Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἠσαΐαν

Ἰωάννης ὁ Χρυσόστομος

Η συμμαχία των εχθρών, ο φόβος του Άχαζ και η προτροπή σε πίστη (Κεφάλαιο 7)

Εξετάζεται το ιστορικό πλαίσιο της επιδρομής του Ρασίν και του Φακέ κατά της Ιερουσαλήμ. Ο προφήτης συναντά τον βασιλιά Άχαζ, του αναγγέλλει τη ματαίωση των σχεδίων των εχθρών και τονίζει την αναγκαιότητα της πίστης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 13 από 16

Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωαθὰν τοῦ Ὀζίου βασιλέως Ἰούδα, ἀνέβη Ῥασὴν βασιλεὺς Ἀρὰμ καὶ Φακὲς υἱὸς Ῥωμελίου βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἱερουσαλὴμ πολεμῆσαι αὐτὴν καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν.

Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυῒδ, λεγόντων· συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραΐμ. Ἔστι μὲν ἱστορία τὰ εἰρημένα καὶ πραγμάτων διήγησις· ἀλλ᾽ ὁ νοῦν ἔχων καὶ ὀξὺ βλέπων, πολὺ καὶ ἐντεῦθεν καρπώσεται τὸ κέρδος, τοῦ Θεοῦ τὴν πολλὴν σοφίαν καὶ τὴν ὑπὲρ τῶν Ἰουδαίων κηδεμονίαν καταμανθάνων. Οὔτε γὰρ ἐκ προοιμίων τὸν πόλεμον ἀνεχαίτισεν, οὔτε ἐπελθόντα κρατῆσαι τῆς πόλεως συνεχώρησεν, ἀλλὰ τὴν ἀπειλὴν ἀφεὶς γενέσθαι τὴν διὰ τῶν ῥημάτων, τὴν πεῖραν ἐκώλυσεν, ὁμοῦ μὲν ἐκείνους ἀφυπνίζων καὶ τῆς ῥᾳθυμίας ἀπαλλάττων, ὁμοῦ δὲ τὴν ἑαυτοῦ δύναμιν ἐνδεικνύμενος, ὅτι δυνατὸν αὐτῷ καὶ πρὸς αὐτὸ τῶν δεινῶν τὸ τέλος ἐλθόντων, ὥσπερ οὐδὲ ἀρχὴν εἰληφότων, οὕτω τοὺς ἐμπίπτοντας ἀκεραίους διατηρῆσαι.

Ὃ πολλαχοῦ ποιοῦντα αὐτὸν ἔστιν ἰδεῖν· οἷον ἐπὶ τῆς καμίνου τῆς Βαβυλωνίας καὶ ἐπὶ τοῦ λάκκου τῶν λεόντων καὶ ἐφ᾽ ἑτέρων μυρίων πραγμάτων. Καὶ γὰρ ἦλθον οὗτοι καὶ ἐπολιόρκησαν, καὶ τῶν τειχῶν ἁψάμενοι καὶ τὴν διάνοιαν τῶν ἔνδον οἰκούντων κατασείσαντες, οὐδὲν ἴσχυσαν περαιτέρω.

Ἔστι δὲ κἀντεῦθεν ἰδεῖν τῶν δέκα φυλῶν τὴν παρανομίαν, ὅτι οὐ μόνον ἐμφύλιον ἀνείλοντο πόλεμον, οὐδ᾽ ὅτι πρὸς τοὺς ἀδελφοὺς ἐστασίασαν, ἀλλ᾽ ὅτι καὶ ἀλλοφύλοις καὶ ἀλλογενέσιν ἑαυτοὺς συνῆψαν καὶ οἱ μηδὲ ἁπλῶς κοινωνεῖν αὐτοῖς ἐπιτραπέντες καὶ συμμάχους ἐκάλουν, καὶ συνεφράττοντο καὶ κατὰ τῆς πόλεως ἵσταντο. Τὸν γὰρ Ῥασὴν ἀλλόφυλον ὄντα κατὰ τῆς μητροπόλεως ἤγειρον.

