Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἠσαΐαν

Ἰωάννης ὁ Χρυσόστομος

Η πνευματική πώρωση του λαού και το ιερό σπέρμα (Κεφάλαιο 6)

Ερμηνεύεται η προφητεία για την πνευματική τύφλωση και κώφωση του Ισραήλ. Ο προφήτης ικετεύει για τον λαό και λαμβάνει την απάντηση περί της ερήμωσης και της διαφύλαξης ενός αγίου υπολείμματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 12 από 16

Πορεύθητι, φησί, καὶ εἰπὲ τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι καὶ ἰάσωμαι αὐτούς. Ταῦτα οὐδὲ ἑρμηνείας οἶμαι δεῖσθαι, τῶν ἀκριβῶς ταῦτα ἐπισταμένων, προλαβόντων καὶ ἐξηγησαμένων αὐτά, Ἰωάννου τε τοῦ υἱοῦ τῆς βροντῆς καὶ Παύλου τοῦ τὰ παλαιὰ καὶ τὰ καινὰ μετὰ ἀκριβείας εἰδότος. Ὁ μὲν γὰρ ἐν τῇ Ῥώμῃ πρὸς τοὺς συνελθόντας μέν, ἀποπηδήσαντας δὲ καὶ οὐκ ἀνασχομένους τῶν λεγομένων, δημηγορῶν ἔλεγε· Καλῶς εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε. Ὁ δὲ τῆς βροντῆς υἱός, ἐπειδὴ θαύματα ἑώρων καὶ οὐκ ἐπίστευον καὶ δογμάτων ἤκουον, καὶ οὐ προσεῖχον (ἀνέστησε γὰρ Λάζαρον ὁ Χριστὸς καὶ ἀνελεῖν αὐτὸν ἐπεχείρουν· δαίμονας ἤλαυνε καὶ δαιμονῶντα ἐκάλουν· τῷ Πατρὶ προσῆγε καὶ πλάνον ὠνόμαζον καὶ τὰς ἐναντίας ἐδέχοντο δόξας), μνημονεύει τῆς προφητείας ταύτης λέγων· Καλῶς εἶπεν Ἡσαΐας ὁ προφήτης, ὅτι Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε.

Ἐπειδὴ γὰρ τὰ ἔνδον ὄμματα τῆς διανοίας πεπήρωντο, οὐδὲν ὄφελος ἦν αὐτοῖς τῶν ἔξωθεν ὀφθαλμῶν, τοῦ κριτηρίου τῆς διανοίας διεφθαρμένου. Διὰ τοῦτο βλέποντες οὐκ ἔβλεπον καὶ ἀκούοντες οὐκ ἤκουον· καὶ τὴν αἰτίαν προστίθησιν, ὅτι οὐχὶ τὰ αἰσθητήρια ἦν διεφθαρμένα, οὐδὲ ἡ φύσις λελωβημένη, ἀλλὰ ἡ καρδία πεπηρωμένη.

Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, φησί· πάχος δὲ διανοίας γίνεται ἀπό τε ἁμαρτημάτων, ἀπό τε βιωτικῶν ἐπιθυμιῶν. Καὶ ταύτην ἐξηγούμενος τὴν παχύτητα ὁ Παῦλος ἔλεγεν· Οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς ἀλλ᾽ ὡς σαρκικοῖς· οὔπω γὰρ ἠδύνασθε, ἀλλ᾽ οὐδ᾽ ἔτι νῦν δύνασθε. Καὶ τὴν αἰτίαν προστίθησι λέγων· Ὅπου γὰρ ἐν ὑμῖν ἔρεις καὶ ζῆλοι καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε; Ἐπεὶ οὖν κἀκεῖνοι φθόνῳ πολλῷ καὶ βασκανίᾳ τηκόμενοι καὶ ἑτέροις μυρίοις πολιορκούμενοι πάθεσι, παχὺ τὸ ὄμμα τῆς διανοίας εἰργάσαντο, καθαρὰ βλέπειν οὐκ ἔτι λοιπὸν ἠδύναντο. Διὸ ἑτέρας περὶ τῶν ὁρωμένων δόξας ἐλάμβανον καὶ τὰς ἐναντίας. Ταῦτα οὖν μετὰ ἀκριβείας ὁρῶν ὁ προφήτης, προανεφώνησε καὶ τοῦ νοσήματος τὴν αἰτίαν. Σὺ δέ μοι σκόπει, ὡς δυοῖν προφητειῶν οὐσῶν, τὴν μὲν περὶ τῆς Ἐκκλησίας καὶ τῶν τῆς οἰκουμένης ἀγαθῶν τὰ Σεραφὶμ ἐδέξαντο λέγοντα· Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ· τὴν δὲ περὶ τῆς ἁλώσεως καὶ τῶν τιμωριῶν τῶν Ἰουδαϊκῶν τῷ προφήτῃ κατέλιπον, ἵνα κἀντεῦθεν μάθῃς τῆς Ἐκκλησίας τὴν ὑπεροχήν.

