Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἰώβ

Ἰωάννης ὁ Χρυσόστομος

Η έλευση των φίλων και ο θρήνος του Ιώβ

Η άφιξη του Ελιφάζ, του Βαλδάδ και του Σωφάρ. Η επταήμερη σιωπή τους και η έναρξη του θρήνου του Ιώβ, ο οποίος καταράται την ημέρα της γεννήσεώς του εκφράζοντας τη βαθιά του οδύνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 14

μὴ λέγωμεν “δικαίως” ἢ “ἀδίκως”.» καὶ ὅρα, πάλιν ἡ ἀνακήρυξις τοῦ ἀθλητοῦ· 2,10d 〈ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ,〉 φησίν, 10e 〈οὐχ ἥμαρτεν Ἰὼβ οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ ἔναντι κυρίου.〉 οὐκ ἔστιν εἰπεῖν, ὅτι πρὸς μὲν τὴν γυναῖκα ταῦτα ἔλεγεν, τὰ δὲ ἀπόρρητα αὐτοῦ τῆς διανοίας ἔγεμε θυμοῦ καὶ ἀποδυσπετήσεως· ἀλλ᾽ οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ ἐφθέγξατό τι. 2,11a 〈ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα τὰ ἐπελθόντα αὐτῷ〉 11b 〈παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας πόλεως πρὸς αὐτόν·〉 11c 〈Ἐλιφὰζ ὁ Θαιμανῶν βασιλεύς,〉 11d 〈Βαλδὰδ ὁ Σαυχαίων τύραννος〉 11e 〈καὶ Σωφὰρ ὁ Μιναίων βασιλεύς.〉 11f 〈καὶ παρεγένοντο ὁμοθυμαδὸν πρὸς αὐτὸν〉 11g 〈τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν.〉 ὥσπερ ὅθεν προσεδόκησε παραμυθίαν τινὰ καὶ παραίνεσιν ἀρίστην εὑρήσειν, ἐντεῦθεν εὗρεν ὄλεθρον, ἀπὸ τῆς γυναικός, οὕτως καὶ ἀπὸ τῶν φίλων. παραγίνονται μὲν ὡς παραμυθησόμενοι, τὸ δὲ ἐναντίον ποιοῦσιν. καὶ πρὸ τῶν ῥημάτων δὲ αὐτῶν ἱκανὴ μόνη ἡ ὄψις τὸν δίκαιον καταβαλεῖν. τὰ γὰρ ἡμέτερα δεινὰ μάλιστα ἐν τοῖς ἄλλων καθορῶμεν ἀκριβέστερον ἀγαθοῖς. ἐννόησον, ὅσον ἦν ἑαυτὸν ἐν τούτοις ὁρᾶν καὶ ἐκείνους τοὺς συνήθεις καὶ γνωρίμους ἐπὶ τῆς προτέρας εὐπραγίας μένοντας. οὐδὲν γὰρ ἕτερον ἀλλ᾽ ἢ τὴν ἑαυτοῦ πρότερον εὐπραγίαν ἐν τούτοις ἀνετυποῦτο ἑαυτὸν ἐννοῶν, ἐν τίσιν ἦν.

