Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἠσαΐαν

Ἰωάννης ὁ Χρυσόστομος

Πρόλογος και εισαγωγή στον τρόπο της προφητείας

Αναλύεται το αδούλωτο φρόνημα και η φιλοστοργία του προφήτη Ησαΐα, η θυσιαστική μεσιτεία των αγίων και ο τρόπος με τον οποίο οι προφήτες δέχονται την έλλαμψη της θείας χάριτος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 16

ΠΡΟΛΟΓΟΣ Τοῦ προφήτου τούτου τὸ ἐξαίρετον μάλιστα μὲν καὶ αὐτόθεν ἔστιν ἰδεῖν, δείκνυσι δὲ αὐτὸ ἐντελέστερον ὁ πάντων ἀκριβέστερον τὰς ἀρετὰς αὐτοῦ εἰδὼς Παῦλος, ἅτε Πνεύματι τοσούτῳ φθεγγόμενος. Τὴν γὰρ ἐλευθεροστομίαν αὐτοῦ καὶ τὸ φρόνημα τὸ ἀδούλωτον καὶ τὴν ὑψηλὴν γνώμην καὶ τὴν πολλὴν ἐν τῇ περὶ τοῦ Χριστοῦ προφητείᾳ σαφήνειαν ἐνδεικνύμενος, ἅπαντα ταῦτα ἑνὶ ῥήματι παρέστησεν εἰπών· Ἡσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Πολὺ δὲ αὐτοῦ καὶ τὸ συμπαθές.

Οὐ γὰρ δὴ μόνον κατεξανίστατο τῆς τοῦ δήμου μανίας, οὐδὲ ἐλευθέρᾳ γλώττῃ καὶ ὑψηλοτέρᾳ γνώμῃ τὰ μέλλοντα αὐτοὺς καταλήψεσθαι λυπηρὰ μετὰ πολλῆς ἀπήγγειλε τῆς παρρησίας, ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς τῶν πραγμάτων περιστάσεσιν αὐτῶν οὐκ ἔλαττον τῶν ἐμπιπτόντων ἐν αὐταῖς ἤλγει καὶ ἐδάκνετο καὶ πικρότερον τῶν ἁλόντων ὠδύρετο.

Καὶ πάντων δέ, ὡς εἰπεῖν, τῶν προφητῶν καὶ τῶν ἁγίων τοιοῦτον τὸ ἦθος· πατέρων φιλοστοργίαν τῇ περὶ τοὺς ἀρχομένους ἀπέκρυψαν διαθέσει καὶ τὴν τῆς φύσεως τυραννίδα ἐκ πολλοῦ τοῦ περιόντος ὑπερηκόντισαν.

Οὐδεὶς γάρ, οὐδείς ποτε φιλόπαις οὕτω τῶν ἐκγόνων περιεκαίετο, ὡς οὗτοι τῶν ἀρχομένων ὑπεραπέθνησκον, ὀδυρόμενοι, θρηνοῦντες, κακῶς πασχόντων αὐτῶν τὸν Θεὸν παρακαλοῦντες, συναπαγόμενοι, κοινωνοῦντες τῶν δεινῶν, πάντα καὶ ποιοῦντες καὶ πάσχοντες, ὥστε αὐτοὺς ἐξελέσθαι καὶ τῆς ἄνωθεν ὀργῆς, καὶ τῆς τῶν πραγμάτων ἐπιδρομῆς. Καὶ γὰρ οὐδὲν οὕτως ἐπιτήδειον εἰς ἀρχῆς αἵρεσιν, ὡς ψυχὴ φιλόσοφος καὶ συναλγεῖν ἐπισταμένη.