Καὶ εἶπον, ἕως πότε, Κύριε; Ὁρᾷς ὡς μάτην οὐδὲ εἰκῆ ἐστοχασάμεθα τῆς ὑπακοῆς τοῦ προφήτου τῆς μετὰ πολλῆς προθυμίας γεγενημένης; Ἐπειδὴ γοῦν τἀναντία ὧν προσεδόκησεν ἤκουσεν ἐρημίαν, πανωλεθρίαν, ἀξιοῖ τὸ γοῦν μέτρον μαθεῖν τῆς τιμωρίας· οὐδὲ γὰρ ἐτόλμα ὁλοκλήρου τῆς ὀργῆς αὐτοὺς ἐξαρπάσαι, διὰ τὸ προλαβόντα τὸν Θεὸν δεῖξαι ἀσύγγνωστα ἁμαρτάνοντας. Οὐ γὰρ συναρπαγῆς ἦν αὐτῶν τὰ τολμήματα, οὐδὲ γνώμης ἐπηρεαζομένης, ἀλλὰ ψυχῆς ἔργον ποιουμένης τὴν παρακοὴν καὶ διανοίας φιλονείκου, καθάπερ ἐκ μελέτης τινὸς καὶ σπουδῆς, ἀνθισταμένης τοῖς ὑπὸ τοῦ Θεοῦ κελευομένοις. Τοῦτο γοῦν αἰνιττόμενος ἔλεγε· Μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι καὶ ἰάσωμαι αὐτούς.

Ὡσανεὶ δεδοικότες γάρ, φησί, μήποτέ τι τῶν δεόντων μάθωσιν, οὕτω μετὰ πολλῆς τῆς σπουδῆς τὴν διάνοιαν αὐτῶν ἐπήρωσαν. Ἐπεὶ οὖν καὶ ἡ κατηγορία βαρυτάτη καὶ ἡ τιμωρία ἀπαραίτητος, ὅπερ ἦν λειπόμενον, τοῦτο ζητεῖ μαθεῖν· ἀλλ᾽ ἐν τάξει τοῦ μαθεῖν ἱκετηρίαν εἰσάγει. Ἐπειδὴ δὲ οὐδὲ ὑπὲρ τούτου φανερῶς ἱκετεῦσαι ἐτόλμα, διὰ τοῦτο μαθήσεως προσχήματι ἐρώτησιν ἐπινοεῖ λέγων· Ἕως πότε, Κύριε; Καὶ εἶπεν· Ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους· καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος. Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους καὶ πληθυνθήσονται οἱ καταλειφθέντες ἐπὶ τῆς γῆς καὶ ἔτι ἐπ᾽ αὐτῆς ἐστι τὸ Ἐπιδέκατον.

Καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινθος καὶ ὡς βάλανος, ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς. Σπέρμα ἅγιον τὸ στήλωμα αὐτῆς. Τὴν προφητείαν ἀπαρτίσας ἐκείνην, ἐπὶ τὴν ἱστορίαν πάλιν ἐξάγει τὸν λόγον, τήν τε ἅλωσιν τῶν δέκα φυλῶν προαναφωνῶν, τήν τε διὰ τὴν αἰχμαλωσίαν ἐκείνην ἐπὶ ταῖς δύο φυλαῖς μακροθυμίαν γεγενημένην· εἶτα καὶ τὴν τούτων αὐτῶν ἀπαγωγήν, ἐπειδὴ εἰς οὐδὲν δέον ἐχρήσαντο τῇ μακροθυμίᾳ· καὶ τὴν ἐκ τοῦ λειψάνου πάλιν ἀναφθησομένην αὐτοῖς εὐημερίαν. Ὅταν μὲν γὰρ λέγῃ· Ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, τῶν δέκα φυλῶν τὴν αἰχμαλωσίαν αἰνίττεται.

