Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἠσαΐαν

Ἰωάννης ὁ Χρυσόστομος

Η καταδίκη της μέθης, η διαστροφή της ηθικής και η εχθρική επιδρομή (Κεφάλαιο 5)

Καταδικάζονται η μέθη, η τρυφή και η αντιστροφή των ηθικών αξιών. Περιγράφεται η ταπείνωση των υπεροπτών, το αναπόδραστο της θείας τιμωρίας και η ορμητική επιδρομή των ξένων εθνών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 10 από 16

Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ. Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. Μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσι· τὰ δὲ ἔργα τοῦ Θεοῦ οὐκ ἐμβλέπουσι καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι. Κατηγορήσας αὐτῶν πλεονεξίαν πολλήν, καὶ τὴν ῥίζαν τοῦ κακοῦ τίθησιν. Αὕτη δὲ ἦν ἡ μέθη, μυρίων γινομένη κακῶν ὑπόθεσις, καὶ μάλιστα ὅταν μετὰ τοσαύτης τολμᾶται τῆς ὑπερβολῆς.

Σκόπει γοῦν, πῶς μετὰ ἀκριβείας αὐτοὺς κωμῳδεῖ. Πᾶσαν γὰρ τὴν ἡμέραν εἰς τοῦτο δαπανᾶσθαί φησιν. Οὐ γὰρ ὅταν ἀριστοποιεῖσθαι δέῃ, τοῦτο πράττουσι, φησίν, ἀλλὰ πάντα τὸν καιρὸν μέθης ποιοῦντες καιρὸν καὶ ἐκ προοιμίων τῆς ἡμέρας, ὅτε μάλιστα αὐτοῖς προσέχειν ἐχρῆν, πολλῷ τῷ ἀκράτῳ διδόντες ἑαυτοὺς καὶ ἄκοντες λοιπὸν καὶ μέχρι τῆς ἑσπέρας ἐναπομένοντες τῷ νοσήματι.

Ἐπειδὰν γὰρ ἅπαξ φθάσωσι καταποντισθῆναι εἰς τὸν τῆς ἀκρασίας βυθὸν καὶ τῶν κατὰ φύσιν ἐκπέσωσι φρενῶν καὶ τὴν ψυχὴν αἰχμάλωτον τῇ πονηρᾷ τῆς μέθης παραδῶσι τυραννίδι, καθάπερ πλοῖον ἀνερμάτιστον καὶ κυβερνήτου καὶ ναυτῶν ἀπεστερημένον, ἁπλῶς καὶ εἰκῆ φέρεται, τῇ τῶν ὑδάτων ἀτάκτῳ ῥύμῃ πανταχοῦ περιαγόμενον· τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι ὑπὸ τῆς μέθης ὑποβρύχιοι γενόμενοι. Διό φησιν· Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ σίκερα διώκοντες. Οὐ γὰρ τὴν χρείαν ἐπλήρουν, οὐδὲ ἀνέμενον ἐπιθυμίας γενομένης πληρῶσαι τὴν ἔνδειαν, ἀλλ᾽ ἔργον ἐποιοῦντο τοῦτο καὶ μελέτην, τὸ διηνεκῶς μεθύειν.

Διό φησιν· Οἱ διώκοντες τὸ σίκερα. Σίκερα δὲ ἐνταῦθά φησι τῶν φοινίκων τὸν ὀπόν, ὃν ἐπετήδευον, συντρίβοντες τὸν καρπὸν καὶ καταθλῶντες, εἰς οἴνου μετασχηματίζειν φύσιν. Καρωτικὸν δέ ἐστι τὸ τοιοῦτον καὶ μέθης ἐργαστικόν. Ἀλλ᾽ οὐδὲν ὑφωρῶντο τούτων ἐκεῖνοι, τὴν ἡδονὴν πανταχοῦ διώκοντες μόνον. Οἱ μένοντες τὸ ὀψέ.

Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. Τοιαύτη γὰρ τῆς μέθης ἡ φύσις· προϊοῦσα αὔξεται, καὶ χαλεπώτερον τὸ δίψος ποιεῖ. Εἶτα καὶ ἕτερον οὐκ ἔλαττον ἔγκλημα τοῦ προτέρου προστίθησι, λέγων· Μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν οἶνον πίνουσι. Τοῦτο καὶ ἕτερος ἐγκαλεῖ προφήτης λέγων· Οἱ πίνοντες τὸν διυλισμένον οἶνον καὶ τὰ πρῶτα μύρα χριόμενοι, οἱ κροτοῦντες πρὸς τὴν φωνὴν τῶν ὀργάνων. Ὡς ἑστῶτα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα. Καὶ γὰρ ἐσχάτης ἀναλγησίας τοῦτο σημεῖον καὶ ψυχῆς ἐκλελυμένης, τὸ θέατρον ποιεῖν τὴν οἰκίαν τὴν ἑαυτοῦ καὶ τοιούτοις ᾄσμασιν ἑαυτοὺς ἐκδιδόναι. Ὅπερ γὰρ ἡ μέθη ποιεῖ σκοτοῦσα, τοῦτο ἡ μουσικὴ μαλάττουσα τὸ εὔτονον τῆς διανοίας καὶ κατακλῶσα τῆς ψυχῆς τὴν ἀνδρείαν καὶ ἐπὶ μείζονας ἐξάγουσα ἀσελγείας. Τὰ δὲ ἔργα τοῦ Θεοῦ οὐκ ἐμβλέπουσι καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσιν. Ἢ τὰ θαύματα αὐτοῦ φησιν, ἢ τῆς κτίσεως τὴν θεωρίαν. Πῶς δ᾽ ἂν δύναιντο γενέσθαι θεαταί, τὴν μὲν ἡμέραν νύκτα ἐργαζόμενοι, τὴν δὲ νύκτα τῶν νεκρῶν οὐδὲν ἄμεινον διακείμενοι; πῶς δυνήσονται ἥλιον ἰδεῖν ἀνατέλλοντα καὶ οὐρανοῦ κάλλος λάμπρον καὶ τὸν ποικίλον τῶν ἄστρων ἐν ἑσπέρᾳ χορὸν καὶ τὴν ἄλλην τῆς κτίσεως εὐταξίαν τε καὶ διακονίαν, τῶν ἔξωθεν καὶ τῶν ἔνδοθεν ὀφθαλμῶν ἀπεστερημένοι;

Οὐ μικρὸν οὖν τοῦτο ἠδίκηνται, τὸ ἀθέατοι τῶν τοῦ Θεοῦ θαυμάτων ἐκ τοῦ παρόντος ἀπελθεῖν βίου, πάντα τὸν χρόνον ἐν τῷ σκότει τῆς μέθης κατορωρυγμένοι.

Τοίνυν αἰχμάλωτος ἐγενήθη ὁ λαός μου, διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν Κύριον. Πάλιν τὸ μέλλον ὡς γεγενημένον ἀπαγγέλλει καὶ τιμωρίαν ἐπάγει τῇ πλημμελείᾳ ταύτῃ. Ἱκανὴ μὲν γὰρ καὶ αὐτὴ ἡ μέθη ἀντὶ πάσης γενέσθαι κολάσεως, θορύβους ἐμποιοῦσα τῇ ψυχῇ, ζόφου πληροῦσα τὴν διάνοιαν, αἰχμάλωτον καθιστῶσα αὐτήν, μυρίων αὐτοὺς ἐμπιπλῶσα νοσημάτων τῶν ἔνδοθεν, τῶν ἔξωθεν. Οἶδε τοῦτο καὶ Παῦλος ὅτι κακία ἀντὶ τιμωρίας γίνεται· διό φησι· Καὶ τὴν ἀντιμισθίαν, ἣν ἔδει, τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες. Ἀλλ᾽ ἐπειδὴ καὶ τοῦτο τῆς ἀναισθησίας αὐτῶν, τὸ κολάζεσθαι καὶ μηδὲ αἰσθάνεσθαι, τὸ νοσεῖν καὶ μηδὲ εἰδέναι ὅτι νοσοῦσιν, ἐπάγει καὶ τὴν ἔξωθεν τιμωρίαν λέγων· Τοίνυν αἰχμάλωτος ἐγενήθη ὁ λαός μου, διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν Κύριον. Καὶ πλῆθος ἐγενήθη νεκρῶν διὰ λιμὸν καὶ δίψαν ὕδατος. Ὅρα καὶ ἐν τῇ τιμωρίᾳ πολλὴν τὴν νουθεσίαν καὶ οὐκ ἀθρόον τὴν βαθυτάτην ἐπαγομένην τομήν.

