ προσεκύνησε καὶ εἶπεν· αὐτὸς γυμνὸς ἐξῆλθον. ὁρᾷς, πῶς οὐ περιτρέπει τῆς συμφορᾶς τὸ μέγεθος τὸν θεοσεβῆ; καὶ εἶπεν, φησίν, αὐτὸς γυμνὸς ἐξῆλθον. εἶδες, τῷ διαβόλῳ πληγὰς οἵας δίδωσι καὶ πῶς αὐτὸν ἐξέτεινε χαμαί; ἔπεσεν ἐπὶ τὴν γῆν κἀκεῖνον κατέβαλεν.

ἔδειξε τὸ πάθος, ἔδειξε τὴν εὐλάβειαν. οὐκ ἐνῆν ἄνθρωπον ὄντα μὴ ἀλγῆσαι τοῖς γενομένοις, ὥσπερ οὐδὲ ἐνῆν Ἰὼβ ὄντα δυσχεραίνειν. κἀκεῖ μὲν τὴν φύσιν ἐπεδείξατο, ἐνταῦθα δὲ τὴν προθυμίαν. οὕτω που καὶ οἱ ἀθληταὶ ποιοῦσιν· πρὶν ἢ εἰς τὰ παλαίσματα καὶ τοὺς ἀγῶνας καθεῖναι προσκυνοῦσι τοὺς ἀγωνοθετοῦντας καὶ μετὰ τὸ νικῆσαι πάλιν, ὡσπεροῦν καὶ οὗτος πεσὼν προσεκύνησεν. καὶ ὅρα, τί ἴσχυσεν ὁ διάβολος, ὥστε διαρρῆξαι αὐτὸν τὸ ἱμάτιον μόνον. εἰ δέ τις τῶν φιλοσόφων καὶ πέρα τοῦ μέτρου ἀπαιτούντων λέγοι, ὅτι οὐδὲ ταῦτα ποιῆσαι αὐτὸν ἐχρῆν, μανθανέτω, ὅτι καὶ Παῦλος ἔκλαυσεν, ὅτι καὶ αὐτὸς ὁ Ἰησοῦς ἐδάκρυσεν. εἰδέτω, τί ποτέ ἐστι παίδων συμπάθεια. ἀλλ᾽ ἀκούσωμεν, οἷα φιλοσοφεῖ παρ᾽ αὐτὸν τῆς συμφορᾶς τὸν καιρὸν καί, ἅπερ ἄν τις αὐτῷ παρῄνεσεν, ταῦτα αὐτὸς κατεπᾴδων ὁ παθὼν καὶ λογισμοὺς κινῶν θεοσεβεῖς. εἰ μὴ ταῦτα ἐποίησεν, τίς οὐκ ἂν αὐτὸν ὡς ὠμὸν καὶ ἀσυμπαθῆ καὶ ἄγριον εἶπεν; εἶτα οὐκ ἂν ἤλγησε περὶ οὓς τοσαῦτα ἐπονεῖτο; μὴ γὰρ παῖδας ἀπώλεσεν ἁπλῶς; μαθητὰς θεοσεβείας. ὁ θάνατος ἄωρος ἦν καὶ παράδοξος. ταῦτα οὐκ ἐξετάζεις, ἄνθρωπε; τότε πρῶτον αὐτῷ ταῦτα συμβεβήκει, ὁμοῦ πάντα ἐπῆλθε καὶ οὐδὲ ἀναπνεῦσαι αὐτῷ συνεχώρησεν. ἐδήλωσεν, ὅτι θεὸς ὁ πολεμῶν ἦν. ἀλλὰ ἴδωμεν τοῦ ἀθλητοῦ τὰ ῥήματα· ἐνταῦθα μάλιστά ἐστι τὰ παλαίσματα, ἐνταῦθα τὰ ἀλείμματα.

