Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἠσαΐαν

Ἰωάννης ὁ Χρυσόστομος

Το σημείο της Παρθένου, ο Εμμανουήλ και το μυστήριο της ενανθρώπησης (Κεφάλαιο 7)

Η υποκριτική άρνηση του Άχαζ και η αναγγελία του υπερφυούς σημείου της εκ Παρθένου γέννησης του Εμμανουήλ. Αναλύεται η σημασία της προφητείας για την ενσάρκωση και την αναμαρτησία του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 14 από 16

Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω Κύριον. Καὶ εἶπεν Ἡσαΐας· Ἀκούσατε δή, οἶκος Δαυΐδ· μὴ πικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; Καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον. Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Πολλὴ τοῦ Θεοῦ συγκατάβασις καὶ τοῦ βασιλέως ἡ ἀγνωμοσύνη. Ἔδει μὲν γὰρ αὐτὸν ἀκούσαντα τοῦ προφήτου μηδὲν ἀμφιβάλλειν περὶ τῶν εἰρημένων· εἰ δὲ καὶ ἀμφέβαλλε, κἂν σημεῖον λαβόντα πιστεῦσαι, ὅπερ πολλοὶ τῶν παρὰ Ἰουδαίοις πεποιήκασι. Καὶ γὰρ ὁ Θεός, φιλάνθρωπος ὤν, οὐδὲ τοῦτο παρῃτήσατο παρασχεῖν πολλάκις τοῖς παχυτέροις καὶ χαμαὶ συρομένοις καὶ τῇ γῇ προσηλωμένοις, οἷον ἐποίησεν ἐπὶ τοῦ Γεδεών. Ἐπειδὴ γὰρ πάντων καταδεέστερος ἦν καὶ παχύτατος, ὅρα ποῦ καταβαίνει πάλιν ὁ Θεός. Αὐτὸς αὐτὸν ἐφέλκεται καὶ προτρέπει πρὸς τὸ σημεῖον αἰτῆσαι· καίτοι γε οὐδὲ μικρὸν τοῦτο σημεῖον ἦν, τὸ ἐλέγξαι αὐτοῦ τὰ ἀπόρρητα καὶ εἰς μέσον ἀγαγεῖν αὐτοῦ τὴν γνώμην ἅπασαν καὶ τὴν ὑπόκρισιν διελέγξαι πᾶσαν.

Ἐπειδὴ γὰρ ὁ μὲν προφήτης εἶπεν· Αἴτησαι σεαυτῷ σημεῖον, ἐκεῖνος δὲ τὸν σφόδρα πιστὸν ὑποκρινόμενος ἔλεγεν· Οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω Κύριον, ὅρα πῶς μετὰ πολλῆς τῆς σφοδρότητος ἐπάγει τὴν τομὴν ὁ προφήτης, εἰκότως μετὰ τὴν ἀπόδειξιν τῆς ὑποκρίσεως βαρυτέραν ποιούμενος τὴν κατηγορίαν.

Διὰ δὴ τοῦτο ἐκεῖνον μὲν οὐδὲ ἀποκρίσεως ἀξιοῖ, πρὸς δὲ τὸν δῆμον ἀποστρέφεται λέγων· Ἀκούσατε, οἶκος Δαυΐδ· μὴ μικρὸν ὑμῖν, ἀγῶνα παρέχειν ἀνθρώποις; Καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Ἀσαφὲς τὸ εἰρημένον· διὸ δὴ δεῖ τὴν ῥῆσιν ἀναπτύξαι μετὰ ἀκριβείας. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστι· μὴ γὰρ ἐμά ἐστι τὰ ῥήματα; μὴ γὰρ ἐμὴ ἡ ἀπόφασις; Εἰ δὲ ἀνθρώποις ἀπιστεῖν ἁπλῶς καὶ ἄνευ λόγου βαρὺ καὶ ἐγκλημάτων ἄξιον, πολλῷ μᾶλλον Θεῷ.