Διὰ τοῦτο καὶ Μωϋσέα τὸν μέγαν ἐπὶ τὸν θρόνον τῆς δημαγωγίας ἀνεβίβασεν ὁ Θεός, ἐπειδὴ προλαβὼν διὰ τῶν ἔργων ἐπεδείξατο τὴν ὑπὲρ τοῦ δήμου φιλοστοργίαν καὶ μετὰ ταῦτα ἔλεγεν· Εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· ἐπεὶ κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ἧς ἔγραψας.

Καὶ αὐτὸς δὲ οὗτος ὁρῶν ἀπολλυμένους, ἔλεγεν· Ἄφετέ με, πικρῶς κλαύσομαι. Μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου. Ὁ δὲ Ἱερεμίας καὶ θρήνους μακροὺς συνέθηκε, τῆς πόλεως κατενεχθείσης. Ἰεζεκιὴλ δὲ καὶ συναπῆλθε καὶ τὴν ἀλλοτρίαν τῆς οἰκείας κουφοτέραν εἶναι ἐνόμιζε, μέγιστον εἰς παραμυθίαν τῆς συμφορᾶς ἔχων τὸ παρεῖναι τοῖς κάμνουσι καὶ διορθοῦν τὰ ἑτέρων πράγματα. Καὶ ὁ Δανιὴλ δὲ ὑπὲρ τῆς ἀνόδου τῆς τούτων εἴκοσι καὶ πλείους ἡμέρας διέμεινεν ἄσιτος καὶ πᾶσαν σπουδὴν ἐπεδείξατο, τὸν Θεὸν ἱκετεύων ἀφεθῆναι τῆς πικρᾶς δουλείας αὐτούς.

Καὶ τῶν ἁγίων δὲ ἕκαστος ἐντεῦθεν φαίνεται λάμπων. Οὕτω καὶ ὁ Δαυῒδ ὁρῶν τὴν θεήλατον ὀργὴν ἐκείνην ἐπὶ τὸν δῆμον φερομένην, ἐφ᾽ ἑαυτὸν ἐκάλει τὴν πληγήν, λέγων· Ἐγὼ ὁ ποιμὴν ἥμαρτον καὶ ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα, καὶ οὗτοι, τὸ ποίμνιον, τί ἐποίησαν; Γενέσθω ἡ χείρ σου ἐπ᾽ ἐμοί, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Καὶ ὁ πατριάρχης δὲ Ἀβραὰμ πόρρω τῶν κακῶν ἑστηκὼς καὶ οὐδὲν ἔχων κοινὸν πρὸς τὰ καταληψόμενα τοὺς ἐν Σοδόμοις κακά, ὡς ἐν αὐτοῖς μέσοις τοῖς δεινοῖς ἐμβεβηκώς, οὕτω παρεκάλει καὶ ἐδέετο τοῦ Θεοῦ καὶ οὐδ᾽ ἂν ἀπέστη πάντα ποιῶν καὶ λέγων, ὥστε λῦσαι τὸν χαλεπὸν ἐμπρησμὸν ἐκεῖνον, εἰ μὴ ὁ Θεὸς αὐτὸν ἀφεὶς ἀπῆλθεν.

Οἱ δὲ ἐν τῇ Καινῇ καὶ μείζονα ἐπεδείξαντο ταύτης τὴν ἀρετήν, ἅτε καὶ πλείονος ἀπολελαυκότες χάριτος καὶ πρὸς μακρότερα κληθέντες σκάμματα. Διὰ τοῦτο καὶ Πέτρος ἀκούων τοῦ Χριστοῦ λέγοντος, ὅτι τοῖς πλουτοῦσι δυσκολωτάτη ἡ πρὸς τὸν οὐρανὸν εἴσοδος, ἠγωνία καὶ ἔτρεμε, καὶ πεῦσιν προσῆγε λέγων· Τίς ἄρα δύναται σωθῆναι; καίτοι γε ὑπὲρ τῶν καθ᾽ ἑαυτὸν θαρρῶν πραγμάτων. Οὐ γὰρ τὰ ἑαυτῶν ἐσκόπουν, ἀλλὰ τὰ τῆς οἰκουμένης ἐφρόντιζον.