Οὐ γὰρ εὐθέως τὴν αἰχμαλωσίαν ἐπήγαγεν, ἀλλὰ λιμὸν πρότερον καὶ αὐχμόν, ἵνα οἴκοι μένοντες γένωνται βελτίους, μηδὲ ἀνίατα νοσοῦντες ἐφελκύσωνται τὸ τῶν βαρβάρων στρατόπεδον. Ἐπειδὴ δὲ οὐκ εἶξαν, οὐδὲ ἐκέρδαναν ἐντεῦθεν, ἐπάγει λοιπὸν τὴν ἐσχάτην τιμωρίαν αὐτοῖς. Ἀλλ᾽ ὅμως πρὸ ἐκείνων ταύτην ἐπαίρει καὶ ἐξογκοῖ τῷ λόγῳ τὴν τοῦ λιμοῦ, λέγων· Ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ· οὐχ ὡς ψυχὴν τοῦ ᾅδου ἔχοντος, ἀλλὰ προσωποποιεῖ τὴν ἀπειλήν, ἐμφατικώτερον τὸν λόγον ποιῆσαι βουλόμενος καὶ τὸν φόβον ἀκμάζοντα ἐναποθέσθαι τῇ διανοίᾳ τῶν ἀκουόντων.

Διὸ καὶ ἐπιμένει λέγων· Καὶ διήνοιξε τὸ στόμα αὐτοῦ, τοῦ μὴ διαλιπεῖν· ὡς περὶ θηρίου τινὸς διηγούμενος καὶ ἐγγὺς αὐτῶν τὴν εἰκόνα τῶν πραγμάτων ἄγων. Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐκ ἤνοιξε τὸ στόμα μόνον, ἀλλὰ καὶ μένει κεχηνὼς καὶ κόρον οὐ λαμβάνων τῶν ἐν αὐτῷ κατορυττομένων.

Καὶ καταβήσονται εἰς αὐτὸν οἱ ἔνδοξοι καὶ οἱ μεγάλοι καὶ οἱ πλούσιοι καὶ οἱ λοιμοὶ αὐτῆς. Εἶτα, ἵνα μάθῃς, ὅτι οὐ κατὰ φύσεως ἀκολουθίαν τὸ γινόμενον ἦν, ἀλλὰ θεήλατος ἦν ἡ πληγὴ καὶ ψῆφος ἐκ τῶν οὐρανῶν κατενεχθεῖσα, τοὺς ἐν περιφανείᾳ, τοὺς ἐν δυναστείᾳ, τοὺς πάντα συγχέοντας, καὶ ἄνω καὶ κάτω τὰ τῶν Ἰουδαίων ποιοῦντας πράγματα, τούτους ἐκεῖ καταβήσεσθαι ἔφησε.

Λοιμοὺς δὲ εἰκότως αὐτοὺς καλεῖ, ἅτε οὐ μέχρι ἑαυτῶν τὴν κακίαν διατηροῦντας, ἀλλὰ καὶ εἰς ἄλλους τὴν νόσον διαβιβάζοντας. Τοιαύτη γὰρ ἡ τοῦ λοιμοῦ φύσις· ἐπειδὰν ἄφ᾽ ἑνὸς ἄρξηται σώματος, ὁδῷ βαδίζουσα τὸ λοιπὸν ἐπινέμεται πλῆθος. Καὶ ὁ ἀγαλλιώμενος ἐν αὐτῇ. Ὁ τρυφῶν, ὁ σκιρτῶν, ὁ νομίζων ἀκίνητα ἔχειν τὰ ἀγαθὰ καὶ αὐτὸς ἐμπεσεῖται καὶ ἁλώσεται.

Καὶ ταπεινωθήσεται ἄνθρωπος καὶ ἀτιμασθήσεται ἀνήρ. Καὶ οἱ ὀφθαλμοὶ οἱ μετέωροι ταπεινωθήσονται. Καὶ ὑψωθήσεται Κύριος Σαβαὼθ ἐν κρίματι. Ὅρα πάλιν Θεοῦ κηδεμονίαν. Οὐ γὰρ πανωλεθρίαν ἐργάζεται, οὐδὲ ὅλον ἐκ μέσου τὸν δῆμον αὐτῶν ἀνάρπαστον ποιεῖ, ἀλλ᾽ ἀφίησί τινας, ὥστε τῇ τιμωρίᾳ τῶν ἀπελθόντων γενέσθαι βελτίους. Τοῦτο γοῦν αἰνιττόμενος ἔφησεν, ὅτι Ταπεινωθήσονται, τουτέστιν, οἱ μένοντες, οἱ ὑπολιμπανόμενοι.