καὶ τὸ δὴ δεινὸν τὸ πανταχοῦ περιενεχθῆναι τὴν συμφοράν. εἰ γὰρ οὗτοι τοσοῦτον ἀπέχοντες ἤκουσαν, πολλῷ μᾶλλον οἱ πλησίον ὄντες. μάλιστα δὲ αὐτὸν ἐλύπει οὐ τὸ μέγεθος τῶν δεινῶν, ἀλλὰ τὸ δοκεῖν ὡς ἀσεβῆ καὶ παράνομον ταῦτα πάσχειν τὰ κακά, ὡς ἐχθρὸν τοῦ θεοῦ καὶ πολέμιον, ὡς ἐν ὑποκρίσει τὸν ἔμπροσθεν ζήσαντα χρόνον. οὐκ ἔμελεν αὐτῷ τοῦ σώματος διαφθειρομένου, ἀλλὰ τῆς δόξης καταβαλλομένης, οὐχ ὅτι φιλότιμος ὁ ἄνθρωπος ἦν οὐδὲ ὅτι πρὸς τὴν τῶν πολλῶν ἔζη δόξαν, ἀλλ᾽ ὅτι πολλοὺς ἐπὶ τούτοις σκανδαλιζομένους ἑώρα. οὕτω καὶ Μωυσῆς ὑπὲρ τῆς δόξης ἔδεισε τοῦ θεοῦ καὶ Παῦλος δὲ ὁμοίως. ἄκουε γάρ, τί φησιν ὁ Μωυσῆς· μήποτε εἴπωσιν, φησίν, ὅτι ἐξήγαγες αὐτοὺς ἐξ Αἰγύπτου ἐν πονηρίᾳ ἀπολέσαι ἐνταῦθα. τί γὰρ ἐνενόει; ὅτι εἰ οἱ πολλὰ καλὰ παρ᾽ αὐτοῦ παθόντες, οἷς πενίαν ἔλυσε καὶ χηρείαν συνδιήνεγκε καὶ ὀρφανίαν κουφοτέραν ἐποίησεν, οἷς ἐγένετο λιμὴν καὶ καταγώγιον, τοῦτον ἀκούουσι χειμαζόμενον καὶ οὐδεμιᾶς τυγχάνοντα παραμυθίας, πόσαις εἰκὸς αὐτοὺς τρικυμίαις βάλλεσθαι λογισμῶν, ὥστε τὰ τούτου δεινὰ τοὺς ἑτέρων ἐχείμαζε λογισμούς. καὶ ὅτι ταῦτα ἔστιν, ἀναμείνωμεν καὶ ἐκ τῶν ἔμπροσθεν εἰσόμεθα. καὶ παρεγένοντο, φησίν, ὁμοθυμαδὸν πρὸς αὐτὸν τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν. ἀλλ᾽ οὐχὶ τοῦτο ἐποίησαν, ἀλλὰ τοὐναντίον.

φιλικὴ μὲν ἡ παρουσία, οὐ φιλικὴ δὲ ἡ παραίνεσις καὶ ἡ συμβουλή. 2,12a 〈ἰδόντες δὲ αὐτὸν πόρρωθεν οὐκ ἐπέγνωσαν,〉 12b 〈καὶ βοήσαντες φωνῇ μεγάλῃ ἔκλαυσαν ἔκαστος〉 12c 〈ῥήξαντες τὴν ἑαυτοῦ στολὴν〉 12d 〈καὶ καταπασάμενοι γῆν ἐπὶ τῆς κεφαλῆς αὐτῶν.〉 2,13a 〈παρεκαθέζοντο αὐτῷ εἰς γῆν ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας,〉 13b 〈καὶ οὐδεὶς αὐτῶν ἐλάλησε πρὸς αὐτόν·〉 13c 〈ἑώρων γὰρ τὴν πληγὴν δεινὴν οὖσαν καὶ μεγάλην σφόδρα.〉 ταῦτα πάντα καλὰ καὶ φίλων ἄξια καὶ συμπαθούντων τεκμήρια, ἀλλὰ τὰ μετὰ ταῦτα οὐκέτι τοιαῦτα, ἀλλὰ πολλῷ τούτων ἐναντία καὶ ἀποδέοντα. καὶ ὅρα, τί γίνεται· ἵνα μὴ δόξωσιν ὡς ἐχθροὶ καὶ βλάσφημοι λέγειν τὰ μετὰ ταῦτα, προλαβόντες τοῖς γεγενημένοις ἀνεῖλον τὴν ὑποψίαν ὥστε τὸν δικάζοντα τοῖς λεγομένοις μὴ παρακρουσθῆναι τῇ τῶν ἐχθρῶν ὑποψίᾳ. καὶ οὐδεὶς αὐτῶν, φησίν, ἐλάλησε πρὸς αὐτὸν λόγον. ὅρα μεῖζον τῆς ἀπὸ τοῦ λόγου παραμυθίας τὸ δεινόν. καὶ τοῦτο συνετῶς ἐποίησαν τοῖς πράγμασιν αὐτὸν παρακαλοῦντες, τῇ προσεδρείᾳ, τῷ διαρρῆξαι τὰ ἱμάτια. 3,1a 〈καὶ μετὰ ταῦτα ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ〉 1b 〈καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ.〉 3,2 〈καὶ ἀπεκρίθη Ἰὼβ λέγων·〉 3,3a 〈ἀπόλοιτο ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην ἐν αὐτῇ,〉 3b 〈καὶ ἡ νύξ, ἐν ᾗ εἶπον· ἰδοὺ ἄρσεν.〉 ὅτι δεινὰ τὰ συμβεβηκότα, διὰ τῆς σιγῆς ἐμαρτύρουν αὐτοί. οὐκ ἂν ἐτόλμησαν παραμυθήσασθαι, εἰ μὴ πρότερος αὐτὸς ἀρχὴν ἔδωκεν.