Καὶ ἦν τὰ τῆς μάχης ἀνώμαλα. Παρὰ μὲν γὰρ ἐκείνοις πλῆθος ἄπειρον καὶ πόλεις καὶ ἔθνη καὶ δῆμοι· ἐνταῦθα δὲ τούτων οὐδέν, ἀλλὰ πόλις μία ἡ μητρόπολις, ὥστε ἐκ περιουσίας φανῆναι τοῦ Θεοῦ τὴν ἰσχύν. Οὐδενὸς γὰρ ὅπλα κινοῦντος, οὐδὲ ἐξιόντος καὶ παραταττομένου, ἐξέπιπτον ἐκεῖνοι τῶν πονηρῶν τούτων ἐγχειρημάτων. Οὐ γὰρ ἠδυνήθησαν, φησί, πολιορκῆσαι αὐτήν. Καίτοι τί τὸ κωλῦον ἦν; Οὐδὲν ἕτερον, ἀλλ᾽ ἢ τοῦ Θεοῦ χεὶρ ἀοράτως αὐτοὺς ἀποκρουομένη. Πλὴν ἀλλ᾽, ὅπερ εἶπον, τὸν μὲν πόλεμον ἀπεκρούσατο, τὸν δὲ φόβον οὐκ εὐθέως ἀνεῖλεν.

Ἀνηγγέλη γάρ, φησίν, εἰς τὸν οἶκον Δαυΐδ, ὅτι συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραΐμ. Καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ. Ὅταν μέλλῃ τι παράδοξον ὁ Θεὸς ποιεῖν, οὐκ εὐθέως ἐπάγει τὸ θαῦμα, ἀλλὰ πρότερον τοὺς μέλλοντας ἀπολαύειν ἐν αἰσθήσει τῶν δεινῶν ἀφίησι γενέσθαι, ἵνα μετὰ τὴν ἀπαλλαγὴν τῶν δεινῶν μηδεμίαν ἀγνωμοσύνην ἐπιδείξωνται. Ἐπειδὴ γὰρ οἱ πολλοὶ τῶν ἀνθρώπων, τὰ μὲν ὑπὸ τύφου, τὰ δὲ ὑπὸ ῥᾳθυμίας ἐπιλανθάνονται τῶν δεινῶν μετὰ τὴν ἀπαλλαγὴν τῶν δεινῶν ἢ μὴ ἐπιλανθανόμενοι ἑαυτοῖς λογίζεσθαι βούλονται τὰ κατορθώματα, πρότερον ἀφεὶς αὐτοὺς ὑπὸ τῶν λυπηρῶν κατασείεσθαι, τότε τὴν ἐλευθερίαν δίδωσι τῶν ἐνοχλούντων· ὃ δὴ καὶ ἐνταῦθα πεποίηκεν. Ἀφῆκεν αὐτῶν τὰς καρδίας ἐκστῆναι, ἀφῆκεν εἰς ἀγωνίαν γενέσθαι πολλὴν καὶ τότε τὴν λύσιν ἐπήγαγε. Τοῦτο καὶ ἐπὶ τοῦ μεγάλου πεποίηκε Δαυΐδ.

Ἐπειδὴ γὰρ ἔμελλεν αὐτὸν εἰς τὴν παράταξιν ἐξαγαγεῖν καὶ τὸ λαμπρὸν ἐκεῖνο τρόπαιον ἐγείρειν διὰ τῶν ἐκείνου χειρῶν, οὐκ ἐκ προοιμίων τοῦ πολέμου τοῦτο ἐποίησεν, ἀλλ᾽ ἀφεὶς τεσσαράκοντα ἡμέρας αὐτοὺς κατεργασθῆναι τῷ φόβῳ, ὅτε τὴν οἰκείαν ἀπέγνωσαν σωτηρίαν καὶ μυρία ὀνειδίζοντος τοῦ βαρβάρου, οὐδὲ οὕτω τις ἐτόλμησε διεγερθῆναι καὶ δέξασθαι τὸν ἀντίπαλον, τότε δή, τότε τῆς ἥττης αὐτῶν ὁμολογηθείσης, καὶ τῆς ἀσθενείας φανερᾶς γενομένης, ἤγαγε τὸ μειράκιον ἐπὶ τὸν πόλεμον καὶ τὴν παράδοξον ἐκείνην νίκην εἰργάσατο. Εἰ γὰρ καὶ μετὰ ταῦτα καὶ τὴν τοσαύτην τῆς ἀσθενείας αὐτῶν ἀπόδειξιν ὁ σωθεὶς βασιλεύς, ὑπὸ φθόνου καὶ βασκανίας τηκόμενος, ἐπεβούλευε τῷ Δαυΐδ, τοῦ πάθους γενόμενος ὅλος, καὶ ἀγνώμων περὶ τὸν εὐεργέτην ἐφάνη, εἰ μὴ τοσοῦτον ἔδωκεν ἔλεγχον καὶ τῆς αὐτοῦ καὶ τοῦ στρατοπέδου παντὸς ἀνανδρείας, τί οὐκ ἂν ἐποίησε; Τοῦτο αὐτὸ καὶ ἀλλαχοῦ πολλαχοῦ τὸν Θεὸν ποιοῦντα ἴδοι τις ἄν· ὃ δὴ καὶ ἐνταῦθα γίνεται. Ἐπειδὴ γὰρ μέλλει λύειν τὸν πόλεμον καὶ ἀπαλλάττειν αὐτοὺς τῶν λυπηρῶν, ἀφίησι πρότερον τῶν δεινῶν αἰσθέσθαι.