Καὶ Παῦλος δὲ δι᾽ ὅλων 〈καὶ πασῶν〉 τοῦτο ἡμῖν ἐνδείκνυται τῶν ἐπιστολῶν· ὃς οὐδὲ τὸν Χριστὸν ἰδεῖν ἠνέσχετο πρὸ τῆς τῶν ἀνθρώπων σωτηρίας, οὕτω λέγων· Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι κρεῖσσον, τὸ δὲ ἐπιμεῖναι τῇ σαρκὶ ἀναγκαιότερον δι᾽ ὑμᾶς. Τοιοῦτον καὶ οὗτος ἡμῖν διατηρεῖ τὸν χαρακτῆρα ὁ προφήτης, καὶ λέγων τὰς ἀποφάσεις τοῦ Θεοῦ μετὰ πολλῆς τῆς παρρησίας καὶ ἐπιτιμῶν τοῖς ἁμαρτάνουσι καὶ παρακαλῶν αὐτὸν συνεχῶς καὶ διὰ μακρῶν τῶν λόγων παροξυνόμενον κατ᾽ αὐτῶν· καὶ τοῦτο μάλιστα πρὸς τῷ τέλει τῆς προφητείας ἔστιν ἰδεῖν, τέως δὲ αὐτῶν ἀναγκαῖον ἄρξασθαι τῶν προοιμίων.

ΚΕΦΑΛ. Αʹ Ὅρασις, ἣν εἶδεν Ἡσαΐας. Ὅρασιν καλεῖ τὴν προφητείαν, ἢ διὰ τὸ πολλὰ τῶν ἐκβησομένων ἐπ᾽ αὐτῆς ὁρᾷν τῆς ὄψεως· ὡς ὁ Μιχαίας εἶδε τὸν λαὸν ἐσπαρμένον· καὶ ὁ Ἰεζεκιὴλ τὴν αἰχμαλωσίαν καὶ τὴν παρανομίαν τῶν τὸν ἥλιον προσκυνούντων καὶ τὸν Θαμούζην· ἢ διὰ τὸ τὴν ἀκοὴν τῶν προφητῶν τὴν ἐκ τοῦ Θεοῦ γενομένην αὐτοῖς μηδὲν ἔλαττον ἔχειν τῆς ὄψεως, ἀλλ᾽ ὁμοίως πληροφορεῖν, ὅπερ ἐν τοῖς βιωτικοῖς οὐκ ἔνι. Ὅτι γὰρ ἑτέρως ἤκουον παρὰ τοὺς λοιποὺς τῶν ἀνθρώπων, φησί· Προσέθηκέ μοι ὠτίον ἀκούειν. Ποιεῖ δὲ καὶ τὸν λόγον ἀξιόπιστον, ὅρασιν εἰπών, καὶ ἀνίστησι τὸν ἀκροατὴν καὶ παραπέμπει πρὸς τὸν τὰ πράγματα δείξαντα. Ἔθος γὰρ αὐτοῖς ἅπασι τοῖς παρὰ τοῦ Θεοῦ διαπορθμεύουσι τὰ λεγόμενα, τοῦτο πρὸ τῶν ἄλλων κατασκευάζειν, ὡς οὐδὲν οἴκοθεν φθέγγονται, ἀλλ᾽ ὅτι θεῖοι χρησμοί τινές εἰσι τὰ λεγόμενα καὶ γράμματα ἐκ τῶν οὐρανῶν καταβάντα. Οὕτω καὶ ὁ Δαυΐδ φησιν· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.