τί δὴ τοῦτό ἐστιν· ἀπόλοιτο, φησίν, ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην ἐν αὐτῇ; τοῦτο καὶ ὁ Ἐκκλησιαστής φησιν· ἐπῄνεσα τοὺς ἀποθανόντας, τοὺς ἤδη τεθνηκότας 〈ὑπὲρ τοὺς ζῶντας〉. ἀγαθὸς ὑπὲρ τοὺς δύο τούτους, ὅστις οὔπω ἐγένετο. ταῦτα δὲ τὰ ῥήματα μὴ ἁπλῶς ἐξετάζωμεν, ἀλλ᾽ ἐκ ποίας λέγεται διανοίας ἴδωμεν, ἀθυμούσης καὶ θορυβουμένης, ἐπεὶ καὶ Δαυίδ φησιν· ἐγὼ δὲ εἶπον ἐν τῇ ἐκστάσει μου, ἀλλ᾽ ἐν τῇ ἐκστάσει εἶπεν. καὶ ἑτέρωθί φησιν· ἐγὼ δὲ εἶπον ἐν τῇ εὐθηνίᾳ μου· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. οὕτω καὶ οὗτος ἐν τῇ συμφορᾷ ταῦτα εἶπεν. οὐχ ὁρᾷς, ἀγαπητέ, τοὺς τεμνομένους βοῶντας μεγάλα; ἆρ᾽ οὖν αὐτοῖς ἐπιπλήττομεν; οὐδαμῶς, ἀλλὰ συγγινώσκομεν. εἰ μὴ ταῦτα ἐφθέγξατο, ἔδοξεν ἂν μηδὲ τῆς κοινῆς μετέχειν φύσεως. οὐκ ἀκούεις τοῦ Μωυσέως οἷά φησιν; ἀπόκτεινόν με, εἰ οὕτω μοι μέλλεις ποιεῖν. τί διαφέρει, εἰπέ μοι, τὸ εἰπεῖν ἀπόκτεινόν με τοῦ εἰπεῖν ἀπόλοιτο ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην ἐν αὐτῇ; τοῦτο καὶ Ἰερεμίας εἶπεν· ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην. μὴ τὰ ῥήματα ἴδῃς ἁπλῶς, ἀλλὰ τὴν διάνοιαν ἐξέταζε. ὅτι μὲν γὰρ οὐχ ἥμαρτεν οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ, πολλάκις ἤκουσας· ὅτι δὲ οὐδὲ μετὰ ταῦτα ἥμαρτεν, αὐτοῦ πάλιν ἀκούσῃ τοῦ θεοῦ λέγοντος· οἴει με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα δίκαιος ἀναφανῇς; οὐκ ἂν διπλάσια τῶν προτέρων ἔλαβεν, εἰ μὴ διπλασίονα ἀρετὴν ἐπεδείξατο.