ἴδωμεν, πῶς κατέρραξε τὸν ἐχθρὸν πρώτῃ μὲν τῇ προσκυνήσει· προσκυνήσας γὰρ λοιπὸν ἐπέτρεψε τῇ ψυχῇ μηδὲν ἀπηχὲς εἰπεῖν. ἀνεπήδησεν εὐθέως πρὸς τὸν θεὸν ὁ λογισμὸς καὶ οὐκέτι πρὸς τὰ παρόντα ἑώρα. αὐτός, φησίν, γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. ὅρα, πῶς ἑαυτὸν ἀπεχώρισεν, ὅρα, πῶς ἑαυτὸν ἀπέστησε τῆς συμπαθείας. «μὴ γὰρ ἔχω τι», φησίν, «ἴδιον;» ὅρα τὰ ἀποστολικὰ ῥήματα διὰ τῶν ἔργων πάλιν πληρούμενα· οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον τοῦτον, ἀλλ᾽ οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. ὅρα, οἷα φθέγγεται ῥήματα οὐχ ἑαυτῷ μόνῳ, ἀλλὰ καὶ ἡμῖν χρήσιμα. αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου. τουτέστιν· μικρὸν ὕστερον ἀποστήσεσθαι τούτων ἔμελλον. μὴ γὰρ ἐμὰ ταῦτα ἦν; μὴ γὰρ ἐκτησάμην ἐγώ; οὐχὶ παρακαταθήκη τὸ πρᾶγμα ἦν; οὐ μικρὸν ὕστερον ἀποστήσεσθαι τούτων ἔμελλον; μὴ γὰρ ἐμὰ ταῦτα ἦν; μὴ γὰρ ἐκτησάμην ἐγώ; ἀλλότρια ταῦτα ἦν καὶ τῷ μὴ συνεισελθεῖν μοι καὶ τῷ μὴ συναπελθεῖν. οὕτω διακεώμεθα καὶ ἡμεῖς, ἀγαπητοί· πρὸς τὰ χρήματα ἀσυμπαθεῖς ὦμεν. διὰ τοῦτο γυμνοὺς ἡμᾶς καὶ παρὰ τὴν ἀρχὴν ἔπλασεν ὁ θεὸς καὶ θνητοὺς ἐποίησεν, ἵνα κἂν οὕτω μάθωμεν, ὅτι τῶν ἐκτός ἐστι τὰ περὶ ἡμᾶς. διὰ τοῦτο καὶ ἐκεῖ οὕτως ἄπιμεν.

διὰ τοῦτο καὶ χρήματα καλεῖται τὰ χρήματα, ὅτι πρὸς χρῆσιν ἡμῖν τὴν ἐνταῦθα δέδοται. 1,21c 〈ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλετο.〉 21d 〈ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο.〉 ὁρᾷς, ὅτι τοῦτο ἐνόμισεν, ὅτι ὁ θεὸς ἀφείλετο; ἀλλ᾽ ἡμεῖς οὐ δυνάμεθα τοῦτο λέγειν. δευτέρα αὕτη παραμυθία. ἀπό τε τοῦ μὴ ἡμέτερα εἶναι τὰ ληφθέντα ἀπό τε τοῦ τὸν θεὸν λαβεῖν, εἰ καὶ ἡμέτερα ἦν, μεγίστη παραμυθία. μάλιστα γὰρ περὶ ἐκεῖνα ἀλγοῦμεν τὰ ἀφαιρεθέντα, ὅταν ἡμέτερα ᾖ. ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. τί τούτου ἴσον; οὐκέτι περιεργάζεται οὐδὲ λέγει· «τίνος ἕνεκεν δέδωκεν; τίνος ἕνεκεν πάλιν ἔλαβεν;» καὶ μὴν τοῦτο ἐπὶ πάντων γίνεται· ὃ μικρὸν ὕστερον συμβῆναι εἶχεν, τοῦτο συνέβη. οὐχ ὡς ἐπὶ ξένῳ, ἀλλ᾽ ὡς ἐπὶ εἰωθότι οὕτω διάκειται. «οὐδὲν ἡμῖν συνέβη», φησίν, «τῆς συνηθείας ἐκτός, οὐδὲν παρὰ τὴν φύσιν. τοῦτο φυσικὸν ἦν.» ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλετο. ὅρα, δι᾽ ὅσων ἑαυτῷ κατασκευάζει τὴν παραμυθίαν, πρῶτον μέν, ὅτι «οὐκ ἔστιν ἐμά», ἔπειτα, ὅτι «οὐδὲ ἔμελλεν ἔσεσθαι ἐμά· οὕτω γὰρ καὶ ἀπέρχομαι.» πρὸς τούτοις· «εἰ καὶ ἐμὰ ἦν, ὁ λαβὼν ἱκανὸς παραμυθήσασθαι· ὅταν δὲ μηδὲ ἐμὰ ᾖ καὶ ὁ λαβὼν μέγας ᾖ καὶ τὰ αὑτοῦ εἰληφώς, πῶς ἄξιον ἀλγεῖν;» ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. «εἰπέ, διὰ τί οὕτως αὐτῷ ἔδοξεν;» «οὐδὲν λέγω. διὰ τί γὰρ μὴ ἐξήταζες, ὅτε ἐλάμβανον, διὰ τί οὕτως ἔδοξεν;

ὅτε με πλούσιον ἐποίησεν, οὐκ ἐξήτασα, διὰ τί μοι ἔδωκεν, οὐδὲ νῦν ἐξετάζω, διὰ τί ἔλαβεν. μὴ γὰρ ὡς ἀξίῳ δέδωκεν; μὴ γὰρ κατορθωμάτων ἀμοιβὴν ἔλαβον; ἔδοξεν αὐτῷ καὶ ἔδωκεν· καὶ πάλιν ἔδοξεν αὐτῷ καὶ ἔλαβεν.» τοῦτο εὐλαβοῦς διανοίας, τῇ βουλήσει τοῦ θεοῦ τὸ πᾶν ἐπιτρέπειν, λογισμοὺς δὲ μὴ ἀπαιτεῖν μηδὲ εὐθύνας. «πόθεν οἶδας, ὅτι τῷ κυρίῳ ἔδοξεν;» «ἤκουσα», φησίν, «ὅτι πῦρ ἐκ τοῦ οὐρανοῦ ἔπεσεν· οὐκ ἦν κατὰ νόμον φύσεως τὸ πρᾶγμα. εἰ αὐτός με ἐφύλαττεν, οὐκ ἂν ταῦτα ἔπαθον· εἰ μὴ κατέλιπε τὴν φυλακήν, οὐκ ἂν ἐπεβουλεύθην.» ὁ μὲν οὖν διάβολος ἐσπούδασεν αὐτὸν ποιῆσαι ὑπὲρ τῆς ἀφαιρέσεως βλασφημῆσαι. ὁ δὲ καὶ ὑπὲρ τῆς ἀποκτήσεως ηὐχαρίστει. μὴ δὴ νομίζωμεν, ἀγαπητοί, ἴδιόν τι ἔχειν, καὶ οὐκ ἀλγήσομεν. τοῦτο καὶ περὶ τῶν παίδων ἐλογίζετο· οὐ γὰρ τῇ φύσει τῶν πραγμάτων, ἀλλὰ τῷ θεῷ τὸ πᾶν ἀνετίθει. καὶ ὅρα, ἐν