Καὶ ὑψωθήσεται Κύριος Σαβαὼθ ἐν κρίματι, καὶ ὁ Θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ. Δύο τίθησιν ἀγαθά, ὅτι κἀκεῖνοι τῆς φλεγμονῆς ἀπαλλαγήσονται καὶ ἔσονται βελτίους καὶ ὁ Θεὸς θαυμασθήσεται παρὰ πᾶσιν· τοῦτο γάρ ἐστιν· Ὑψωθήσεται καὶ δοξασθήσεται· διὰ τῆς κολάσεως αὐτῆς, διὰ τῆς τιμωρίας. Τί δέ ἐστιν· Ἐν κρίματι;

Διὰ τῆς ἐκδικήσεως. Καὶ βοσκηθήσονται οἱ διεσπαρμένοι ὡς ταῦροι καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγονται. Τὴν ὀλιγότητα ἐνταῦθα αἰνίττεται τῶν ὑπολειφθέντων καὶ τὴν ἐπιτεταμένην ἐρημίαν τῆς χώρας.

Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὐτῶν ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας αὐτῶν. Οἱ λέγοντες· Τὸ τάχος ἐγγισάτω, ἃ ποιήσει ὁ Θεός, ἵνα ἴδωμεν· καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραήλ, ἵνα γνῶμεν. Τῶν προφητῶν ἀπειλούντων συνεχῶς καὶ τὰ φοβερὰ προαναφωνούντων, οἱ ψευδοπροφῆται πρὸς χάριν διαλεγόμενοι καὶ τοῦ δήμου τὸν τόνον ἐκλύοντες τὰ μὲν ἐκείνων ἔφασκον εἶναι ψευδῆ, τὰ δὲ αὐτῶν ἀληθῆ. Πολλοὶ τοίνυν ἀπατώμενοι ἠπίστουν καὶ αὐτοῖς τοῖς ῥήμασιν. Εἶτα ἐπειδὴ αἱ προφητεῖαι οὐχ ὁμοῦ τε ἐλέγοντο καὶ ἐξέβαινον· προφητείας γὰρ ἦν φύσις τὸ πρὸ πολλοῦ χρόνου τὰ μέλλοντα ἐκβήσεσθαι προαναφωνεῖν· ἐπεὶ οὖν συνεχῶς μὲν ἔλεγον οἱ προφῆται τοὺς λιμούς, τοὺς λοιμούς, τοὺς πολέμους, ἐπὶ δὲ τῶν ἔργων αὐτὰ οὐκ ἐδείκνυον, τέως τὴν τοῦ χρόνου μέλλησιν ἀφορμὴν εἰς ἀπιστίαν λαμβάνοντες οἱ πολλοὶ τῶν ἠπατημένων ἔλεγον· Ἐλθέτω τὰ λεγόμενα· εἰ ἀληθεύετε, ἐγγισάτω τὰ πράγματα· δείξατε ἡμῖν ἐπὶ τῶν ἔργων τὴν βουλὴν τοῦ Θεοῦ. Ἐπεὶ οὖν τὴν αὐτοῦ μακροθυμίαν ὑπόθεσιν ἀπιστίας ἐποιοῦντο καὶ ἐντεῦθεν προσετίθεσαν αὐτῶν τοῖς ἁμαρτήμασι, τό τε ἀπιστεῖν, τό τε διὰ τὴν ἀπιστίαν ῥᾳθυμότεροι γίνεσθαι, εἰκότως αὐτοὺς ὁ προφήτης θρηνεῖ λέγων ὅτι καθάπερ σχοινίῳ μακρῷ, οὕτως ἕλκετε καθ᾽ ἑαυτῶν τὴν ὀργὴν τοῦ Θεοῦ, καὶ αὔξετε ὑμῖν τὴν πονηρίαν.

Ἐπειδὴ γὰρ ἀπιστεῖτε τοῖς λεγομένοις ῥήμασιν, λείπεται λοιπὸν τὴν διὰ τῶν ἔργων ἐπενεχθῆναι πεῖραν ὑμῖν. Ὥστε οἱ τὰ κακὰ ἐπισπώμενοι ὑμεῖς ἐστε, οἱ τοῖς λεγομένοις ἀπιστοῦντες. Διὰ τοῦτό φησιν· Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὐτῶν· τουτέστι, τὴν ἀντίδοσιν τῶν ἁμαρτημάτων. Ὡς σχοινίῳ μακρῷ πόρρωθεν ἕλκετε, φησί, τὴν ὡρισμένην τοῖς ἁμαρτήμασιν ὑμῶν δίκην καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας αὐτῶν, δαμάλεως ὑπὸ ζυγὸν οὔσης, ἵνα εἴπῃ τὸ εὔτονον, τὸ μετὰ σπουδῆς. Ὡς ἐάν τις ἱμάντι εὐτόνῳ ἐφελκύσαιτό τι, οὕτως ὑμεῖς διὰ τῆς ἀπιστίας ἐφέλκεσθε καθ᾽ ὑμῶν τοῦ Θεοῦ τὴν ὀργήν. Εἶτα λέγει καὶ πῶς ἐφέλκονται· Οἱ λέγοντες· Τὸ τάχος ἐγγισάτω ἃ ποιήσει ὁ Θεός, ἵνα ἴδωμεν. Ὃ καὶ ἕτερος προφήτης ἐγκαλεῖ λέγων· Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου. Καὶ ἵνα τί ὑμῖν ἡ ἡμέρα αὕτη; Καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς καὶ γνόφος οὐκ ἔχων φέγγος αὐτῆς. Καὶ γὰρ καὶ ἐκεῖνοι ἀπιστοῦντες ἔλεγον· πότε ἥξει ἡ ἡμέρα τῆς κολάσεως καὶ τῆς τιμωρίας;

Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καὶ τὸ καλὸν πονηρόν· οἱ τιθέντες τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς· οἱ τιθέντες τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ. Πάλιν περὶ τῶν αὐτῶν διαλέγεται. Ἐπειδὴ τοὺς μὲν προφήτας ὕβριζον καὶ ἀπατεῶνας ἔλεγον, τοὺς δὲ ψευδοπροφήτας ἐτίμων καὶ ἀνέστρεφον τῶν πραγμάτων τὴν τάξιν, ταλανίζει αὐτοὺς ἐπὶ τῇ κρίσει τῇ διεφθαρμένῃ. Οὐαί, φησίν, οἱ λέγοντες τὸ πονηρὸν καλόν, τουτέστι, τὴν ψευδοπροφητείαν καὶ τὸ καλὸν πονηρόν, τὴν προφητείαν· οἱ τιθέντες τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς· οἱ τιθέντες τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ. Εἰ γὰρ καὶ φορτικά, φησί, τὰ ῥήματα, ἀλλ᾽ οὐδὲν γλυκύτερον τῶν προφητῶν, τῇ τῶν ῥημάτων ἀπειλῇ τὴν διὰ τῶν πραγμάτων ἀποκρουομένων πεῖραν. Εἰ καὶ γλυκέα τὰ τῶν ψευδοπροφητῶν, ἀλλ᾽ οὐδὲν αὐτῶν πικρότερον, τῇ χάριτι τῶν λόγων τὴν διὰ τῶν ἔργων ἐπαγόντων ἀπειλήν.

Εἶδες προφήτου σοφίαν, πῶς ἀνέστρεψεν αὐτῶν τὴν ὑπόνοιαν. Ἐπειδὴ γὰρ τοῖς μὲν ὡς πικρότατα φθεγγομένοις οὐ προσεῖχον, τοῖς δὲ ὡς προσηνεστάτοις καὶ γλυκύτητα πολλὴν ἔχουσιν, ἔφησεν, ὅτι τοὐναντίον μὲν οὖν ἐστι· πολὺ τῶν προφητῶν τὸ μέλι, πολλὴ δὲ τῶν ψευδοπροφητῶν ἡ πικρία· οὕτω καὶ ἐπὶ τοῦ φωτὸς καὶ τοῦ σκότους τὸν λόγον μεταχειριστέον ἡμῖν. Οἱ μὲν γὰρ πρὸς τὴν πλάνην ἦγον, οἱ δὲ πρὸς τὴν ἀλήθειαν ἐχειραγώγουν· καὶ οἱ μὲν τῷ ζόφῳ τῆς αἰχμαλωσίας μονονουχὶ τὰς χεῖρας δήσαντες παρεδίδοσαν, οἱ δὲ ὅπως ἐν τῷ φωτὶ τῆς ἐλευθερίας ἀγάγωσι, πάντα ἔπραττον. Ἐπεὶ οὖν τὰς ἐναντίας περὶ τούτων δόξας εἶχον καὶ τὰς οὐ προσηκούσας, εἰκότως αὐτοὺς διορθοῦται λέγων· Οἱ τιθέντες τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς.

Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον αὑτῶν ἐπιστήμονες. Οὐ μικρὸν καὶ τοῦτο ἐλάττωμα, τὸ σοφόν τινα νομίζειν ἑαυτὸν καὶ τοῖς ἑαυτοῦ λογισμοῖς τὸ πᾶν ἐπιτρέπειν. Καὶ γὰρ ἐντεῦθεν ἐκεῖνο γίνεται· [λέγω δὴ τὸ φάσκειν τὸ πονηρὸν καλόν, καὶ τὸ καλὸν πονηρόν, καὶ τὰ ἑξῆς]. Τοῦτο καὶ ὁ Παῦλος τοῖς ἔξω φιλοσόφοις ἐγκαλῶν ἔλεγεν ὅτι Φάσκοντες εἶναι σοφοί, ἐμωράνθησαν.

