Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἠσαΐαν

Ἰωάννης ὁ Χρυσόστομος

Καταδίκη της γυναικείας ματαιοδοξίας και η τιμωρία της αιχμαλωσίας (Κεφάλαιο 3)

Σχολιάζονται τα προφητικά χωρία που ελέγχουν την αλαζονεία, τον πολυτελή καλλωπισμό και την φιλαρέσκεια των γυναικών της Σιών, προαναγγέλλοντας την έσχατη ταπείνωση και τη συμφορά της αιχμαλωσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 16

Τάδε λέγει Κύριος. Ἀνθ᾽ ὧν ὑψώθησαν αἱ θυγατέρες Σιὼν καὶ ἐξεπορεύθησαν ὑψηλῷ τραχήλῳ καὶ νεύμασιν ὀφθαλμῶν καὶ τῇ πορείᾳ τῶν ποδῶν σύρουσαι ἅμα τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι. Καὶ ταπεινώσει ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιὼν καὶ Κύριος ἀνακαλύψει τὸ σχῆμα αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Καὶ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν καὶ τὸν κόσμον αὐτῶν καὶ τὰ ἐμπλόκια καὶ τοὺς κορύμβους καὶ τοὺς μηνίσκους καὶ τὸ κάθεμα καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν καὶ τὴν σύνθεσιν τοῦ κόσμου τῆς δόξης καὶ τοὺς χλιδῶνας καὶ τὰ ψέλλια καὶ τὸ ἐμπλόκιον καὶ τοὺς δακτυλίους καὶ τὰ περιδέξια καὶ τὰ ἐνώτια καὶ τὰ περιπόρφυρα καὶ τὰ μεσοπόρφυρα καὶ τὰ ἐπιβλήματα τὰ κατὰ τὴν οἰκίαν καὶ τὰ διαφανῆ Λακωνικὰ καὶ τὰ βύσσινα καὶ τὰ ὑακίνθινα καὶ τὰ κόκκινα καὶ τὴν βύσσον σὺν χρυσῷ καὶ ὑακίνθῳ συγκαθυφασμένην καὶ θέριστρα κατάκλειστα τοῦ χρυσίου. Καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτὸς καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς σου φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον. Ταῦτά σοι ἀντὶ καλλωπισμοῦ.

Καὶ ὁ υἱός σου ὁ κάλλιστος, ὃν ἀγαπᾷς, μαχαίρᾳ πεσεῖται καὶ οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται καὶ ταπεινωθήσονται. Καὶ πενθήσουσιν αἱ θῆκαι τοῦ κόσμου ὑμῶν καὶ καταλειφθήσῃ μόνη καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ.

Ξένον τοῦτο ὁ προφήτης αὐτὸς πεποίηκε, μακρὸν πρὸς τὰς γυναῖκας ἀποτείνας λόγον, ὅπερ οὐδαμοῦ τῶν Γραφῶν ὁρῶμεν γεγενημένον οὕτω. Τί οὖν τὸ αἴτιον τοῦ ξένου; Ἐμοὶ δοκεῖ πολλὴν τότε τὴν βλακείαν τῶν γυναικῶν γεγενῆσθαι καὶ τὸ πλέον εἰς τὴν τῶν ἀνδρῶν κακίαν εἰσφέρειν μέρος αὐτάς. Διὸ δὴ καὶ ἰδιαζόντως πρὸς αὐτὰς ἀποτείνεται, τὰ χαλεπώτατα αὐταῖς ἐγκαλῶν ἐγκλήματα καὶ εἰς ἀρχὴν ἀνάγει τὸν λόγον, ἐκ προσώπου τοῦ Θεοῦ πάλιν φθεγγόμενος. Τάδε λέγει Κύριος· Ἀνθ᾽ ὧν ὑψώθησαν αἱ θυγατέρες Σιὼν καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ. Τὸ κεφάλαιον τῶν κακῶν αὐταῖς ἐγκαλεῖ, ἀπόνοιαν καὶ ἀλαζονείαν.