Τὸ οὖν ἀγῶνα παρέχειν οὐδὲν ἕτερόν ἐστιν ἢ ἀπιστεῖν. Τοῦτο οὖν, φησί, μὴ μικρόν ἐστιν ἔγκλημα; μὴ ἡ τυχοῦσα κατηγορία τοῖς ἀνθρώποις ἀπιστεῖν; Εἰ δὲ τοῦτο βαρύ, πολλῷ μᾶλλον τῷ Θεῷ. Καὶ τοῦτο δὲ ἔλεγεν, ἵνα μάθωσι πάντες, ὅτι ἀνεξαπάτητος ἔμεινεν ὁ προφήτης, οὐκ ἀπὸ τῶν ῥημάτων παραλογιζόμενος τῶν εἰρημένων, ἀλλ᾽ ἀπὸ τῶν ἐν τῇ διανοίᾳ τοῦ Ἄχαζ φέρων τὴν ψῆφον. Τοῦτο καὶ ὁ Χριστὸς πολλάκις ἐπὶ τῶν εὐαγγελίων ἐποίησε. Πρὶν ἢ γὰρ τὴν ἀπὸ τῶν σημείων παρασχεῖν ἀπόδειξιν, τὴν κακίαν τῶν Ἰουδαίων εἰς μέσον ἄγων τὴν ἐν διανοίᾳ τυρευομένην, οὐ μικρὸν τοῦτο παρεῖχε σημεῖον· οἷον ἐπὶ τοῦ παραλυτικοῦ πεποίηκεν. Ἐπειδὴ γὰρ εἶπε πρὸς αὐτόν· Θάρσει, τέκνον· ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἐκεῖνοι δὲ ἔλεγον ἐν ἑαυτοῖς· Βλασφημεῖ· φησί, πρὶν ἢ σφῖγξαι τὸν παραλελυμένον· Τί βουλεύεσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; μέγιστον θεότητος τοῦτο παρέχων τεκμήριον, τὸ τὰ ἀπόρρητα εἰδέναι τῆς διανοίας. Σὺ γὰρ ἐπίστασαι, φησί, καρδίας μονώτατος. Καὶ ὁ Δαυῒδ πάλιν φησίν· Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός. Τοῦτο καὶ τοῖς προφήταις ἐδίδου πολλάκις ὁ Θεὸς εἰδέναι, ἵν᾽ οἱ ἀκούοντες μανθάνωσιν ὅτι οὐδὲν ἀνθρώπινον τῶν εἰρημένων, ἀλλ᾽ ἄνωθεν καὶ ἐκ τῶν οὐρανῶν ἡ ψῆφος ἅπασα κατενήνεκται.

Διὰ δὴ τοῦτο καὶ ὁ μεγαλοφωνότατος οὗτος Ἡσαΐας, ἐπειδὴ μετὰ πολλῆς τῆς ἐπιεικείας διελέχθη τῷ βασιλεῖ καὶ τῶν δεινῶν ἀπήλλαξε καὶ θαρρεῖν ἐκέλευσεν ὑπὲρ τῶν παρόντων καὶ τεκμήρια τούτου παρέσχεν αὐτῷ, τὸ τὴν βουλὴν ἐξαγγεῖλαι τῶν ἐπιστρατευσάντων καὶ τὴν προδοσίαν ἐλέγξαι καὶ τὴν ἅλωσιν τοῦ Ἰσραὴλ προειπεῖν τὴν παντελῆ καὶ ὁλόκληρον καὶ τὸν χρόνον προσθεῖναι, οὐκ ἠρκέσθη τούτοις, ἀλλὰ καὶ περαιτέρω πρόεισι καὶ οὐκ ἀναμένει σημεῖον αὐτὸν αἰτῆσαι, ἀλλὰ καὶ μὴ βουλόμενον δι᾽ ὑπερβολὴν ἀπιστίας προτρέπεται· καὶ οὐδὲ ἁπλῶς, ἀλλὰ καὶ κύριον τῆς αἱρέσεως ποιεῖ· οὐδὲ γάρ φησι, τὸ καὶ τὸ σημεῖον, ἀλλ᾽ ὅπου βούλει, φησί· πλούσιος ὁ Δεσπότης, παναλκὴς ἡ δύναμις, ἄφατος ἡ ἐξουσία. Ἂν ἐκ τῶν οὐρανῶν βουληθῇς, οὐδὲν τὸ κωλῦον· ἂν ἐκ τῆς γῆς, οὐδὲν τὸ ἐμποδίζον. Τοῦτο γάρ ἐστιν· Ἢ εἰς βάθος ἢ εἰς ὕψος. Ἐπειδὴ δὲ οὐδὲ οὕτως αὐτὸν ἐπεσπάσατο, οὐδὲ ἐνταῦθα ἐσίγησεν, ἀλλ᾽ ἔλεγχον ἐπαγαγὼν καὶ τοῦτον ὑπὲρ διορθώσεως τοῦ ἀκούοντος καὶ τοῦ δεῖξαι, ὡς οὐκ ἠπάτησεν, οὐδὲ παρελογίσατο, ἀνακαλύπτει προφητείαν ἀπόρρητον, τὴν ἐπὶ σωτηρίᾳ τῆς οἰκουμένης ἐσομένην καὶ ἐπὶ διορθώσει τῶν πραγμάτων ἁπάντων· καί φησι τὸ σημεῖον οὐχὶ τῷ Ἄχαζ δίδοσθαι λοιπόν, ἀλλὰ τῷ κοινῷ τῶν Ἰουδαίων δήμῳ.