Μὴ τοίνυν τοῦ καλάμου νόμιζε εἶναι τὰ γράμματα, ἀλλὰ τῆς κατεχούσης αὐτὸν δεξιᾶς, τουτέστι, μὴ τῆς γλώττης τοῦ Δαυΐδ, ἀλλὰ τῆς κινούσης αὐτὸν χάριτος. Καὶ ἕτερος δὲ προφήτης τοῦτο αὐτὸ ἐνδεικνύμενος ἔλεγεν, ὅτι Αἰπόλος ἤμην, φησί, συκάμινα κνίζων· ἵνα μὴ ἀνθρωπίνῃ σοφίᾳ τὰ λεγόμενά τις λογίσηται. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη μόνον, ἀλλὰ καὶ ἕτερόν τι προσέθηκεν εἰπών· Ἀλλὰ μὴν ἐγὼ ἐνεπλήσθην ἰσχύος ἐν Πνεύματι Κυρίου καὶ κρίματος καὶ δυναστείας. Οὐ γὰρ δὴ μόνον σοφοὺς αὐτοὺς ἡ χάρις, ἀλλὰ καὶ ἰσχυροὺς ἠργάζετο, οὐ τῇ τοῦ σώματος κατασκευῇ, ἀλλὰ τῇ γνώμῃ.

Ἐπειδὴ γὰρ πρὸς δῆμον εἶχον ἰταμὸν καὶ ἀναίσχυντον, αἱμάτων διψῶντα προφητικῶν, καὶ σφαγαῖς ἁγίων ἐμμελετῶντα, εἰκότως πολλῆς ἐδέοντο τῆς δυνάμεως, ὥστε μὴ καταπλαγῆναι τὴν ἄφατον αὐτῶν ῥύμην. Διὰ δὴ τοῦτο τῷ μὲν Ἱερεμίᾳ φησί· Τέθεικά σε ὡς στῦλον σιδηροῦν καὶ ὡς τεῖχος χαλκοῦν· τῷ δὲ Ἰεζεκιήλ· Ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς, μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, μηδὲ πτοηθῇς. Καὶ Μωϋσῆς δέ, ἡνίκα ἀπεστέλλετο, οὐχὶ τὸν Φαραὼ δεδοικὼς ἀναδύεσθαι μοι δοκεῖ μόνον, ἀλλ᾽ αὐτὸν μάλιστα τὸν δῆμον τῶν Ἰουδαίων. Τῷ γοῦν Θεῷ διαλεγόμενος καὶ τὸν βάρβαρον ἀφείς, μετὰ πολλῆς τῆς σπουδῆς μαθεῖν ἐζήτει, τί δεῖ πρὸς αὐτοὺς εἰπεῖν ἀπιστοῦντας, ὅτι δὴ παρὰ Θεοῦ ἀφιγμένος εἴη· καὶ τὰ σημεῖα τῆς ἐκείνων ἕνεκεν ἐλάμβανε γνώμης· καὶ μάλα εἰκότως. Εἰ γὰρ εἷς αὐτὸν οὕτως ἐφόβησε καὶ ταῦτα εὐεργετηθείς, τί εἰκὸς ἦν αὐτὸν παθεῖν ἐννοοῦντα τὸν ἄτακτον δῆμον ἐκεῖνον; Διὰ δὴ τοῦτο οὐχὶ σοφίας μόνον, ἀλλὰ καὶ δυνάμεως ἐλάμβανε Πνεῦμα, καὶ ἔλεγεν· Ἐνεπλήσθην ἰσχύος ἐν Πνεύματι Κυρίου καὶ κρίματος καὶ δυναστείας. Καὶ ἕτερος δὲ πάλιν· Ῥῆμα Θεοῦ ἐγένετο πρὸς Ἱερεμίαν τὸν τοῦ Χελκίου. Καὶ ἕτερος δὲ πάλιν· Λῆμμα Νινευῆ. Βιβλίον ὁράσεως Ναοὺμ τοῦ Ἐλκεσαίου.