Ἐντεῦθεν γὰρ ἐμωράνθησαν, καὶ ὁ παροιμιώδης λόγος πάλιν φησίν· Εἶδον ἄνθρωπον δοκοῦντα εἶναι σοφὸν παρ᾽ ἑαυτῷ· ἐλπίδα δὲ ἔχει μᾶλλον ὁ ἄφρων αὐτοῦ. Τοῦτο καὶ Παῦλος ἐγκαλεῖ πάλιν λέγων· Μὴ γίνεσθε φρόνιμοι παρ᾽ ἑαυτοῖς· καὶ πάλιν· Εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, γενέσθω μωρός, ἵνα γένηται σοφός. Μὴ τῇ οἰκείᾳ σοφίᾳ, φησί, μηδὲ τοῖς ἑαυτοῦ ἐπιτερπέσθω λογισμοῖς, ἀλλ᾽ ἐκείνους κατευνάσας, ἐκδιδότω τὴν ψυχὴν τῇ τοῦ Πνεύματος διδασκαλίᾳ. Ἐπεὶ οὖν καὶ παρὰ Ἰουδαίοις τοιοῦτοί τινες ἦσαν ὑπερορῶντες μὲν τῶν προφητῶν ὡς ποιμένων καὶ αἰπόλων, βουλόμενοι δὲ σοφίζεσθαι οἴκοθεν, ὃ καὶ ἀπονοίας αὐτοῖς ὑπόθεσις ἐγίνετο, καὶ τοῦ καταφρονεῖν τῶν λεγομένων, εἰκότως αὐτοὺς θρηνεῖ λέγων· Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον αὑτῶν ἐπιστήμονες.

Οὐαὶ οἱ ἰσχύοντες ὑμῶν, οἱ τὸν οἶνον πίνοντες καὶ οἱ δυνάσται, οἱ κιρνῶντες τὸ σίκερα. Μὴ θαυμάσῃς, εἰ πρὸ μικροῦ τοσαῦτα κατὰ μέθης εἰπών, πάλιν τὸν αὐτὸν ἐπαναλαμβάνει λόγον. Ἐπειδὴ γὰρ χαλεπὸν τὸ ἕλκος καὶ δύσεικτον, διὰ τοῦτο καὶ συνεχῶς ἐπαντλεῖν ἔδει. Χαλεπὸν δὲ καὶ δύσεικτον, τῷ μὴ δοκεῖν παρὰ τοῖς πολλοῖς ἁμάρτημα εἶναι, πάντων ἁμαρτημάτων χαλεπώτερον ὂν καὶ μυρία βλαστάνον νοσήματα. Διό φησιν· Οἱ τὸν οἶνον πίνοντες καὶ οἱ δυνάσται, οἱ κιρνῶντες τὸ σίκερα. Διπλοῦς ὁ κρημνός, τυραννὶς μέθης καὶ δυναστείας ὑπερβολή. Πᾶσι μὲν γὰρ ἀνθρώποις λογισμοῦ χρεία, μάλιστα δὲ τοῖς ἐν ἀξιώμασι καὶ δυναστείαις οὖσιν, ὥστε μή, καθάπερ ἀτάκτων ὑδάτων ῥύμῃ τινί, τῷ τῆς ἀρχῆς ἐκφερομένους ὄγκῳ κατακρημνίζεσθαι.

Οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες ἀπ᾽ αὐτοῦ. Διπλοῦν τὸ ἔγκλημα πάλιν, τὸ τὸν ὑπεύθυνον ἀφιέναι καὶ τὸν ἀνεύθυνον καταδικάζειν. Ἑκατέρου ἁμαρτήματος ἡ ῥίζα δωροδοκία.

Διὰ τοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνημμένης. Τὸ ταχὺ τῆς τιμωρίας, τὸ εὔκολον τῆς κολάσεως παρίστησι, διὰ τῆς εἰκόνος τὴν πανωλεθρίαν αὐτῶν δηλῶν. Ἅπαντα γὰρ ταῦτα ἡ φλὸξ καὶ οἱ ἄνθρακες καὶ ἡ καλάμη καὶ τὰ ἑξῆς ἡμῖν παρεδήλωσεν.

Ἡ ῥίζα αὐτῶν ὡς χνοῦς ἔσται καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται. Τὰ πεπηγότα καὶ τὰ βέβαια ἀπολεῖται καὶ διαχυθήσεται τὰ λαμπρὰ καὶ τὰ φαιδρὰ οἰχήσεται καὶ διαρρυήσεται. Οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαὼθ ποιεῖν, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου παρώξυναν.