Καὶ γὰρ ἄρδην ἠφανίσθησαν ἅπαντες καὶ μετὰ πολλῆς τῆς σφοδρότητος ἀνάρπαστοι γενόμενοι πάντες εἰς τὴν ἀλλοτρίαν ἀπηνέχθησαν, ὡς καὶ τὰς πόλεις ἁπάσας ἑστάναι κενὰς ἀνθρώπων καὶ τὴν γῆν ἔρημον τῶν θεραπευόντων αὐτὴν εἰς ὠφέλειαν τῶν ὑπολειφθησομένων.

Ὅταν μὲν οὖν λέγῃ· Ἕως ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, τότε λέγει καὶ τὴν αἰχμαλωσίαν. Ὅταν δὲ λέγῃ ὅτι Καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ Θεὸς τοῦς ἀνθρώπους, ἢ τὴν ὁλοσχερῆ πάντων εὐπραγίαν αἰνίττεται ἢ τὴν μετὰ τὴν ἀπαγωγὴν τῶν δέκα φυλῶν γενομένην ταῖς δύο φυλαῖς εὐημερίαν.

Ἀπαλλαγέντες γὰρ τοῦ Σεναχειρὶμ καὶ τοῦ βαρβαρικοῦ στρατοπέδου, καὶ τῆς παραδόξου νίκης ἀπολαύσαντες, εἰς πλῆθος πάλιν ἐπέδοσαν καὶ εἰς βίου μῆκος, οὐδενὸς πολέμου θορυβοῦντος αὐτούς. Ὅταν δὲ εἴπῃ ὅτι Μακρυνεῖ ἢ τὸ πλῆθος τῶν ἀνθρώπων ἢ τὸ μῆκος τῶν ἐτῶν αἰνίττεται.

Καὶ ἵνα μάθῃς ὅτι περὶ τῶν δύο φυλῶν ταῦτά φησιν, ἐπήγαγεν ὅτι Ἐπ᾽ αὐτῆς ἐστι τὸ Ἐπιδέκατον, Ἐπιδέκατον λέγων τὸ ἐπάνω τῶν δέκα, τὸ περισσὸν τῶν δέκα, ὅπερ ἦσαν αἱ δύο φυλαί. Ταύτῃ καὶ Παῦλος τῇ λέξει κέχρηται λέγων· Ἐπάνω πεντακοσίοις ἀδελφοῖς, τουτέστι, πλείοσι πεντακοσίων. Καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινθος. Τουτέστι, αἱ δύο φυλαί. Καὶ ὡς βάλανος, ὅταν ἐκπέσῃ τῆς θήκης αὐτῆς. Ὥσπερ γὰρ ἀτερπὴς ἐκεῖνος ὁ καρπὸς ἐκπεσὼν τῆς θήκης, οὕτω καὶ οὗτοι καταγέλαστοι καὶ ἐπονείδιστοι ἔσονται τῆς πόλεως ἐκπεσόντες καὶ τῆς δόξης ἐκείνης γυμνωθέντες ἅπαντες.

Σπέρμα ἅγιον τὸ στήλωμα αὐτῆς. Οὐ μὴν ἀνίατα τὰ κακὰ ἔσται, φησίν, οὐδὲ ἀτελεύτητα, ἀλλὰ τὸ σπέρμα αὐτῆς ἅγιον ἔσται, καὶ Στήλωμα, τουτέστι, βέβαιον, πεπηγός, ἀκίνητον, ἀναμένον τὴν τῶν πραγμάτων μεταβολήν. Τῆς μὲν γὰρ εὐπραγίας ἐκπεσοῦνται, αὐτοὶ δὲ οὐ πανωλεθρίαν ὑποστήσονται, ἀλλὰ μενοῦσι καὶ στήσονται, ἕως ἂν ἀπολάβωσι τὴν προτέραν πολιτείαν πάλιν καὶ ἐπὶ τὴν προτέραν ἐπανέλθωσιν ἁγιστίαν.