Τοῦτο γὰρ πανταχοῦ μὲν χαλεπόν, μάλιστα δὲ ἐπὶ τῆς γυναικείας τικτόμενον φύσεως. Φρονήματος γὰρ ἐμπλησθεῖσα γυνή, ἅτε κουφοτέρα καὶ ἀλογωτέρα οὖσα, εὐκόλως περιτρέπεται καὶ βαπτίζεται καὶ ναυάγιον ὑπομένει παντὸς πονηροῦ πνεύματος, τοῦ τύφου καὶ τῆς ἀλαζονείας αὐτὴν βαπτιζούσης. Δοκεῖ δὲ πρὸς τὰς ἐν Ἱεροσολύμοις ἀποτείνεσθαι· διὸ καὶ θυγατέρας Σιὼν ἐκάλεσε.

Καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ. Ἐνταῦθα αὐτὰς καὶ κωμῳδεῖ καὶ τὸ γυναικεῖον δείκνυσι φρόνημα, οὐδὲ ἐν διανοίᾳ στέγεσθαι δυνάμενον, ἀλλ᾽ ἐκρηγνύμενον καὶ διὰ τῶν τοῦ σώματος ἐπιδεικνύμενον κινήσεων. Οὐκ εἰς ἀπόνοιαν δὲ μόνον, ἀλλὰ καὶ εἰς ἀσέλγειαν αὐτὰς διαβάλλει, τοῦτο λέγων καὶ δηλῶν ἐκ τῶν ἑξῆς. Ἐπήγαγε γοῦν· Καὶ νεύμασιν ὀφθαλμῶν, ὃ τῶν ἑταιριζομένων ἐστὶ γυναικῶν, διαστρέφειν τὰς κόρας καὶ τὴν πολλὴν βλακείαν καὶ τὸν μαλακισμὸν ἐντεῦθεν ἐμφαίνειν· τοῦ δὲ θρύπτεσθαι καὶ μαλακίζεσθαι οὐδὲν οὕτω σημεῖόν ἐστιν, ὡς τοῦτο.

Καὶ τῇ πορείᾳ τῶν ποδῶν σύρουσαι ἅμα τοὺς χιτῶνας. Οὐ μικρὸν τοῦτο ἔγκλημα, εἰ καὶ μικρὸν εἶναι δοκεῖ, ἀλλ᾽ ἐξωλείας τῆς ἐσχάτης ἔλεγχος καὶ τοῦ μαλακίζεσθαι καὶ κατακλᾶσθαι καὶ διαλύεσθαι, τὸ τοὺς χιτῶνας σύρειν.

Τοῦτο γοῦν τις καὶ τῶν ἔξωθεν κωμῳδῶν τὸν ἀντίδικον τὸν αὐτοῦ τέθεικε λέγων· θοἰμάτιον καθεὶς ἄχρι τῶν σφυρῶν. Καὶ τοῖς ποσὶν ἅμα παίζουσαι. Καὶ τοῦτο τῆς αὐτῆς πάλιν ἀσχημοσύνης ἀπόδειξις. Διὰ γὰρ πάντων, δι᾽ ὀφθαλμῶν, δι᾽ ἱματίων, διὰ ποδῶν, διὰ βαδίσεως, ἥ τε σωφροσύνη καὶ ἡ ἀσέλγεια φαίνεται. Τῆς γὰρ ἔνδον καθημένης ψυχῆς ὥσπερ κήρυκές τινές εἰσι τῶν αἰσθητηρίων αἱ κινήσεις. Καὶ καθάπερ οἱ ζωγράφοι τὰ χρώματα κεραννύντες τὰς εἰκόνας ἃς βούλονται χαρακτηρίζουσιν· οὕτω δὴ καὶ τὰ κινήματα τῶν μελῶν τοῦ σώματος τοὺς χαρακτῆρας ἔξω τῆς ψυχῆς ἄγει καὶ πρὸ τῶν ὀφθαλμῶν τίθησι τῶν ἡμετέρων. Διὸ καὶ ἕτερός τις σοφὸς ἔλεγε· Στολισμὸς ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βῆμα ποδὸς ἀναγγελεῖ τὰ περὶ αὐτοῦ.

Καὶ ταπεινώσει ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιὼν καὶ Κύριος ἀνακαλύψει τὸ σχῆμα αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν. Δυὸ θεὶς ἐγκλήματα, ἀπόνοιαν καὶ ἀσέλγειαν, ἑκάστῳ τὸ κατάλληλον ἐπάγει φάρμακον, καὶ τῷ προτέρῳ τὸ πρότερον καὶ τῷ δευτέρῳ τὸ ἐχόμενον· τῇ μὲν ἀπονοίᾳ, τὴν ταπείνωσιν, τῷ δὲ καλλωπισμῷ τοῦ σχήματος τὴν ἀναίρεσιν ἐκείνου.