τὴν οὖν ἀπόφασιν ἰδόντες τοῦ θεοῦ προσέχωμεν τοῖς λεγομένοις. κἂν μὲν εὕρωμέν τι † εἰπεῖν ἐπεὶ † εὐχαριστήσωμεν τῷ θεῷ. ἀπόλοιτο, φησίν, ἡ ἡμέρα ἐκείνη, ἐν ᾗ ἐγεννήθην ἐν αὐτῇ, καὶ ἡ νύξ, ἐν ᾗ εἶπον· ἰδοὺ ἄρσεν. τί ἐστιν ἀπόλοιτο, ἴδωμεν, καὶ ὀψόμεθα ἀθυμίας ὄντα τὰ ῥήματα, οὐχὶ πονηρίας οὐδὲ βλασφημίας τινός. οὐ γὰρ ἀπώλετο· μὴ γὰρ δυνατὸν αὐτὴν ἐπανελθεῖν πάλιν καὶ γενέσθαι ἄνωθεν, ὡς περί τινος ἀνυποστάτου διαλέγεται πράγματος. 3,4a 〈ἡ ἡμέρα,〉 φησίν, 〈ἐκείνη εἴη σκότος,〉 4b 〈καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύριος ἄνωθεν〉 4c 〈μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος·〉 3,5a 〈ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου,〉 5b 〈καὶ ἐπέλθοι ἐπ᾽ αὐτὴν γνόφος.〉 3,6a 〈καταραθείη ἡ ἡμέρα ἐκείνη καὶ ἡ νὺξ ἐκείνη,〉 6b 〈ἀπενέγκοιτο αὐτὴν σκότος.〉 6c 〈μὴ εἴη εἰς ἡμέραν ἐνιαυτοῦ〉 6d 〈μηδὲ ἀριθμηθείη εἰς ἡμέραν μηνῶν.〉 3,7a 〈καὶ ἡ νὺξ ἐκείνη εἴη ὀδυνηρά,〉 7b 〈καὶ μὴ ἔλθοι ἐν αὐτῇ εὐφροσύνη μηδὲ χαρμονή,〉 3,8a 〈ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην,〉 8b 〈ὁ μέλλων τὸ μέγα κῆτος χειροῦσθαι.〉 3,9a 〈σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης,〉 9b 〈ὑπομείναι καὶ μὴ ἔλθοι καὶ μὴ φωτίσαι〉 9c 〈μηδὲ ἴδοι ἑωσφόρον ἀνατέλλοντα,〉 3,10a 〈ὅτι οὐ συνέκλεισε πύλας γαστρὸς μητρός μου·〉 10b 〈ἀπήλλαξε γὰρ ἂν κόπον ἀπὸ ὀφθαλμῶν μου.〉 ὁρᾷς ἀθυμίας ὄντα τὰ ῥήματα;

τῆς ἡμέρας ἦν τὸ ταῦτα ἐργάσασθαι, εἰπέ μοι; 3,11a 〈διὰ τί γάρ,〉 φησίν, 〈ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα,〉 11b 〈ἐκ γαστρὸς δὲ ἐξῆλθον καὶ οὐκ εὐθέως ἀπωλόμην;〉 3,12a 〈καὶ ἵνα τί συνήντησάν μοι γόνατα;〉 12b 〈ἵνα τί δὲ ἐθήλασα μαστοὺς μητρός μου;〉 3,13a 〈νῦν ἂν κοιμηθεὶς ἡσύχασα,〉 13b 〈ὑπνώσας δὲ ἀνεπαυσάμην〉 3,14a 〈μετὰ βασιλέων καὶ βουλευτῶν γῆς,〉 14b 〈οἳ ἐγαυριῶντο ἐπὶ ξίφεσιν,〉 3,15a 〈καὶ μετὰ ἀρχόντων, ὧν πολὺς ὁ χρυσός,〉 15b 〈οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου,〉 3,16a 〈ἢ ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς〉 16b 〈ἢ ὥσπερ νήπιοι, οἳ οὐκ εἶδον φῶς.〉 τί λέγεις; οὐχὶ σὺ εἶπας· εἰ τὰ μὲν ἀγαθὰ ἐδεξάμεθα παρὰ κυρίου, τὰ δὲ κακὰ οὐχ ὑποίσομεν; τί γέγονεν; ἀθρόον μετέπεσες καὶ ἐπαρᾷ σου τὴν ἡμέραν καὶ τὴν γένεσιν αἰτιᾷ σὺ τὴν σεαυτοῦ, καὶ ταῦτα παρόντων τῶν ἀκροατῶν; σὺ δὲ οὐ θαυμάζεις, ὅτι οὐκ ἐκεῖνα ἐφθέγξατο τὰ ῥήματα, ὅτι «τίνα ἀντὶ τίνων ἀπολαμβάνω; ταῦτά μοι ἀντὶ τῆς φιλοξενίας; ταῦτα ἀντὶ τῆς πολλῆς φιλανθρωπίας;» ἀλλὰ τούτων μὲν οὐδὲν εἶπεν, ὥσπερ δὲ δικαίως ὑπομένων, ἅπερ ὑπέμενεν, καὶ κατ᾽ ἀξίαν καὶ κατὰ λόγον ηὔξατο μὴ γενέσθαι, ὅπερ καὶ περὶ τοῦ Ἰούδα ἔλεγεν ὁ Χριστός· καλὸν ἦν αὐτῷ, εἰ μὴ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος· ὅπερ οὖν καὶ οὗτός φησιν· «διὰ τί ἐγενόμην;

