θάνατος, φησίν, ἀνδρὶ ἀνάπαυσις. ἀπόφασίς ἐστιν αὕτη. εἰ τοίνυν ἀνάπαυσις, τίνος ἕνεκεν οὐκ ἐπιτρέχουσιν οἱ πολλοί; διὰ γὰρ τοῦτο ὁ θεὸς τὴν ζωὴν ἡμῖν ποθεινὴν ἐποίησεν, ἵνα μὴ ταχέως ἐπιτρέχωμεν τῷ θανάτῳ. οὗ ἡ ὁδός, φησίν, ἀπεκρύβη. ἐμοὶ δοκεῖ “τοῦ θανάτου” λέγειν, τινὲς δὲ “τοῦ ἀνθρώπου” φασίν. ὅτι γὰρ “τοῦ θανάτου” λέγει, δῆλον ἐκ τῶν προειρημένων καὶ τοῦ λέγειν· ἀνορύττοντες αὐτὸν ὥσπερ θησαυρόν, δηλονότι κεκρυμμένον. «ἄδηλον τὸ μέλλον», φησίν, «οὐχ εὑρίσκομεν ὁδόν.» μὴ γάρ μοι τοὺς ἀπαγχονιζομένους εἴπῃς· περὶ γὰρ τοῦ κατὰ φύσιν λέγει καὶ κατὰ πρόσταγμα τοῦ θεοῦ. συνέκλεισε γάρ, φησίν, ὁ κύριος κατ᾽ αὐτοῦ, κατὰ τὸ ἐν τῷ εὐαγγελίῳ εἰρημένον, ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται. ἵνα γὰρ μὴ λέγῃ τις· «τίνος οὖν ἕνεκεν οὐχ αἱρῇ τὸν θάνατον;», συνέκλεισεν, φησίν, ὁ κύριος κατ᾽ αὐτοῦ· «αἱ πύλαι», φησίν, «κεκλεισμέναι εἰσίν.» εἶτα ἐκτραγῳδεῖ τὴν συμφοράν· 3,24a 〈πρὸ γὰρ τῶν σίτων μου〉, φησίν, 〈στεναγμὸς ἥκει μοι〉, 24b 〈δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ.〉 «τὰ παρόντα, τὰ μέλλοντα θρηνῶ. ὁ καιρὸς τῆς τροφῆς καιρὸς ἐμοὶ δακρύων.» ψωμιεῖς γάρ με, φησίν, ἄρτον δακρύων. 3,25a 〈φόβος γὰρ ὃν εὐλαβούμην ἦλθέ μοι〉 25b 〈καὶ ὃν ἐδεδοίκειν συνήντησέ μοι.〉 ὁρᾷς φιλοσοφίαν ἀνδρός;