Πολέμου γὰρ καταλαβόντος τότε, τὰ πάντα οἰχήσεται, φησίν. Αἵ τε γὰρ φλεγμαίνουσαι καὶ ἀπονενοημέναι, τῷ φόβῳ κατασταλεῖσαι, τοῦ νοσήματος ἀπαλλαγήσονται· αἵ τε μαλακιζόμεναι καὶ διὰ πάντων θρυπτόμεναι, εἰς τὸν τῆς αἰχμαλωσίας ἐμπεσοῦσαι ζυγόν, πάσης ἐκείνης ἐλευθερωθήσονται τῆς βλακείας. Ὥστε δὲ ποιῆσαι τὸν λόγον αὐτοῖς φορτικώτερον καὶ καθάψασθαι τῆς τῶν ἀκροωμένων διανοίας, καὶ κατ᾽ εἶδος διηγεῖται τὸν καλλωπισμὸν τῶν ἱματίων, τῶν χρυσίων, τὸν ἐπὶ τῆς ὄψεως, τὸν ἐπὶ τοῦ λοιποῦ σώματος, πρόεισι δὲ καὶ ἐπὶ τὸν τῆς οἰκίας κόσμον. Οὐ γὰρ δὴ μόνον τὰ σώματα ἐκαλλώπιζον, ἀλλὰ τὴν ὕβριν ταύτην καὶ μέχρι τῶν τοίχων ἐξῆγον, εἰς οὐδὲν δέον δαπανώμεναι· καὶ τὰς τρίχας δὲ στρεβλοῦσαι, τὰ πτερὰ τῆς τοιαύτης ἀπάτης πάντοθεν ἀνεπετάννυον.

Καὶ τοῦτο γοῦν ἐγκαλεῖ λέγων ὅτι Ἀφελεῖ τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν καὶ τὸν κόσμον αὐτῶν καὶ τὰ ἐμπλόκια αὐτῶν καὶ τοὺς κορύμβους. Κορύμβους δὲ λέγει, ἢ κόσμον τινὰ περὶ τὴν κεφαλὴν ἢ αὐτοῦ τοῦ κεφαλοδέσμου τὸ σχῆμα. Καὶ τοὺς μηνίσκους· κόσμον περὶ τὸν τράχηλον σεληνοειδῆ. Καὶ τὸ κάθεμα. Τὸ θέριστρον λέγει.

Καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν. Ἐνταῦθά μοι δοκεῖ ἐπιτρίμματα καὶ ὑπογραφὰς αἰνίττεσθαι. Καὶ τὴν σύνθεσιν τοῦ κόσμου τῆς δόξης. Τοῦτο περιχρύσιόν φησι. Καὶ τοὺς χλιδῶνας· τὰ περὶ τοὺς βραχίονας χρυσία. Καὶ τὰ ψέλλια· τὰ περὶ τοὺς καρπούς. Καὶ τὸ ἐμπλόκιον· κόσμον χρυσοῦν περὶ τὴν κεφαλήν. Καὶ τοὺς δακτυλίους καὶ τὰ περιδέξια· ἃ λέγουσι δεξιάρια. Καὶ τὰ ἐνώτια καὶ τὰ περιπόρφυρα καὶ τὰ μεσοπόρφυρα καὶ τὰ ἐπιβλήματα τὰ κατὰ τὴν οἰκίαν καὶ τὰ διαφανῆ Λακωνικά. Τοσαύτη γὰρ ἦν αὐτῶν ἡ περὶ τὴν ἀσέλγειαν σπουδή, ὡς μὴ μόνον τοῖς ἐγχωρίοις κεχρῆσθαι, ἀλλὰ καὶ πόρρωθεν καὶ ἐκ τῆς ἀλλοτρίας αὐτὰς συλλέγειν καὶ διαποντίους ἀποδημίας ὑπὲρ αὐτῶν στέλλεσθαι. Πολὺ γὰρ τὸ μέσον τῆς Παλαιστίνης καὶ τῆς Λακεδαίμονος καὶ πέλαγος ἄπειρον.