Ἐξέστη γάρ, φησίν, ἡ ψυχὴ αὐτοῦ καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. Καὶ τοῦτο προφητείας ἴδιον, τὸ τὰ ἀπόρρητα αὐτῶν εἰς μέσον ἐξαγαγεῖν. Τὸ γὰρ πάθος ἡμῖν ἑρμηνεύει τῆς ἑκάστου διανοίας καὶ σαφηνείας ἕνεκεν καὶ εἰκόνα προστίθησιν καὶ ὥστε δεῖξαι τὴν ἐπίτασιν τῆς ἀγωνίας.

Διεσείσθη γὰρ αὐτῶν, φησίν, ἡ ψυχή, κατεβλήθη τὸ φρόνημα, ἀπέγνωσαν τῆς σωτηρίας, ἐν ἐσχάτοις ἐνόμιζον εἶναι, οὐδὲν χρηστὸν προσεδόκων, ἕκαστος ὑπὸ τῶν οἰκείων λογισμῶν προδεδομένος ἦν. Τί οὖν ὁ Θεός;

Προλέγει τὴν ἀπαλλαγὴν καὶ τότε αὐτὴν ἐργάζεται, ἵνα μὴ ἄλλῳ τινὶ λογίσωνται πάλιν τὴν τῆς πόλεως ἐλευθερίαν, καὶ πέμπει τὸν προφήτην προαναφωνοῦντα τὰ μέλλοντα. Εἶπε γάρ, φησί, Κύριος πρὸς Ἡσαΐαν· Ἔξελθε εἰς συνάντησιν τοῦ Ἄχαζ, σὺ καὶ ὁ καταλειφθεὶς Ἰασοὺβ ὁ υἱός σου, πρὸς τῇ κολυμβήθρᾳ τῆς ἀνόδου τοῦ ἀγροῦ τοῦ κναφέως. Καὶ ἐρεῖς αὐτῷ· φύλαξαι τοῦ ἡσυχάσαι καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω· μηδὲ φοβηθῇς ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων. Ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι. Τί ἐστιν, Ἔξελθε εἰς συνάντησιν; Ἀπὸ τοῦ φόβου καὶ τῆς ἀγωνίας οὐχ ἡσύχαζεν ὁ βασιλεύς, οὐδὲ οἴκοι μένειν ἠνείχετο, ἀλλ᾽ ὅπερ ἔθος τοῖς πολιορκουμένοις ὑπομένειν, συνεχῶς ἐξῄει, τὰ τείχη περισκοπῶν, πρὸς ταῖς πύλαις γινόμενος, περιεργαζόμενος καὶ πολυπραγμονῶν, πῶς τὰ τῶν πολεμίων διάκειται πράγματα. Διὰ τοῦτό φησιν· Ἔξελθε εἰς συνάντησιν. Τί δέ ἐστι· Σὺ καὶ ὁ καταλειφθεὶς Ἰασοὺβ ὁ υἱός σου; Ἰασοὺβ τῇ Ἑβραίων γλώττῃ ἡ ἀναστροφὴ λέγεται καὶ ἡ διαγωγή. Διὰ τοῦτο καὶ ὁ Ἰεσσαὶ πέμπων τὸν Δαυῒδ ἔλεγε· Καὶ τὸ Ἰασοὺβ αὐτῶν λήψῃ· τουτέστι, τὴν ἀναστροφὴν αὐτῶν ἀπαγγελεῖς μοι καὶ τί διάγουσι πράττοντες.