βέλτιον ἦν μὴ γενέσθαι.» 3,17a 〈ἐκεῖ ἀσεβεῖς ἔπαυσαν θυμὸν ὀργῆς,〉 17b 〈ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι.〉 3,18a 〈ὁμοθυμαδὸν δὲ δι᾽ αἰῶνος〉 18b 〈οὐκ ἤκουσαν φωνὴν φορολόγου.〉 3,19a 〈μικρὸς καὶ μέγας ἐκεῖ ἐστι〉 19b 〈καὶ θεράπων οὐ δεδοικὼς τὸν κύριον αὐτοῦ.〉 τί λέγεις, ὅτι ἀσεβὴς καὶ πονηρὸς ἐγώ, ἀλλὰ καὶ οὗτοι ταύτης ἔτυχον τῆς παραμυθίας; 3,20a 〈ἵνα τί γάρ,〉 φησίν, 〈δέδοται τοῖς ἐν πικρίᾳ ψυχῆς φῶς,〉 20b 〈ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς;〉 3,21a 〈οἳ ὁμείρονται τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν,〉 21b 〈ἀνορύσσουσι δὲ αὐτὸν ὥσπερ θησαυρόν,〉 3,22 〈περιχαρεῖς δὲ ἐγένοντο, ἐὰν κατατύχωσιν αὐτοῦ.〉 3,23a 〈θάνατος γὰρ ἀνδρὶ ἀνάπαυσις, οὗ ἡ ὁδὸς ἀπεκρύβη·〉 23b 〈συνέκλεισε γὰρ ὁ θεὸς κατ᾽ αὐτοῦ.〉 θαύμασον καὶ ἐνταῦθα αὐτοῦ τὴν εὐλάβειαν, πῶς ἐπιθυμεῖ τοῦ θανάτου καὶ οὐ τυγχάνει, καὶ οὐκ ἐτόλμα ἑαυτὸν διαχρήσασθαι. ταῦτα δὲ οὐχὶ ἐγκαλοῦντός ἐστιν, ἀλλὰ διαποροῦντος καὶ τὴν αἰτίαν οὐχ εὑρίσκοντος. ὥσπερ ὁ Χριστὸς εἰπὼν καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη οὐδὲν ἕτερον ἐδήλωσεν, ἀλλ᾽ ἢ ὅτι δεινὰ αὐτὸν ἀναμένει καὶ χαλεπά, οὕτω καὶ ἐνταῦθα ὁ Ἰὼβ λέγων «εἴθε μὴ ἐγεννήθην» οὐ τῆς δημιουργίας τοῦ θεοῦ κατατρέχει, ἀλλὰ τὸ μέγεθος τῆς συμφορᾶς παρίστησιν. διὰ τί «εἴθε μὴ ἐγεννήθην»; ὅτι ἄδικόν τι πέπονθας; «οὐδαμῶς» φησίν, «ἀλλ᾽ ὅτι οὐ φέρω τὴν συμφοράν.»