Οὐχ ἁπλῶς τοίνυν τὴν πατρίδα τέθεικεν, ἀφεὶς τὰ ἐσθήματα, ἀλλ᾽ ὥστε τὴν ὑπερβάλλουσαν αὐτῶν ἀκολασίαν ἐμφῆναι. Καὶ τὰ βύσσινα καὶ τὰ ὑακίνθινα καὶ τὰ κόκκινα καὶ τὴν βύσσον σὺν χρυσῷ καὶ ὑακίνθῳ συγκαθυφασμένην καὶ θέριστρα κατάκλειστα τοῦ χρυσίου. Οὐδὲν γὰρ εἶδος οὐκ ἐν ἱματίοις, οὐκ ἐν τῷ λοιπῷ κόσμῳ κατέλιπον, ἀλλὰ πᾶσαν ἐπῆλθον πολυτελείας ὁδόν, τῇ τῆς ἀσελγείας ἐκβακχευθεῖσαι τυραννίδι. Ταῦτα δὲ εἰ τότε ἐγκλήματα ἦν πρὸ τῆς χάριτος καὶ τῆς τοσαύτης φιλοσοφίας, ποίας ἂν τύχοιεν συγγνώμης αἱ πρὸς τὸν οὐρανὸν κληθεῖσαι νῦν καὶ εἰς μακρότερα σκάμματα καὶ πρὸς τὸν τῶν ἀγγέλων ἑλκόμεναι ζῆλον καὶ μετὰ πλείονος τῆς ὑπερβολῆς ταύτην νικῶσαι τὴν ἀσέλγειαν καὶ τὰς ἐπὶ τῆς σκηνῆς ἀποκρύπτουσαι; Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐδὲ ἁμαρτάνειν ἡγοῦνται. Διὸ καὶ πρὸς αὐτὰς ἀνάγκη τὴν τοῦ προφήτου φωνὴν ὁπλίσαι. Οὐ γὰρ δὴ μόνον πρὸς ἐκείνας, ἀλλὰ καὶ πρὸς ταύτας εἰρήσεται τὸ ἐπαγόμενον ὅτι Ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτός. Ὁρᾷς πῶς καὶ τὴν τῶν μύρων ἀλοιφὴν ἐκβάλλει καὶ μεγάλην αὐτῇ τίθησι τιμωρίαν;

Κονιορτὸν γὰρ ἐνταῦθά φησι τὸν αἰρόμενον μετὰ τὴν τῆς πόλεως κατασκαφὴν καὶ τὴν τῶν βαρβάρων ἔφοδον. Καὶ γὰρ καὶ πυρὶ καὶ σιδήρῳ τότε αὐτὴν διενείμαντο τὸ μὲν αὐτῆς κατασκάψαντες, τὸ δὲ ἐμπρησμῷ παραδόντες. Ταῦτα οὖν προλέγων ἔλεγεν ὅτι Ἀντὶ ὀσμῆς ἡδείας ἔσται σοὶ κονιορτὸς καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ· ὑπ᾽ ὄψιν ἄγων τῆς αἰχμαλωσίας τὸ σχῆμα καὶ τὴν ἐπὶ τὴν βάρβαρον χώραν ἀπαγωγήν. Καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς σου φαλάκρωμα ἕξεις· ἢ τῶν τριχῶν ἀπὸ τῆς ταλαιπωρίας ἀπορρυεισῶν ἢ τῶν πολεμίων τοῦτο ἐργαζομένων ἢ αὐτῶν ἑαυτάς. Ἔθος γὰρ ἦν τὸ παλαιὸν ἐν πένθει καὶ συμφορᾷ ἀποκείρεσθαι καὶ ξύρεσθαι. Καὶ γὰρ ὁ Ἰὼβ ἀπεκείρατο τὴν κεφαλήν, ἀκούσας τῶν παίδων τὴν συμφοράν. Καὶ προϊὼν ὁ προφήτης, μετὰ σάκκου καὶ κοπετοῦ καὶ ξύρησιν ἔφησε γενέσθαι. Καὶ ἄλλος πάλιν φησί· Καὶ ξυρῆσαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα σου τὰ τρυφερά. Καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον. Ἆρα οὐ δοκεῖ φοβερὰ εἶναι ταῦτα καὶ ἀφόρητα; Ἀλλ᾽ ἐφ᾽ ἡμῶν οὐ μέχρι τούτων στήσεται τὰ τῆς τιμωρίας, ἀλλὰ σκώληξ ἰοβόλος καὶ σκότος ἀτελεύτητον διαδέξεται.