Καὶ ἐνταῦθα τοίνυν, ἐμοὶ δοκεῖ, ὁ προφήτης κελεύεται πλῆθος μεθ᾽ ἑαυτοῦ λαβεῖν, ἵν᾽ ὅταν ἐκβῇ τὰ γεγενημένα, μὴ ἔχῃ ἀγνωμονεῖν ὁ βασιλεύς, ὡς οὐδὲν τούτων ἀκηκοὼς παρὰ τοῦ προφήτου. Ὃ οὖν φησι, τοῦτό ἐστιν· ἔξελθε εἰς συνάντησιν, σὺ καὶ οἱ ἀναστρεφόμενοι μετὰ σοῦ, οἱ καταλειφθέντες τοῦ λαοῦ. Μὴ θαυμάσῃς δὲ εἰ υἱὸν αὐτοῦ καλεῖ τὸν λαόν· καὶ γὰρ προϊών φησιν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. Καὶ γὰρ πατέρων τάξιν ἐπεῖχον οἱ ἅγιοι, τῇ ἀγάπῃ καὶ τῇ κηδεμονίᾳ τῇ περὶ τὸν δῆμον ἐκεῖνον πάντας τοὺς τῆς φύσεως ἀποκρύπτοντες πατέρας. Καταλειφθέντας δέ φησι, διὰ τὸ πολλοὺς ἀπενηνέχθαι ὑπὸ τῶν πολεμίων. Ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ κναφέως. Πολλῆς μοι καὶ τοῦτο ἀπορίας εἶναι δοκεῖ, εἴ γε οἱ συγκεκλεισμένοι καὶ πολιορκούμενοι καὶ μηδὲ προκῦψαι τολμῶντες, ἔξω πυλῶν ἐφαίνοντο. Καὶ γὰρ ἔξω τειχῶν ἡ ὁδὸς αὕτη φαίνεται νῦν οὖσα. Τίς οὖν ἡ λύσις τῆς ἀπορίας ταύτης; Ὅτι τὸ παλαιὸν ἕτερον περιεβέβλητο τεῖχος· καὶ γὰρ διπλᾶ τῇ πόλει τὰ τείχη ἦν· καὶ τοῦτο ῥᾴδιον ἐξ ἑτέρου προφήτου κατιδεῖν ἐστι τοῖς βουλομένοις προσέχειν. Ἐξελθὼν τοίνυν ἀνίστησιν αὐτῶν τὰ φρονήματα καταπεπτωκότα καὶ κελεύει θαρσεῖν ὑπὲρ τῶν μελλόντων. Ἡσύχασον γάρ, φησί, καὶ μὴ φοβοῦ· καὶ δαλοὺς ξύλων καλεῖ τοὺς βασιλέας, ὁμοῦ μὲν αὐτῶν τὸ σφοδρόν, ὁμοῦ δὲ τὸ εὐχείρωτον ἐνδεικνύμενος.

Καὶ γὰρ τὸ Καπνιζομένων, διὰ τοῦτο προστέθεικε, τουτέστιν, ἐγγὺς ὄντων τοῦ σβεσθῆναι λοιπόν. Εἶτα δηλῶν, ὡς οὐ τῆς ἐκείνων δυνάμεως, ἀλλὰ τῆς αὐτοῦ συγχωρήσεως ἡ ἔφοδος ἦν, φησίν· Ὅταν γὰρ ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι.