ΚΕΦΑΛ. Ζʹ Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωαθὰν τοῦ Ὀζίου βασιλέως Ἰούδα. Ὅπερ πολλάκις εἶπον, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι τὸ παλαιὸν αἱ προφητεῖαι οὐ διὰ τοῦτο ἐγίνοντο, ἵνα ἁπλῶς οἱ Ἰουδαῖοι τὰ μέλλοντα μάθωσιν, ἀλλ᾽ ἵνα μαθόντες, ἐντεῦθεν κερδάνωσι καὶ τῷ φόβῳ τῆς ἀπειλῆς γένωνται σωφρονέστεροι καὶ τῇ τῶν ἀγαθῶν ὑποσχέσει προθυμότεροι περὶ τὴν τῆς ἀρετῆς ἐργασίαν, ἑκατέρωθεν μανθάνοντες τοῦ Θεοῦ τήν τε δύναμιν καὶ τὴν περὶ αὐτοὺς κηδεμονίαν. Καὶ γὰρ ταύτης ἕνεκεν τῆς αἰτίας προελέγετο τὰ λεγόμενα, καὶ ἵνα μὴ νομίσωσιν ἁπλῶς καὶ ὡς ἔτυχε τὰ συμβαίνοντα ἐπιέναι, κατά τινα ἀκολουθίαν φύσεως ἢ πραγμάτων φοράν, ἀλλὰ εἰδῶσιν, ὅτι ἄνωθεν καὶ ἐκ τῆς τοῦ Θεοῦ ψήφου ταῦτα ἑκάτερα γίγνεται· ὅπερ αὐτοὺς τὰ μέγιστα εἰς θεογνωσίαν ὠφέλει. Ἀλλ᾽ ἐπειδή, καθάπερ καὶ ἔμπροσθεν ἔφθην εἰπών, ἡ προφητεία οὐκ ἐν αὐτῷ τῷ καιρῷ τὴν ἀπόδειξιν εἶχεν, ἀλλὰ τὰ μὲν ῥήματα τότε ἐλέγετο, τὰ δὲ πράγματα μακροῖς ὕστερον ἔμελλον ἐκβήσεσθαι χρόνοις, ἐνίων τῶν ἀκουόντων πολλάκις καὶ προαπερχομένων καὶ οὐ δυναμένων δικάσαι τῇ τῶν λεγομένων ἀκολουθίᾳ, ὅρα τί ποιεῖ καὶ πραγματεύεται ὁ Θεός. Προφητείαν προφητείαις συνάπτει μακροτέραις ἐγγυτέραν, τὴν ἐπὶ τῆς γενεᾶς αὐτῶν γενομένην τῶν μακρὸν ὕστερον ἐσομένων μεγίστην ἀπόδειξιν παρεχόμενος.

Ἐπὶ δὲ τῶν εὐαγγελίων καὶ ἑτέρως μεθοδεύει τουτὶ τῆς ὠφελείας τὸ εἶδος, θαύματα προφητείαις συνάπτων καὶ θάτερον θατέρῳ κατασκευάζων. Οἷον τι λέγω· προσῆλθεν αὐτῷ ὁ λεπρός ποτε καὶ ἐκαθάρθη καὶ μετ᾽ ἐκεῖνον πάλιν ὁ τοῦ ἑκατοντάρχου παῖς ἀπηλλάγη τῆς χαλεπῆς ἀρρωστίας ἐκείνης καὶ σημεῖα ταῦτα μεγάλα ἦν· ἀλλ᾽ ὅμως οὐκ ἔστη μέχρι τῶν σημείων, ἀλλὰ καὶ προφητείαν προστέθεικεν.