Εἰ γὰρ ἐκείνους αἰχμαλωσία καὶ δουλεία καὶ τὰ ἔσχατα ἀνέμενε κακὰ ἀντὶ τοῦ καλλωπισμοῦ· ὅτι γὰρ τοῦτο ἀπῄτει δίκην καὶ ἰδικῶς τὴν ἁμαρτίαν ταύτην ἐκόλαζεν, ἄκουσον πῶς καταλέξας ἐκεῖνα, ἐπήγαγε καὶ τὴν αἰτίαν· Ταῦτά σοι ἀντὶ καλλωπισμοῦ· εἰ τοίνυν Ἰουδαῖαι γυναῖκες κεκαλλωπισμέναι τοσαύτην ὑπέμειναν τιμωρίαν, τῆς πατρίδος ἐκ βάθρων ἀνασπασθείσης, καὶ μετὰ τὴν πολλὴν τρυφὴν δοῦλαι καὶ αἰχμάλωτοι καὶ ἀπόλιδες εἰς τὴν ἀλλοτρίαν ἀπενεχθεῖσαι χώραν καὶ λιμῷ καὶ λοιμῷ καὶ θανάτοις παραδοθεῖσαι μυρίοις· πῶς οὐκ εὔδηλον ὅτι χαλεπώτερα ἡμεῖς πεισόμεθα τοῖς αὐτοῖς περιπίπτοντες;

Ὥσπερ γὰρ αἱ τιμαὶ μείζους, οὕτω καὶ αἱ τιμωρίαι βαρύτεραι. Εἰ δὲ μή τις μηδέπω τὸ τοιοῦτον ἔπαθε γυνὴ καλλωπισαμένη, μὴ θαρρείτω. Ἔθος γὰρ τῷ Θεῷ τοῦτο, τὰς τιμωρίας ὁρίζειν ἐφ᾽ ἑνὸς καὶ δευτέρου καὶ δι᾽ ἐκείνων νομοθετεῖν τοῖς λοιποῖς ἅπασι τὰ καταληψόμενα αὐτοὺς δεινά. Ἵνα δὲ καὶ σαφέστερον ὃ λέγω ποιήσω, ἥμαρτον ἁμαρτίαν χαλεπὴν οἱ τὰ Σόδομα οἰκοῦντές ποτε, ἔδοσαν δίκην τὴν ἐσχάτην, τῶν σκηπτῶν ἐκείνων κατενεχθέντων καὶ τῶν πόλεων καὶ τῶν δήμων καὶ τῆς γῆς αὐτοῖς σώμασιν ἐμπρησθέντων ἁπάντων. Τί οὖν; οὐδεὶς μετ᾽ ἐκείνους τὰ ἐκείνων ἐτόλμησε; Πολλοὶ μὲν οὖν καὶ πολλαχοῦ τῆς οἰκουμένης. Πῶς οὖν οὐδὲν τοιοῦτον ἔπαθον; Ὅτι ἑτέρᾳ χαλεπωτέρᾳ τηροῦνται τιμωρίᾳ. Διὰ γὰρ τοῦτο ἅπαξ αὐτὸ ποιήσας ὁ Θεὸς ἀπέστη, ἵνα οἱ τὰ αὐτὰ τολμῶντες, κἂν μὴ δῶσιν ἐνταῦθα δίκην, εἰδότες ὦσι σαφῶς ὅτι οὐδέποτε διαφεύξονται. Πῶς γὰρ ἂν ἔχοι λόγον, πρὸ μὲν τῆς χάριτος καὶ τοῦ νόμου καὶ μήτε προφητῶν μήτε ἄλλου τινὸς ἀκηκοότας, ἁμαρτόντας τοιαῦτα παθεῖν, τοὺς δὲ μετ᾽ ἐκείνους τοσαύτης ἀπολαύσαντας προνοίας καὶ μηδὲ τῷ παραδείγματι γενομένους σωφρονεστέρους, ὃ πολλῷ χαλεπωτάτην ποιεῖ τὴν ἁμαρτίαν, διαφυγεῖν τὴν ἐπὶ τοῦτο κειμένην δίκην; Πῶς οὖν οὐκ ἔδοσαν οὐδέπω καὶ σήμερον; Ἵνα μάθῃς ὅτι πολὺ χαλεπωτέρᾳ τηροῦνται τιμωηρίᾳ.