Καὶ ὁ υἱὸς τοῦ Ἀρὰμ καὶ ὁ υἱὸς τοῦ Ῥωμελίου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηράν, Ἐφραῒμ καὶ ὁ υἱὸς τοῦ Ῥωμελίου κατὰ σοῦ λέγοντες· Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν καὶ κακώσομεν αὐτὴν καὶ συλλαλήσαντες ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς καὶ βασιλεύσομεν αὐτῆς τὸν υἱὸν Ταβεήλ. Τάδε λέγει Κύριος Σαβαώθ· Οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη, οὐδὲ ἔσται· ἀλλ᾽ ἡ κεφαλὴ Ἀρὰμ Δαμασκὸς καὶ ἡ κεφαλὴ Δαμασκοῦ Ῥασίν. Καὶ ἔτι ἑξήκοντα καὶ πέντε ἔτη καὶ ἐκλείψει ἡ βασιλεία Ἐφραῒμ ἀπὸ λαοῦ. Καὶ ἡ κεφαλὴ Ἐφραῒμ Σομόρων καὶ ἡ κεφαλὴ Σομόρων ὁ υἱὸς τοῦ Ῥωμελίου. Καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. Πάλιν ὁ προφήτης μεγίστην ἀπόδειξιν παρέχεται τῆς προφητείας. Ἐπειδὴ γὰρ ὁ φόβος κατέσεισε καὶ πρὸ ὀφθαλμῶν ἦν τὰ δεινά, τὰ δὲ χρηστὰ ἐν ἐλπίσι καὶ προσδοκίαν ὑπερβαίνοντα πᾶσαν καὶ οἱ ἀκροώμενοι οὐ σφόδρα πιστοί, ὅρα τί ποιεῖ. Δίδωσι σημεῖον μέγιστον τῶν ἐκβησομένων, τὰ βουλεύματα τῶν πολεμίων εἰς μέσον ἐκφέρων. Λέγει γὰρ αὐτῶν τὴν γνώμην, μεθ᾽ ἧς ἐπεστράτευσαν τῇ πόλει καὶ τί πρὸς ἀλλήλους διελέχθησαν καὶ τί συνθέντες ἐπανῆλθον καὶ δείκνυσιν ἢ προδοσίαν τὸ πρᾶγμα ὂν (Συλλαλήσαντες γάρ, φησίν, αὐτοῖς, ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς) ἢ πολλῇ τῇ ἀπονοίᾳ μεθύοντας καὶ νομίζοντας μηδὲ ὅπλων αὐτοῖς δεῖν, μηδὲ παρατάξεως καὶ συμβολῆς εἰς τὸ τὴν πόλιν λαβεῖν.

Ἀρκεῖ γὰρ ἡμῖν φανῆναι, φησί, μόνον καὶ διαλεχθῆναι, καὶ πάντας αἰχμαλώτους λαβόντας ἀπελθεῖν. Εἶτα, ὅπερ πάσχουσιν οἱ ἀλαζόνες, ὑπὸ τῆς ἐλπίδος ταύτης φυσηθέντες καὶ περὶ βασιλέως βουλεύονται, ὡς ἤδη τῆς πόλεως ἁλούσης, καὶ τίνα ἐπιστῆσαι δεῖ τῇ μητροπόλει.

Καὶ τὰ μὲν ἐκείνων τοιαῦτα, φησί· τὰ δὲ τοῦ Θεοῦ πάντων ἐκείνων ἀναιρετικά. Διὸ καὶ ἐπήγαγε· Τάδε λέγει Κύριος· καὶ οὐκ ἔστη, ἀλλὰ προσέθηκε, Σαβαώθ. Ὅταν γάρ τι μέγα ἀπαγγέλλειν μέλλῃ, τῆς δυνάμεως ἀναμιμνῄσκει τοῦ Θεοῦ καὶ τῆς βασιλείας τῆς ἄνω καὶ τῆς θαυμαστῆς ἐκείνης ἀρχῆς καὶ παραδόξου. Τί οὖν φησιν ὁ Θεός; Οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη, οὐδὲ ἔσται· ἀλλ᾽ ἡ κεφαλὴ Ἀρὰμ Δαμασκός. Ἡ ἀρχὴ αὐτοῦ, φησίν, ἡ ἐξουσία αὐτοῦ ἐν Δαμασκῷ στήσεται καὶ περαιτέρω οὐ προβήσεται. Καὶ ἡ κεφαλὴ Δαμασκοῦ Ῥασήν. Καὶ ὁ ἄρχων Δαμασκοῦ, φησί, καὶ ὁ κρατῶν Ῥασὴν ἔσται· τουτέστιν, ἐν τοῖς αὐτοῦ μενεῖ καὶ πλείονα οὐ προσθήσει δύναμιν αὐτῷ. Καὶ ἔτι ἑξήκοντα καὶ πέντε ἔτη καὶ ἐκλείψει ἡ βασιλεία Ἐφραῒμ ἀπὸ λαοῦ.