καὶ ὅρα τὴν εὐλάβειαν· ἅπαντα τὸν θυμὸν εἰς τὴν ἡμέραν ἐκχέει οὐ τολμῶν τοῦτον ὑπερβῆναι τὸν ὅρον, ἀλλ᾽ ἀεὶ τὰ αὐτὰ καὶ συνεχῶς λέγων ἡμέρα καὶ νὺξ καὶ νὺξ καὶ ἡμέρα καὶ πλέον οὐδέν· καίτοι ἤρκει τὸ πρῶτον ῥῆμα ἅπαντα παραστῆσαι. εἰπὼν γὰρ ἀπόλοιτο ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην πάντα τὰ ἐνταῦθα ἐδήλωσεν, ἵνα εἴπῃ, ὅτι «τέως τῶν παρόντων οὐκ ἐπειρώμην δεινῶν, κἂν μὴ μισθὸν εὐσεβείας ἐκομιζόμην.» τίνος ἕνεκεν εἶπε τὸ μὴ ἔλθοι εἰς αὐτὴν φέγγος καὶ ὅσα τοιαῦτα; ἔθος τοῖς ἀλγοῦσι περιττολογεῖν. μὴ τοίνυν ὑπὸ ἀσεβεῖς εὐθύνας τοὺς λόγους ἀγάγωμεν· ὃν γὰρ ὁ θεὸς δικαιοῖ, τίς κατακρινεῖ; ἡ ἡμέρα, φησίν, ἐκείνη εἴη σκότος καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύριος ἄνωθεν μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος, ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου. τί τοῦτο ἐκείνου διαφέρει; καὶ πάλιν· καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην, ὁ μέλλων τὸ μέγα κῆτος χειροῦσθαι. τί βούλεται ἐνταῦθα τὸ κῆτος; τὴν πολλὴν τοῦ θεοῦ δύναμιν ἐνδείκνυται. νῦν ἂν κοιμηθείς, φησίν, ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην μετὰ βασιλέων καὶ βουλευτῶν γῆς. ὅπερ καὶ ὁ Ἠλίας φησίν· ἱκανούσθω μοι, μὴ ἐγὼ κρείττων εἰμὶ τῶν πατέρων μου; καὶ μετὰ ἀρχόντων, φησίν, ὧν πολὺς ὁ χρυσός. ἐμοὶ δοκεῖ καὶ ἐκείνους καταστέλλειν καὶ πείθειν μὴ μέγα νομίζειν εἶναι τὰ ἀνθρώπινα πράγματα.

οὐ γὰρ ἁπλῶς οὐδὲ ὡς ἔτυχε τοὺς βασιλεῖς ἐνταῦθα παρήγαγεν, οἳ ἐγαυριῶντο, φησίν, ἐπὶ ξίφεσιν. ὅρα καὶ ἐν τῇ συμφορᾷ φιλόσοφα ῥήματα. οὐδὲν ἐκείνων ὁ πλοῦτος προέστη, οὐδὲν ἐκείνους ἡ δύναμις ὠφέλησεν. ὁ θάνατος πάντων περιεγένετο. ἢ ὥσπερ, φησίν, ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρός. ὅρα, πῶς, ἵνα μὴ δόξῃ ἑαυτὸν ἐπαίρειν, καὶ τοῖς ἀμβλωθριδίοις ἑαυτὸν παραβάλλει· οὕτω ταπεινὸς ἦν καὶ ἐλεεινός. ἐκεῖ ἀσεβεῖς, φησίν, ἔπαυσαν θυμὸν ὀργῆς. εἶτα λοιπὸν ἐγκώμιον θανάτου, ὅτι οἱ μὲν τῆς κακίας ἀπέστησαν, οἱ δὲ τῆς ταλαιπωρίας ἀπηλλάγησαν, οἱ μὲν εὗρον λιμένα τῶν δεινῶν, οἱ δὲ κώλυμα τῆς πονηρίας· καὶ τὸ μέγιστον, ὅτι οὐδὲ ἔστι πάλιν προσδοκῆσαι τὰ πρότερα, ἀλλ᾽ ἀναπαυσαμένους ἀεὶ μένειν ἐπὶ τῆς ἀναπαύσεως δεῖ, καὶ ὅτι πάντων ἔσται λύσις τῶν δεινῶν. «πῶς βούλει με παύσασθαι ὡς θέλεις; διὰ τί μὴ ἀπῆλθον ἐντεῦθεν;» οὐχὶ ἐγκαλοῦντός ἐστι ταῦτα τὰ ῥήματα, ἀλλὰ διαποροῦντος καὶ τὸν θάνατον ἐπιθυμοῦντος μόνον. ὁμοθυμαδὸν δέ, φησίν, {οἱ} δι᾽ αἰῶνος οὐκ ἤκουσαν φωνὴν φορολόγου. πάντων ἐστὶν ἀνώτερος ὁ θάνατος. οὐ μόνον οὐδέν ἐστιν ὑπομεῖναι δεινόν, ἀλλ᾽ οὐδὲ μέχρις ἀκοῆς τὰ δεινὰ παραδέξασθαι. μικρὸς καὶ μέγας ἐκεῖ ἐστι καὶ θεράπων οὐ δεδοικὼς τὸν κύριον αὐτοῦ. οὐδεὶς ἐξελθεῖν ἰσχύει τῆς τυραννίδος ἐκείνης, οὐ δοῦλος, οὐκ ἐλεύθερος. πάντα τὰ ἀνθρώπινα διαλέλυται, καὶ πλοῦτος καὶ ἀξιώματα.