Ὅτι γὰρ ἔστι χαλεπώτερα Σοδόμων παθεῖν, ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρας ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ταύτῃ. Ὥστε κἂν καλλωπιζόμεναι νῦν γυναῖκες μὴ πάθωσιν, ἅπερ ἔπαθον αἱ τότε καλλωπισάμεναι, μὴ θαρρείτωσαν. Ἡ γὰρ ἀνοχὴ αὐτὴ καὶ ἡ μακροθυμία χαλεπωτέραν σωρεύει τοῦ πυρὸς τὴν κάμινον καὶ μείζονα τὴν φλόγα ἐργάζεται.

Τοῦτο καὶ ἐπὶ Ἀνανίου καὶ Σαπφείρας γέγονε. Καὶ γὰρ ἐκεῖνοι ἐν ἀρχῇ καὶ προοιμίῳ τοῦ κηρύγματος ὑφελόμενοι τῶν χρημάτων ἐκείνων, ἀθρόον ἀνηρπάσθησαν, μετὰ δὲ ἐκείνους πολλοὶ τοιαῦτα τολμήσαντες, οὐδὲν ἔπαθον. Πῶς οὖν ἂν ἔχοι λόγον τὸν δίκαιον κριτὴν καὶ πᾶσι τὰ ἴσα νέμοντα τοὺς μὲν ἧττον ἡμαρτηκότας κολάσαι, τοὺς δὲ χαλεπώτερα ποιήσαντας ἀφεῖναι; Οὐκ εὔδηλον ὅτι ἐπειδὴ ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην, διὰ τοῦτο ἀνεβάλλετο τὴν τιμωρίαν, ἵνα ἢ τῇ μακροθυμίᾳ γένωνται βελτίους ἢ τοῖς αὐτοῖς ἐπιμένοντες χαλεπώτερα πάθωσιν; Ὅταν τοίνυν ἁμαρτόντες τὰ αὐτὰ τοῖς ἤδη πεπλημμεληκόσι καὶ κολασθεῖσι, μὴ τὰ αὐτὰ πάθωμεν, μὴ θαρρῶμεν, ἀλλὰ μᾶλλον φοβώμεθα. Ὥσπερ γὰρ νόμον τὴν ἐπ᾽ ἐκείνων τιμωρίαν ἐξήνεγκεν ὁ Θεός, πᾶσι παραινῶν καὶ λέγων ὅτι διὰ τοῦτο τὸν ἐξ ἀρχῆς ἁμαρτόντα ἐκόλασα, ἵνα καὶ σὺ ὁ μετ᾽ ἐκείνους τοῦτο πλημμελῶν, τὰ αὐτὰ ἀναμένῃς, ἵνα μεταβάλῃ καὶ γένῃ βελτίων. Τοῖς γὰρ τοιούτοις ἁμαρτήμασι τοιαῦται κεῖνται τιμωρίαι, κἂν μὴ παραχρῆμα ἔρχωνται.

Τούτοις δὲ οὐχ ἁπλῶς ἐνδιέτριψα, ἀλλ᾽ ἐπειδὴ πονηρὸν νόσημα εἰς τὰς τῶν ἀνθρώπων εἰσῆλθεν οἰκίας διὰ τῆς τῶν γυναικῶν βλακείας, ὁ τῆς φιλοκοσμίας ἔρως, ὃς καὶ τὴν τῶν χρημάτων ἐπέτεινε τυραννίδα, εἰς ἀκαίρους δαπάνας τοὺς ἄνδρας ἐμβαλών, καὶ πολέμου καὶ στάσεως καὶ φιλονεικίας ὑπόθεσις γινόμενος καθημερινῆς καὶ τὰς τῶν πενήτων κατατείνων γαστέρας. Ὅταν γὰρ ἅπασαν τὴν οὐσίαν γυνὴ ἢ καὶ τὸ πλέον τῶν ὄντων εἰς τὴν τοῦ σώματος ὕβριν ἀναγκάζῃ τὸν ἄνδρα δαπανᾷν (ὕβρις γὰρ σώματος, τὸ περικείμενον χρυσίον), ἀνάγκη τὴν χεῖρα συστέλλεσθαι πρὸς τὴν τῆς ἐλεημοσύνης φιλοτιμίαν. Καὶ πολλὰ δὲ ἕτερα ἐκ τούτου τικτόμενα ἔστιν ἰδεῖν ἁμαρτημάτων εἴδη. Ἀλλὰ ταῦτα ἀφέντες τῇ πείρᾳ τῶν πασχόντων εἰδέναι σαφῶς, τῶν ἐχομένων ἁπτώμεθα.