πενίᾳ ἦν, οὐκ ἐξ ἀρχῆς ἀνατραφεὶς ἐν ταύτῃ ὥστε ῥᾴδιον αὐτὴν ἐνεγκεῖν, ἀλλὰ παρὰ προσδοκίαν ὁρῶν αὐτὴν προσπεσοῦσαν, ὅπερ ἐστὶ χαλεπώτερον. ἐξαίφνης ἄπαις ὁ πολύπαις γέγονεν. βέλτιον μὴ λαβεῖν ἢ οὕτω λαβεῖν, ἵνα μάθῃ, τίνος ἀπεστερήθη, ὥστε ἡ παρελθοῦσα εἰρήνη καὶ γαλήνη καὶ εὐημερία τὴν συμφορὰν χαλεπωτέραν εἰργάσατο. ἀλλ᾽ ἆρα μὴ δυσχεραίνων ταῦτα ἔλεγεν;

οὐδαμῶς. 1,21e 〈εἴη τὸ ὄνομα κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας.〉 οὐχὶ νῦν ὅτε ἔλαβε μόνον οὐδὲ ὅτε ἔδωκε μόνον, ἀλλ᾽ ἀεὶ καὶ διὰ παντός. οὐ μόνον οὐκ ἐβλασφήμησεν, ἀλλὰ καὶ ηὐλόγησεν· οὐ μόνον οὐχὶ σιγῇ τὴν συμφορὰν ἤνεγκεν, ἀλλὰ καὶ ἐδόξασεν, οὐκ εἰς τὸν παρόντα καιρόν, ἀλλὰ καὶ εἰς τὸν μέλλοντα. καίτοι τὸ μέλλον ἄδηλον, ἀλλ᾽ ὅμως δεῖ εὐχαριστεῖν, ὅπερ ἂν γένηται. καὶ τοῖς βουλομένοις βλασφημεῖν ἐμφράττει τὰ στόματα, χαλινοῖ τὴν γλῶτταν. διὰ τί μὴ ἐξ ἀρχῆς εἶπε τοῦτο καὶ ηὐλόγησεν, ἀλλὰ καὶ λογισμοὺς τέθεικε δικαίους; ἵνα καὶ τοὺς βουλομένους βλασφημεῖν ἐπιστομίσῃ. εἰ προεῖπεν· εἴη τὸ ὄνομα κυρίου εὐλογημένον, ἔδοξεν ἂν ἁπλῶς φιλοσοφεῖν. νῦν δὲ καὶ λογισμοὺς δικαίους κινεῖ καὶ τοῖς βουλομένοις αὐτοῦ κατηγορεῖν πᾶσαν πρόφασιν ἀνεῖλεν. μὴ γὰρ ἔστω Ἰὼβ ὁ ταῦτα παθών, ἀλλά τις τῶν τυχόντων· «τίνος ἕνεκεν δυσχεραίνεις; οὐχὶ τὰ τοῦ θεοῦ εἶχες;» «ναί», φησίν, «τίνος ἕνεκεν ἔδωκεν, εἰ λαμβάνειν ἔμελλεν;» «δέον σε χάριν εἰδέναι ὑπὲρ τοῦ χρόνου οὗ ἐχρήσω, † σοὶ δὲ εἰ καί τις ἔχρησεν ἀργύριον καὶ παρακατέθετ. ταῦτα λεγέτωσαν οἱ πλουτοῦντες, κἂν μὴ ὦσιν ἀφῃρημένοι αὐτά, κἂν ἐπιρρέῃ ὁ πλοῦτος· «γυμνὸς ἐξῆλθον, γυμνὸς καὶ ἀπελεύσομαι. τί συλλέγω χρήματα; τί μοι κέρδος ἀπὸ πλούτου;» φησίν, «γυμνὸς ἀπέρχομαι». οὐδὲν εἰσηνέγκαμεν, φησίν, εἰς τὸν κόσμον οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα.