Μεγίστη δὲ τῆς ἀληθείας ἀπόδειξις, ὅταν καὶ τοὺς καιροὺς προλέγωσιν οἱ προφῆται, παρέχοντες τοῖς βουλομένοις ἐξετάζειν μετὰ ἀκριβείας τῆς προφητείας τὴν δύναμιν. Νῦν μὲν γάρ, φησίν, ἀποστήσονται τῆς πόλεως· μετὰ δὲ πέντε καὶ ἑξήκοντα ἔτη ὁλόκληρον ἀπολεῖται τὸ ἔθνος καὶ ἡ βασιλεία τοῦ Ἰσραὴλ οἰχήσεται καὶ οἱ πολέμιοι λαβόντες αὐτοὺς ἀπελάσονται πάντας. Νῦν μέντοι πρὸ τῆς ἁλώσεως ἐκείνης οὐδὲν πλέον τῶν οἰκείων λήψονται. Ἵνα γὰρ μὴ ἀκούσας ὁ βασιλεὺς ὅτι μετὰ ἑξήκοντα πέντε ἔτη ἀπολοῦνται, λέγῃ πρὸς ἑαυτόν, τί οὖν; ἐὰν νῦν ἡμᾶς λαβόντες, τότε ἀπολοῦνται, τί τὸ ὄφελος ἡμῖν; θάρρει, φησί, καὶ περὶ τῶν παρόντων. Ἁλώσονται γὰρ τότε παντελῶς· νῦν μέντοι πλέον τῶν οἰκείων οὐδὲν ἕξουσιν. Ἀλλ᾽ ἔσται ἡ κεφαλὴ Ἐφραΐμ, τουτέστι, τῶν δέκα φυλῶν, ἡ Σαμαρεία· ἐκεῖ γὰρ ἦν αὐτοῖς ἡ βασιλεία· καὶ οὐκ ἐκταθήσεται περαιτέρω· καὶ ἡ κεφαλὴ Σαμαρείας ὁ βασιλεὺς τοῦ Ἰσραήλ· ὅπερ ἐπὶ τοῦ Δαμασκηνοῦ ἔλεγε, τοῦτο καὶ ἐνταῦθα δηλῶν, ὅτι οὐδὲν πλέον ἕξουσιν, ὧν νῦν κατέχουσιν. Εἶτα, ἐπειδὴ πράγματα εἶπεν ὑπερβαίνοντα λόγον ἀνθρώπινον καὶ ἀνώτερα τῆς τῶν λογισμῶν ἀκολουθίας καὶ προφητεία τὸ λεγόμενον ἦν, εἰκότως ἐπήγαγεν· Ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε.

Μὴ ζήτει, φησί, πῶς καὶ τίνι τρόπῳ ταῦτα ἔσται· Θεὸς γάρ ἐστιν ὁ ἐργαζόμενος καὶ πίστεώς σοι δεῖ μόνης καὶ ἐννοήσεις τοῦ ποιοῦντος τὴν δύναμιν· πᾶσαν ἔλαβες τῶν εἰρημένων τὴν ἀπόδειξιν. Διὸ καὶ ὁ προφήτης Δαυῒδ ἔλεγεν· Ἐπίστευσα, διὸ καὶ ἐλάλησα. Καὶ ὁ Παῦλος εἰκότως ἐπιλαβόμενος τῆς ῥήσεως ταύτης, ἐπὶ μείζονα αὐτὴν εἵλκυσε πράγματα λέγων· Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ καὶ ἐλάλησα καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν.

Εἰ γὰρ τὰ παλαιὰ πίστεως ἔχρῃζε, τοσοῦτον ἀπέχοντα τῶν ἐν τῇ Καινῇ, ὅσον ἡ γῆ τῶν οὐρανῶν, πολλῷ μᾶλλον ἡ τῶν οὕτως ὑψηλῶν δογμάτων γνῶσις καὶ οὐδὲ εἰς νοῦν ἐλθόντων τινί ποτε. Ὅπερ οὖν καὶ αὐτὸς δηλῶν ἔλεγεν· Ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.