Μετὰ γὰρ τὸ παραστῆσαι τῆς αἰχμαλωσίας τὸ σχῆμα καὶ εἰπεῖν ὅτι ἀντὶ τοῦ καλλωπισμοῦ ταύτην ἐπάγω, ἐπιτείνει τὴν συμφοράν, λέγων· Καὶ ὁ υἱός σου ὁ κάλλιστος, ὃν ἀγαπᾷς, μαχαίρᾳ πεσεῖται καὶ οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται. Τοῦτο γὰρ αἰχμαλωσίας χαλεπώτερον.

Καὶ γάρ ἐστι ζωὴ θανάτου πικροτέρα. Ὅταν γὰρ μετὰ τῆς δουλείας καὶ ἄωρα 〈τὰ〉 πένθη θρηνεῖν ἀναγκάζωνται, ἐννόησον ὅσον τῆς συμφορᾶς τὸ μέγεθος, τῶν καὶ καθ᾽ ἑαυτὰ πικρῶν ὄντων συναπτομένων ἀλλήλοις. Καὶ γὰρ εἰ αἰχμαλωσία μόνη ἦν, ἀφόρητον ἦν τὸ δεινόν· καὶ εἰ ἐν ἐλευθερίᾳ ζώντων τοιαῦτα συνέβαινε πένθη, θανάτου πικροτέρα ἦν ἡ ζωή. Ἀλλὰ νῦν ἀμφότερα ἔσται, φησί, συνημμένα ἀλλήλοις. Μᾶλλον δὲ διπλῆν δεῖ ταύτην καλεῖν συμφορὰν καὶ τριπλῆν καὶ τετραπλῆν, ὅταν καὶ υἱὸς καὶ κάλλιστος καὶ ποθούμενος καὶ ὑπὸ βαρβάρων, ἀλλὰ μὴ τῷ κοινῷ τῆς φύσεως καταλύῃ νόμῳ τὸν βίον· καὶ μετὰ τούτου καὶ οἱ ἐν ἡλικίᾳ πάντες, ὥστε μηδὲ ἐλπίδα αὐτοῖς εἶναι χρηστήν, ὅσον εἰς ἀνθρωπίνην ἧκε βοήθειαν καὶ συμμαχίαν.