ὁρᾷς, ὅσον ἐκαρπώσατο κέρδος; ὁρᾷς ζημίαν πλούτου γενομένην ὑπόθεσιν; ἀπώλεσε χρήματα καὶ εὗρεν ἀρετήν· ἐγένετο πένης καὶ μᾶλλον ἐπλούτησεν· ἀπέθετο τὸ χρυσίον καὶ μᾶλλον ἔπληξε τὸν διάβολον. 1,22a 〈ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ〉 22b 〈οὐχ ἥμαρτεν,〉 φησίν, 〈Ἰὼβ ἔναντι κυρίου οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ〉 22c 〈καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ θεῷ.〉 καθάπερ ἐπὶ τῶν εἰκόνων, ἐπειδάν τινα γράψωμεν κάτωθεν ἐν ταῖς χοινικίσιν, ὑπογράφομεν· «ὁ δεῖνα ἀνατέθεικεν», οὕτω καὶ ἐνταῦθα τὴν εἰκόνα τῆς ψυχῆς αὐτοῦ διὰ ῥημάτων γράψας ὁ γράψας τὸ βιβλίον ὥσπερ ἐν χοινικίδι κάτωθεν ὑπογράφων λέγει· ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐχ ἥμαρτεν Ἰὼβ ἔναντι κυρίου οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ. μὴ δὲ νομίσῃς, ὅτι ἐπὶ μὲν τῶν ἀνθρώπων ἐσίγησεν, ἐπὶ δὲ τοῦ θεοῦ οὐχί, ἀλλ᾽ οὐδὲ κατὰ διάνοιαν ἥμαρτεν. τί ἐστιν· οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ; πολλάκις ὑπὸ τοῦ πάθους συναρπαζόμενοι ῥῆμα ἐκφέρομεν ἄτοπον τῆς διανοίας μὴ συγκατατιθεμένης, ἀλλὰ τὴν γλῶτταν τῆς ἀθυμίας συναρπαζούσης. ἐκεῖνος δὲ οὐδὲ τοῦτο πέπονθεν, ἀλλὰ καθαρὰ μὲν ἡ διάνοια βλασφημίας ἦν, καθαρὰ δὲ ἡ γλῶττα πονηρῶν ῥημάτων. ἐν τούτοις, φησίν, πᾶσιν. καλῶς εἶπεν· πᾶσιν. μὴ γάρ, ἐπειδὴ ἐν βραχεῖ χρόνῳ ταῦτα διηγήσατο, μικρὰ ταῦτα εἶναι νομίσῃς· μακροῦ χρόνου συμφορὰς συνελὼν εἶπεν.

εἰ δὲ βούλει, ἐπεξέλθωμεν τῷ λόγῳ, καὶ ὄψει, τί ἐστι τὸ ἐν τούτοις πᾶσιν. σκόπει δέ· ἀγροὶ μὲν ἔρημοι θρεμμάτων ἀνῃρημένων, ἄκαρπος δὲ ἡ γῆ, θρήνων ἅπαντα μεστά, κωκυτοὶ κατὰ τὴν οἰκίαν. πάντα λοιπὸν εἰκῇ πάντων ἀνηρπασμένων. ποῖος πόλεμος, ποία μάχη, ποία τις αἰχμαλωσία οὕτως εἰς τὴν οἰκίαν εἰσεκώμασε τοῦ δικαίου; τί δεῖ εἰπεῖν; ὅτι πολλὰ κατ᾽ αὐτὸν συνέβη; ὅτι πάντα ἀθρόον; ὅτι τρόπῳ χαλεπῷ τιμωρίας; ὅτι παρὰ προσδοκίαν; ὅτι μηδὲν αὑτῷ συνειδότι πονηρόν; τί πρῶτον; τί δεύτερον; τὴν ἡλικίαν ἐννοῆσαι χρὴ τῶν παίδων, τὴν ἀρετὴν τῆς ψυχῆς, τὸ τῆς τιμωρίας ὠμόν. νέοι καὶ ἡβῶντες ἐν οἰκίᾳ μιᾷ ἐσθιόντων αὐτῶν καὶ πινόντων κατασεισθέντος τοῦ ὀρόφου κατεχώσθησαν. καλῶς