Ἐπειδὴ γὰρ ὁ ἑκατόνταρχος τὴν θαυμαστὴν ἐκείνην καὶ μεγάλην ἐπεδείξατο πίστιν, δι᾽ ἧς τὸν παῖδα ἀπήλλαξε τῆς ἀρρωστίας, ἐπήγαγεν ὁ Χριστὸς λέγων· Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται ἔξω. Ταῦτα δὲ ἔλεγε, καὶ τὴν τῶν ἐθνῶν κλῆσιν καὶ τὴν τῶν Ἰουδαίων ἀποβολὴν προαναφωνῶν· ὃ δὴ νῦν ἐπὶ τῶν ἔργων ἐξέβη καὶ τοῦ ἡλίου φανερώτερον ἅπασι δείκνυται· ἀλλὰ τότε τέως ἄδηλον ἦν καὶ τοῖς ἀπίστοις οὐκ εὐπαράδεκτον. Διὰ δὴ τοῦτο σημεῖον προέλαβε τὸ τότε ἐκβάν, τῷ μετὰ ταῦτα συμβησομένῳ πολλὴν προαποτιθέμενος τὴν πίστιν· ὥσπερ οὖν καὶ αὐτὴ ἡ προφητεία, ἐπὶ τῶν ἔργων φαινομένη νῦν, τῷ σημείῳ τῷ τότε γενομένῳ πολλὴν παρέχει τὴν βεβαίωσιν. Τί γὰρ ἂν εἴποι ὁ ἄπιστος; ὅτι οὐκ ἐκαθάρθη ὁ λεπρός; Βλεπέτω τῆς προφητείας τὴν ἀλήθειαν, καὶ ἀπὸ ταύτης καὶ τῷ σημείῳ πιστευέτω. Τί δὲ ἂν εἴποιεν οἱ τότε Ἰουδαῖοι; ὅτι ἃ προλέγει οὐκ ἔστιν ἀληθῆ; Ὁράτωσαν τὸν λεπρὸν καθαιρόμενον καὶ ἀπὸ τῶν ἐπ᾽ ἐκείνου γενομένων καὶ περὶ τῶν μελλόντων μὴ ἀπιστείτωσαν, μέγιστον λαμβάνοντες ἐνέχυρον ἐκεῖνοι μὲν τῆς προφητείας τὸ σημεῖον, οἱ δὲ νῦν τοῦ σημείου τὴν προφητείαν.

Εἶδες πῶς θάτερον διὰ θατέρου κατασκευάζεται; Τοῦτο καὶ ἐπὶ τῆς Παλαιᾶς γινόμενον ἴδοι τις ἄν. Ἐπεὶ γὰρ καὶ ὁ Ἱεροβοὰμ τὴν χαλεπὴν ἐκείνην ἐμάνη μανίαν καὶ δαμάλεις ἔστησε χρυσᾶς, ἐλθὼν ὁ προφήτης τά τε μέλλοντα προανεφώνησεν καὶ σημεῖον εὐθέως ἔδωκεν. Ἵνα γὰρ μηδεὶς ἀπιστῇ τοῖς μετὰ τριακόσια συμβησομένοις ἔτη, τὸν βωμὸν ἔρρηξε καὶ τὴν πιότητα ἐξέχεε καὶ τὴν χεῖρα τοῦ βασιλέως ἐξήρανεν, ἀπὸ τῶν πρὸ τῶν ὀφθαλμῶν γινομένων τῶν μετὰ πολὺν χρόνον συμβησομένων σαφῆ παρεχόμενος τὴν ἀπόδειξιν. Καὶ πολλὰ τοιαῦτα ἴδοι τις ἂν καὶ ἐν τῇ Καινῇ καὶ ἐν τῇ Παλαιᾷ γινόμενα, τοῦ Θεοῦ διαφόρως τὴν ἡμετέραν οἰκονομοῦντος σωτηρίαν. Ὃ δὴ καὶ ἐνταῦθα γέγονε καὶ μετὰ πλείονος τῆς περιουσίας· οὐ γὰρ δὴ σημεῖον μόνον, ἀλλὰ καὶ προφητείαν ὁμοῦ καὶ σημεῖον συνέπλεξεν. Ἀλλ᾽ ὥστε σαφέστερα γενέσθαι τὰ λεγόμενα, αὐτὴν μετὰ ἀκριβείας τὴν ἱστορίαν ἐπέλθωμεν.