Καὶ ταπεινωθήσονται καὶ πενθήσουσιν αἱ θῆκαι τοῦ κόσμου ὑμῶν καὶ καταλειφθήσῃ μόνη καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ. Διὰ πάντων αὔξει τὸν θρῆνον, ἐπιτείνει τὸν φόβον, ἀκμάζουσαν τὴν ἀγωνίαν ἐργάζεται, ὑπ᾽ ὄψιν ἄγει τὰ δεινά, εὐρύνει τῆς συμφορᾶς τὴν διήγησιν, πανταχοῦ περιτρέχων, πάντοθεν συνάγων τὰ λυπηρὰ διὰ τὴν τῶν ἀκουόντων ἀναισθησίαν. Ἀγαπητὸν γὰρ ἦν τοσαύταις κατασειομένας αὐτὰς ἀπειλαῖς ἀνενεγκεῖν καὶ λαβεῖν αἴσθησιν τῶν μελλόντων συμβήσεσθαι λυπηρῶν. Διὰ δὴ τοῦτο καὶ τοῦτο ἐπήγαγεν, ὃ σφόδρα ἐλεεινὸν εἶναι δοκεῖ, τὸ χρυσίου θήκην ὁρᾶν κεκενωμένην, ὑπόμνημα τῆς παλαιᾶς εὐπραγίας, διὰ τῆς ὄψεως ἀκμάζουσαν διατηροῦν τὴν ἀλγηδόνα. Καὶ γὰρ τότε μάλιστα δάκνειν ἡμᾶς εἰώθασιν αἱ συμφοραί, ὅταν αὐτὰς ταῖς προτέραις παραβάλλωμεν εὐημερίαις· καὶ ἡ σύγκρισις χαλεπώτερον τὸ ἕλκος ἐργάζεται. Τοῦτο γοῦν ποτε καὶ ὁ Ἰὼβ θρηνῶν ἔλεγε· Τίς ἄν με θείη μῆνας μετὰ μῆνας ἡμερῶν τῶν ἔμπροσθεν; καὶ διηγεῖται τὸν πλοῦτον ἅπαντα καὶ τὰ ὥσπερ ἐκ πηγῶν ἐπιρρέοντα ἀγαθά, τὰς τιμάς, τὰς προσόδους, τὴν περιφάνειαν ἅπασαν, ὥστε τῇ συγκρίσει τούτων πολλῷ χαλεπώτερα δεῖξαι τὰ παρόντα καὶ κατειληφότα αὐτὸν δεινά. Ὃ δὴ καὶ ὁ προφήτης νῦν ἐποίησε, τῶν θηκῶν ἀναμνήσας, καὶ οὐδὲ τούτοις ἀρκεσθείς, ἀλλὰ καὶ εἰσαγαγὼν αὐτὰς πενθούσας.

Ἐμφαντικώτερον γὰρ τοῦτο τοῦ λόγου τὸ εἶδος, ὅταν τοιαύτας ἐργάζηται προσωποποιίας. Ἤδη γοῦν καὶ ἀμπέλους εἰσάγει θρηνούσας, καὶ οἶνον, ὥστε μᾶλλον καθικέσθαι τῶν ἀκροωμένων καὶ τῆς παχύτητος αὐτῶν καθάψασθαι. Τί δέ ἐστι, Καταλειφθήσῃ μόνη; Καὶ συμμάχων, φησί, καὶ τῆς τοῦ Θεοῦ προνοίας ἐρημωθεῖσα καὶ τῆς ἄλλης περιφανείας γυμνωθεῖσα πάσης καὶ πανταχόθεν ὑπὸ τῶν πολεμίων κυκλουμένη καὶ ἐν μέσοις ἀπειλημμένη βαρβάροις.

Εἶτα τὴν ὑπερβολὴν τῆς ταπεινώσεως παραστῆσαι θέλων, φησί· Καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ. Οὐδὲ πέσῃ εἶπεν, οὐδέ· Κατενεχθήσῃ, ἀλλ᾽ ἑτέρᾳ λέξει σαφέστερον ἐνδεικνυμένῃ τὴν εὐτέλειαν αὐτῆς ἅπασαν ἀπεχρήσατο.

ΚΕΦΑΛ. Δʹ Καὶ ἐπιλήψονται ἑπτὰ γυναῖκες ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνθρώπου ἑνὸς λέγουσαι· τὸν ἄρτον ἡμῶν φαγόμεθα καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα· πλὴν τὸ ὄνομά σου κεκλήσθω ἐφ᾽ ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν.

Τὴν ἐκ τοῦ πολέμου συμβᾶσαν ὀλιγανθρωπίαν ἐμφῆναι βούλεται καὶ πῶς εἰς ἐλάχιστον περιέστη ὁ δῆμος τῶν Ἰουδαίων. Οὐδὲ γὰρ προστασίας ἔφησαν δεῖσθαι τῆς ταῖς γυναιξὶ προσηκούσης ὑπὸ ἀνδρῶν παρέχεσθαι, ἀλλὰ ἀτελῆ τῆς λειτουργίας αὐτὸν ἀφεῖναι ταύτης καὶ στέργειν καὶ ἀγαπᾶν, εἰ ἁπλῶς γοῦν καὶ ὡς ἔτυχε τοῦ τῆς χηρείας ἀπαλλάγειεν ὀνόματος. Τοῦτο γάρ ἐστιν· Ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν· ἐπειδὴ τὸ παλαιὸν ὄνειδος εἶναι τοῦτο ἐδόκει.