εἶπεν· ἐν τούτοις πᾶσιν. θησαυρὸς τῶν κακῶν, πλοῦτος τραγῳδίας, ἐπάλληλοι ἀεὶ πληγαί. πολλοὶ ἐπὶ μὲν τῶν ἀνθρώπων οὐδὲν φθέγγονται, κατὰ δὲ διάνοιαν καταγινώσκουσι τοῦ θεοῦ. ἀλλ᾽ οὐχ οὕτως ὁ δίκαιος, ἀλλ᾽ ἔμενεν ἀπερίτρεπτος. καὶ οὐκ ἔδωκεν, φησίν, ἀφροσύνην τῷ θεῷ. τί ἐστι τοῦτο; ἀσαφές ἐστι τὸ εἰρημένον. ὅπερ λέγει καὶ ὁ Δαυίδ· καὶ νυκτός, φησίν, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί, τοῦτο δὴ καὶ ἐνταῦθα γέγονεν. τουτέστιν· οὐ κατέγνω τῶν γεγενημένων ἀδικίαν. οὐκ εἶπεν ἁπλῶς καὶ ὡς ἔτυχε τὰ πράγματα φέρεσθαι. οὐκ εἶπεν· «δίκαιος ἐγὼ καὶ μηδὲν ἐμαυτῷ συνειδώς· ἐκεῖνοι μὲν εὐθηνοῦντες, ἐγὼ δὲ ἐν τοσούτοις κακοῖς. διὰ τί;

τί ἠδίκησα, τί ἥμαρτον; ἆρα μέλει τῷ θεῷ τῶν πραγμάτων τῶν ἡμετέρων;» ἀλλ᾽ οὐδὲν τοιοῦτον οὐδὲ εἶπεν οὐδὲ ἐνενόησεν, οἷον πάσχουσι πολλοὶ ἑτέρους μὲν ὁρῶντες εὐημεροῦντας, ἑαυτοὺς δὲ ἐν τοῖς ἐσχάτοις δεινοῖς. οὐκ ἄρα ἀπὸ τῶν πραγμάτων γίνεται τὸ πονηρόν τι ὑποπτεύειν περὶ θεοῦ, ἐπεὶ καὶ οὗτος ὑπώπτευσεν ἄν, ἀλλ᾽ ἀπὸ διανοίας πονηρᾶς. τί γὰρ ἔχεις, ἄνθρωπε, ὃ οὐκ ἔλαβες; ἀπέθανέ σοι παῖς; λέγε· ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο. ἐπὶ πάντων τοῦτο λέγε. ἀσφαλείας ἀπήλαυες, εἶτα κινδύνοις περιέπεσες; ἱκανὸν τοῦτο τὸ ῥῆμα ἀντὶ φαρμάκου γενέσθαι. πανταχοῦ παραστῆναι ἐν πάσῃ συμφορᾷ, ἐν πάσῃ δυσπραγίᾳ, πᾶσαν ἀφελεῖν ἀθυμίαν δύναται. ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. οὕτω καὶ ἄλλος τίς φησιν· ἰδοὺ ἐγώ, ποιείτω μοι τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ, καὶ πάλιν ἕτερος· κύριος αὐτὸς τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ ποιήσει. καὶ ἐν τῷ εὐαγγελίῳ δὲ παρήγγειλεν ἡμῖν ὁ Χριστὸς λέγων· γενηθήτω τὸ θέλημά σου. 2,1a 〈ἐγένετο δέ,〉 φησίν, 〈ὡς ἡ ἡμέρα αὕτη〉, 1b 〈ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον κυρίου,〉 1c 〈καὶ ὁ διάβολος ἐν μέσῳ αὐτῶν ἦλθε〉 1d 〈παραστῆναι ἔναντι κυρίου.〉 τί καθ᾽ ἑκάστην ἡμέραν παρισταμένους αὐτοὺς εἰσάγει; ἵνα μάθωμεν, ὅτι οὐκ ἀπρονόητα τὰ παρόντα, ἀλλὰ λόγον διδόασι τῶν καθ᾽ ἑκάστην ἡμέραν γινομένων καὶ καθ᾽ ἑκάστην ἀποστέλλονταί τι οἰκονομοῦντες οἱ ἄγγελοι, εἰ καὶ ἡμεῖς οὐκ ἴσμεν.