Λόγιον τὸν νόμον λέγει. Καὶ ἐθυμώθη Κύριος Σαβαὼθ ὀργῇ ἐπὶ τὸν λαὸν αὐτοῦ· καὶ ἐπέβαλε τὴν χεῖρα αὐτοῦ ἐπ᾽ αὐτοὺς καὶ ἐπάταξεν αὐτούς. Καὶ παρωξύνθη ἐπὶ τὰ ὄρη καὶ ἐγένετο τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. Καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλ᾽ ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλή. Πόλεμον ἐνταῦθα αἰνίττεται χαλεπόν, ὃς οὐδὲ ταφῇ τὰ σώματα συγχωρήσει παραδοθῆναι, οὐχ ἵνα ἐκεῖνοι κόλασιν δῶσιν, ἀλλ᾽ ἵνα οἱ ζῶντες ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς τῆς οἰκείας ἀποτέμνωνταί τι κακίας.

Καὶ ὅρα πῶς χαλεπώτερον τὸν λόγον ἐποίησεν. Οὐ γὰρ εἶπεν ὅτι οὐκ ἐτάφησαν, ἀλλ᾽ ὅτι κόπρου πάσης ἀτιμότερον ἐρριμμένοι ἦσαν οἱ τετελευτηκότες, ὃ τοῖς ζῶσι φρικωδέστερον ἁπάντων εἶναι δοκεῖ καὶ τῆς τελευτῆς αὐτῆς χαλεπώτερον. Καὶ τὸ δὴ χεῖρον, ὅτι οὐδὲ τούτων γινομένων, φησίν, ἐπιεικέστεροι γεγόνασιν, ἀλλὰ τοῖς αὐτοῖς ἐπιμένουσιν. Ἐπεὶ οὖν οὐδὲν βελτίους ἐγένοντο, ἀπειλεῖ πάλιν αὐτοῖς τὴν χαλεπωτάτην ἐκείνην πληγὴν τὴν τῶν βαρβάρων. Διὸ καὶ ἐπάγει λέγων· Τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσι τοῖς μακράν.

Ἵνα μὴ τῆς ὁδοῦ τὸ μῆκος εἰς ῥᾳθυμίαν αὐτοὺς ἐμβάλλῃ, φησὶν ὅτι οὕτω τῷ Θεῷ ῥᾴδιον ἀγαγεῖν αὐτούς, ὡς τῷ τὸ σύσσημον αἴροντι καὶ τοὺς παρεσκευασμένους καὶ ἑτοίμους ἐξάγοντι πρὸς παράταξιν, ὅπερ καὶ ἐπὶ τῶν ἵππων γίνεται τῶν ἁμιλλατηρίων. Ὁμοῦ τε γὰρ τὸ σύμβολον τῆς ἀφέσεως αἴρεται κἀκεῖνοι τῶν βαλβίδων ἐκπηδῶσιν εὐθέως.

Δύο τοίνυν ἐνταῦθα ὁ προφήτης αἰνίττεται, ὅτι καὶ εὔκολον αὐτοὺς ἐλθεῖν, τοῦ Θεοῦ καλοῦντος, καὶ πάλαι ἂν ἦλθον, εἰ μὴ ἡ πολλὴ κατεῖχεν αὐτοὺς μακροθυμία. Εἶτα τῇ ἐπεξηγήσει πλείονα τὴν εὐκολίαν ἐνδείκνυται λέγων.

Καὶ συριεῖ αὐτοὺς ἀπ᾽ ἄκρου τῆς γῆς. Μὴ θαυμάσῃς δέ, εἰ περὶ Θεοῦ διαλεγόμενος, οὕτω παχυτάταις κέχρηται λέξεσι· πρὸς γὰρ τὴν ἄνοιαν τῶν ἀκουόντων σχηματίζει τὰ ῥήματα, ἓν βουλόμενος δεῖξαι διὰ πάντων, ὅτι καὶ τῷ Θεῷ ῥᾴδιον τοῦτο καὶ ὅτι πάντως ἀπαντήσονται· διὸ καὶ ἐπήγαγε λέγων· Καὶ ἰδοὺ ταχὺ κούφως ἔρχονται. Οὐ πεινάσουσιν, οὐδὲ κοπιάσουσιν, οὐδὲ νυστάξουσιν, οὐδὲ κοιμηθήσονται.

Ταῦτα ὑπερβολικῶς εἴρηται. Πῶς γὰρ ἐνῆν μήτε πεινῇν, μήτε καθεύδειν, ἀνθρώπους ὄντας καὶ τὴν κοινὴν λαχόντας λῆξιν; Ἀλλὰ τὸ τάχος τῆς στρατιᾶς, τὴν εὐκολίαν, τὴν ταχύτητα, ὅπερ ἔφθην εἰπών, διὰ πάντων ἐνδείκνυται.