πολλὴ κατὰ τὸν παρόντα βίον ἡ ἀνωμαλία, πολλὴ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἡ ἐλευθερία. ἐπειδὴ γὰρ φρικτὸν τὸ πρᾶγμα ἐδόκει εἶναι, ἐμφιλοσοφεῖ τῷ θανάτῳ ὑπὸ τῆς συμφορᾶς δεικνὺς αὐτὸν τῆς ζωῆς ὄντα βελτίονα τοῖς ἐν ὀδύναις. «πολλὴ ἰσοτιμία», φησίν, «ἐκεῖ, οὐκ ἔστι φοβηθῆναι μεταβολὴν καθάπερ ἐνταῦθα. πᾶσιν ἀναγκαίως συμβαίνει, πάντων ὁμοίως κρατεῖ· κακῶν ἐστιν ἐμπόδιον, ταλαιπωρίας λύσις. τὰ δοκοῦντα εἶναι δεινὰ λέλυται.» ἵνα τί γάρ, φησίν, δέδοται τοῖς ἐν πικρίᾳ ψυχῆς φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς; πάλιν ἐνταῦθα οὐκ ἐγκαλοῦντός ἐστι τὰ ῥήματα, μὴ γένοιτο, ἀλλὰ ζητοῦντος καὶ ἀλγοῦντος. τὰ γὰρ μὴ μετὰ τῆς αὐτῆς διανοίας λεγόμενα οὐχ ὁμοίως ὑποληπτέον, ὥσπερ, ὅταν λέγῃ τις σοφός· ἵνα τί ὑπῆρξε χρήματα ἄφρονι;, οὐδὲν δηλοῦται ἐνταῦθα, ἀλλ᾽ ἢ ὅτι ἀνάξιος ἦν. ἐντεῦθεν μανθάνομεν, ὅτι οὐχ ἡ ζωὴ μόνον, ἀλλὰ καὶ ὁ θάνατος χρησίμως γέγονεν, ὁπότε οὕτως ἐστὶ ποθεινός. οἳ ὁμείρονται, φησίν, τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν. διὰ τοῦτό φησιν ὁ Ἐκκλησιαστής· καιρὸς τῷ παντὶ πράγματι, καὶ πάλιν· ὦ θάνατε, ὡς γλυκύ σου τὸ μνημόσυνον. ταῦτα δὲ λέγει, ἵν᾽ ὅταν ἀκούσῃς τῆς γυναικὸς συμβουλευούσης αὐτῷ· εἶπόν τι ῥῆμα καὶ τελεύτα, μὴ νομίσῃς διὰ φιλοζωΐαν αὐτὸν μὴ εἰρηκέναι, ἀλλὰ δι᾽ εὐσέβειαν. ὁ γὰρ οὕτω ποθεινὸν ἡγούμενος αὐτὸν καὶ μέγα τι νομίζων ἀγαθὸν παρὸν αὐτὸν εὑρεῖν οὐκ ἐτόλμησεν.