Καὶ αὐτὸς γὰρ οὗτος ἑτέρῳ ῥήματι τὸ αὐτὸ τοῖς προτέροις ἐνδείκνυται, τοῦ Πνεύματος τὴν κατοχὴν λῆμμα καλέσας. Ἐπειδὴ γὰρ λαμβανόμενοι ὑπὸ τοῦ Πνεύματος οὕτως ἔλεγον, ἅπερ ἔλεγον, τὴν ἐνέργειαν τῆς χάριτος οὕτως ὠνόμασε. Διὰ τοῦτο καὶ Παῦλος πανταχοῦ προτίθησι τῶν Ἐπιστολῶν τὸ τῆς ἀποστολῆς ὄνομα, ὅπερ οἱ προφῆται ἐποίουν διὰ τοῦ λέγειν, ὅρασις καὶ λόγος καὶ λῆμμα καὶ ῥῆμα, τοῦτο διὰ τοῦ τῆς ἀποστολῆς κατασκευάζων ὀνόματος. Ὥσπερ γὰρ ὁ λέγων ὅρασιν καὶ ῥῆμα Θεοῦ, οὐ τὰ οἰκεῖα φθέγγεται, οὕτω καὶ ὁ ἀπόστολον ἑαυτὸν καλῶν, οὐ τὰ παρ᾽ ἑαυτοῦ διδάσκει, ἀλλ᾽ ἅπερ ὁ ἀποστείλας ἐκέλευσεν. Ἀποστόλου γὰρ ἀξίωμα, μηδὲν οἴκοθεν ἐπεισάγειν. Διὸ καὶ ὁ Χριστὸς ἔλεγε· Μὴ καλέσετε διδάσκαλον ἐπὶ τῆς γῆς· εἷς γὰρ ὑμῶν ἐστιν ὁ διδάσκαλος ὁ ἐν τοῖς οὐρανοῖς· δεικνὺς ὅτι πᾶσα τῶν παρ᾽ ἡμῖν δογμάτων ἡ ἀρχὴ τὴν ῥίζαν ἄνωθεν ἔλαβεν ἐκ τοῦ τῶν οὐρανῶν Δεσπότου, κἂν ἄνθρωποι ὦσιν οἱ πρὸς τὰ λεγόμενα διακονούμενοι.

Ἣν εἶδεν Ἡσαΐας. Τὸ πῶς ὁρῶσιν οἱ προφῆται ταῦτα, ἅπερ ὁρῶσιν, οὐχ ἡμέτερον εἰπεῖν· οὐ γὰρ δυνατὸν ἑρμηνευθῆναι λόγῳ τὸν τρόπον τῆς ὄψεως· ἀλλ᾽ ἐκεῖνος μόνος οἶδε σαφῶς, ὁ τῇ πείρᾳ μαθών. Εἰ γὰρ φύσεως ἔργα καὶ πάθη πολλάκις οὐδεὶς ἂν παραστήσειε λόγῳ, πολλῷ μᾶλλον τὸν τρόπον τῆς τοῦ Πνεύματος ἐνεργείας. Εἰ δὲ ἀμυδραῖς εἰκόσιν ἀποχρησάμενον δεῖ κατατολμῆσαι, οὐχ ὥστε τὸ σαφὲς παραστῆσαι, ἀλλ᾽ ὥστε αἰνίγματι παρασχεῖν, ἐμοὶ δοκεῖ ταὐτὸ καὶ ἐπὶ τῶν προφητῶν γίνεσθαι, οἷον ἂν εἰ ἡ καθαρῶν ὑδάτων φύσις ἡλιακὰς ἀκτῖνας δεξαμένη καταυγασθείη, οὕτω καὶ τῶν προφητῶν τὰς ψυχάς, καθαιρομένας οἰκείᾳ ἀρετῇ πρῶτον, ὑποδέχεσθαι τὴν τοῦ Πνεύματος δωρεὰν καὶ πρὸς τὴν λαμπηδόνα ποιουμένας ἐκείνην, τῶν μελλόντων οὕτω δέχεσθαι τὴν γνῶσιν.