Οὐδὲ λύσουσι τὰς ζώνας αὐτῶν ἀπὸ τῆς ὀσφύος αὐτῶν, οὐδὲ μὴ ῥαγῶσι οἱ ἱμάντες τῶν ὑποδημάτων αὐτῶν. Ὧν τὰ βέλη ὀξέα ἐστὶ καὶ τὰ τόξα αὐτῶν ἐντεταμένα. Οἱ πόδες τῶν ἵππων αὐτῶν ὡς στερεὰ πέτρα ἐλογίσθησαν, οἱ τροχοὶ τῶν ἁρμάτων αὐτῶν ὡς καταιγίδες.

Ὀργιῶσιν ὡς λέοντες καὶ παρεστήκασιν ὡς σκύμνοι λεόντων. Καὶ ἐπιλήψεται καὶ βοήσει ὡς θηρίον καὶ ἐκβαλεῖ· καὶ οὐκ ἔσται ὁ ῥυόμενος αὐτούς. Καὶ βοήσεται δι᾽ αὐτοὺς τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς φωνὴ θαλάσσης κυμαινούσης. Καὶ ἐμβλέψονται εἰς τὸν οὐρανὸν ἄνω καὶ εἰς τὴν γῆν κάτω· καὶ ἰδοὺ σκότος σκληρόν, σκότος ἐν τῇ ἀπορίᾳ αὐτῶν. Διὰ πάντων τὸν λόγον ἐξώγκωσε καὶ τὸν φόβον ἐπῇρε, κατὰ μικρὸν ἕκαστα διηγούμενος, τὰ περὶ τῆς γνώμης, τὰ περὶ τῆς ἰσχύος, τὰ περὶ τῶν ὅπλων, τὰ περὶ τῶν ἵππων, τὰ περὶ τῶν ἁρμάτων, ὥστε τῷ πλήθει τῶν λεγομένων πολλὴν ποιῆσαι τὴν ἀγωνίαν, καὶ τῇ σαφηνείᾳ τῶν εἰκόνων ἐγγὺς τὰ πράγματα αὐτοῖς ἀγαγεῖν.

Διὸ καὶ λέουσιν αὐτοὺς παραβάλλει καὶ οὐδὲ ἐνταῦθα ἔστη τοῦ παραδείγματος, ἀλλὰ καὶ φωνὴν ἀναπλάττει καὶ ὁρμὴν τοῦ θηρίου καὶ ἐπιμένει τῇ μεταφορᾷ καὶ πολλὴν ποιεῖται τὴν τροπήν. Καὶ ἐντεῦθεν ἐπὶ θάλατταν ἐξάγει τὸν λόγον, λέγων ὅτι τοσοῦτος ἔσται ὁ θόρυβος, τοσαύτη ἡ ταραχή, ὅση ἂν γένοιτο μαινομένης θαλάσσης καὶ κύματα διεγειρούσης· καὶ πάντα κινεῖ τρόπον, αὔξων τὸν φόβον, ὥστε μὴ δεηθῆναι αὐτοὺς τῆς διὰ τῶν πραγμάτων πείρας. Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐδὲ ὁ παραστησόμενος ἔσται, φησίν, οὐκ ἀπὸ τῆς γῆς, οὐκ ἀπὸ τῶν οὐρανῶν· ἀλλ᾽ ἔρημοι καὶ τῆς ἄνωθεν συμμαχίας καὶ τῆς κάτωθεν βοηθείας, ἐκδοθήσονται τοῖς πολεμίοις. Σκότος δὲ ἐνταῦθά φησι τὸ ἀπὸ τῆς συμφορᾶς αὐτοῖς ἐγγινόμενον, οὐχ ὡς τῆς ἀκτῖνος ἀφανιζομένης, ἀλλὰ τῆς διαθέσεως τῶν πασχόντων ἐν μέσῃ τῇ μεσημβρίᾳ ἀντὶ φωτὸς σκότος ὁρώντων· ὅπερ τοῖς ὀδυνωμένοις καὶ θλιβομένοις συμβαίνειν εἴωθε. Καὶ ἵνα μάθῃς ὅτι οὐ τῆς φύσεως τοῦ ἀέρος τὸ σκότος ἦν, ἀλλὰ τῆς ἐκείνων διαθέσεως, ἐπήγαγε· Σκληρὸν σκότος ἐν τῇ ἀπορίᾳ αὐτῶν.