θάνατος, φησίν, ἀνδρὶ ἀνάπαυσις. ἀπόφασίς ἐστιν αὕτη. εἰ τοίνυν ἀνάπαυσις, τίνος ἕνεκεν οὐκ ἐπιτρέχουσιν οἱ πολλοί; διὰ γὰρ τοῦτο ὁ θεὸς τὴν ζωὴν ἡμῖν ποθεινὴν ἐποίησεν, ἵνα μὴ ταχέως ἐπιτρέχωμεν τῷ θανάτῳ. οὗ ἡ ὁδός, φησίν, ἀπεκρύβη. ἐμοὶ δοκεῖ “τοῦ θανάτου” λέγειν, τινὲς δὲ “τοῦ ἀνθρώπου” φασίν. ὅτι γὰρ “τοῦ θανάτου” λέγει, δῆλον ἐκ τῶν προειρημένων καὶ τοῦ λέγειν· ἀνορύττοντες αὐτὸν ὥσπερ θησαυρόν, δηλονότι κεκρυμμένον. «ἄδηλον τὸ μέλλον», φησίν, «οὐχ εὑρίσκομεν ὁδόν.» μὴ γάρ μοι τοὺς ἀπαγχονιζομένους εἴπῃς· περὶ γὰρ τοῦ κατὰ φύσιν λέγει καὶ κατὰ πρόσταγμα τοῦ θεοῦ. συνέκλεισε γάρ, φησίν, ὁ κύριος κατ᾽ αὐτοῦ, κατὰ τὸ ἐν τῷ εὐαγγελίῳ εἰρημένον, ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται. ἵνα γὰρ μὴ λέγῃ τις· «τίνος οὖν ἕνεκεν οὐχ αἱρῇ τὸν θάνατον;», συνέκλεισεν, φησίν, ὁ κύριος κατ᾽ αὐτοῦ· «αἱ πύλαι», φησίν, «κεκλεισμέναι εἰσίν.» εἶτα ἐκτραγῳδεῖ τὴν συμφοράν· 3,24a 〈πρὸ γὰρ τῶν σίτων μου〉, φησίν, 〈στεναγμὸς ἥκει μοι〉, 24b 〈δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ.〉 «τὰ παρόντα, τὰ μέλλοντα θρηνῶ. ὁ καιρὸς τῆς τροφῆς καιρὸς ἐμοὶ δακρύων.» ψωμιεῖς γάρ με, φησίν, ἄρτον δακρύων. 3,25a 〈φόβος γὰρ ὃν εὐλαβούμην ἦλθέ μοι〉 25b 〈καὶ ὃν ἐδεδοίκειν συνήντησέ μοι.〉 ὁρᾷς φιλοσοφίαν ἀνδρός;

οὐ κατ᾽ ἐκεῖνον τὸν ἐν τῷ ψαλμῷ λέγοντα· οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ οὐδὲ κατ᾽ ἐκεῖνον τὸν λέγοντα· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα, ἀλλ᾽ ἀνθρώπινον εἶχεν ἀεὶ λογισμὸν τοσαύτης ἀπολαύων εὐημερίας καὶ τὰ ἐναντία καθ᾽ ἑκάστην προσδοκῶν ἡμέραν. ὅθεν οὐδὲ ὡς ἀκαίρως αὐτῷ ἐπελθόντα χαλεπῶς ἤνεγκεν, ἀλλ᾽ ἐγγυμνασάμενος καὶ ἐμμελετήσας τῇ προσδοκίᾳ καὶ τῇ ἐλπίδι καλῶς ἐγεγύμναστο. 3,26a 〈οὔτε εἰρήνευσα,〉 φησίν, 〈οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην·〉 26b 〈ἦλθε δέ μοι ὀργή.〉 οὐ περὶ τῶν προτέρων λέγει, ἀλλὰ περὶ τῶν παρόντων νῦν, τουτέστιν· «φόβου, πολέμου καὶ ταραχῆς ἐμπέπλησμαι», φησίν, «αὐτὸς ἐμαυτῷ πολεμῶν.» τῶν ἔξωθεν συνεχόντων αὐτὸν δεινῶν ὁ τῶν λογισμῶν πόλεμος χαλεπώτερος ἦν· οὐδὲν γαληνὸν εἶχε κατὰ διάνοιαν. «τὸ δὲ αἴτιον», φησίν, «ἀπὸ τοῦ τὴν ὀργὴν ἐλθεῖν τοῦ θεοῦ.» ὅρα, πῶς τῶν σωματικῶν δεινῶν τὰ κατὰ ψυχὴν πλέον πενθεῖ ὡς ἐκείνης μᾶλλον τηκομένης καὶ τεθορυβημένης καὶ δεινὰ πασχούσης. οὕτω καὶ ἡμᾶς διακεῖσθαι καλόν, πρόσκαιρα πάντα νομίζειν καὶ τὰ καλὰ καὶ τὰ μὴ τοιαῦτα. οὕτως οὐδὲ ἐκείνων αἰσθησόμεθα τῆς δεινότητος οὐδὲ ὑπὸ τούτων ἐπαρθῆναι δυνησόμεθα, ἀλλὰ διὰ παντὸς ἐν ταῖς ἀνωμαλίαις ταύταις γαλήνης ἀπολαύσομεν καὶ εἰρήνης.