Παρὰ μὲν γὰρ τὴν ἀρχὴν πρὸς αὐτὸν τὸν λόγον ἀπέτεινεν· ἐπειδὴ δὲ ἀνάξιον ἐκεῖνος ἑαυτὸν ἀπέφηνε, τῷ κοινῷ τοῦ λαοῦ διαλέγεται. Διὰ τοῦτο γάρ, φησί, δώσει, οὐχὶ σοί, ἀλλ᾽ ὑμῖν σημεῖον. Ὑμῖν, τίσιν; Τοῖς ἐν τῷ οἴκῳ Δαυΐδ. Καὶ γὰρ ἐκεῖθεν ἐβλάστησε τὸ σημεῖον. Τί οὖν τὸ σημεῖόν ἐστιν; Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Παρατηρητέον, ὅπερ καὶ ἔμπροσθεν εἶπον, ὅτι οὐ τῷ Ἄχαζ δίδοται λοιπὸν τὸ σημεῖον. Καὶ ὅτι οὐ στοχασμός, αὐτὸς ὁ προφήτης καὶ ἐνεκάλεσε καὶ κατηγόρησε λέγων· Μὴ μικρὸν ὑμῖν, ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ προσέθηκε· Διὰ τοῦτο δώσει Κύριος ὑμῖν σημεῖον. Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει. Εἰ δὲ μὴ παρθένος ἦν, οὐδὲ σημεῖον ἦν. Τὸ γὰρ σημεῖον ἐκβαίνειν δεῖ τὴν κοινὴν ἀκολουθίαν καὶ τὴν τῆς φύσεως ὑπερβαίνειν συνήθειαν καὶ ξένον εἶναι καὶ παράδοξον, ὥστε ἕκαστον ἐπισημαίνεσθαι τῶν ὁρώντων καὶ ἀκουόντων. Διὰ γὰρ τοῦτο καὶ σημεῖον λέγεται, διὰ τὸ ἐπίσημον. Ἐπίσημον δὲ οὐκ ἂν γένοιτο, εἰ μέλλοι κρύπτεσθαι τῇ κοινωνίᾳ τῶν ἄλλων πραγμάτων. Ὥστε εἰ περὶ γυναικὸς ὁ λόγος ἦν νόμῳ φύσεως τικτούσης, τίνος ἕνεκεν σημεῖον καλεῖ τὸ καθ᾽ ἑκάστην γινόμενον ἡμέραν; Διὰ δὴ τοῦτο καὶ ἀρχόμενος οὐχ ἁπλῶς εἶπεν· Ἰδοὺ παρθένος, ἀλλ᾽ ἰδοὺ ἡ παρθένος, τῇ προσθήκῃ τοῦ ἄρθρου ἐπίσημόν τινα καὶ μόνην τοιαύτην γεγενημένην ἡμῖν αἰνιττόμενος.

Ὅτι γὰρ ἡ προσθήκη αὕτη τοῦτο ἐνδείκνυται, δυνατὸν καὶ ἀπὸ τῶν εὐαγγελίων μαθεῖν. Ἐπειδὴ γὰρ ἔπεμψαν πρὸς τὸν Ἰωάννην οἱ Ἰουδαῖοι ἐρωτῶντες, Τίς εἶ; οὐκ ἔλεγον· Σὺ εἶ χριστός, ἀλλ᾽ Εἰ σὺ εἶ ὁ Χριστός· οὐδὲ ἔλεγον, Σὺ εἶ προφήτης, ἀλλ᾽ Εἰ σὺ εἶ ὁ προφήτης· ὧν ἕκαστον ἐξαίρετον ἦν. Διὰ τοῦτο καὶ ἀρχόμενος ὁ Ἰωάννης οὐκ ἔλεγεν· Ἐν ἀρχῇ ἦν Λόγος, ἀλλ᾽ Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Οὕτω δὴ καὶ ἐνταῦθα οὐκ εἶπεν· Ἰδοὺ παρθένος, ἀλλ᾽ Ἰδοὺ ἡ παρθένος· καὶ μετὰ ἀξιώματος προφήτῃ πρέποντος τὸ Ἰδού. Μόνον γὰρ οὐχὶ ὁρῶντος ἦν τὰ γινόμενα καὶ φανταζομένου καὶ πολλὴν ἔχοντος ὑπὲρ τῶν εἰρημένων πληροφορίαν. Τῶν γὰρ ἡμετέρων ὀφθαλμῶν ἐκεῖνοι σαφέστερον τὰ μὴ ὁρώμενα ἔβλεπον. Τὴν μὲν γὰρ αἴσθησιν εἰκὸς καὶ ἀπατηθῆναι· ἡ δὲ τοῦ Πνεύματος χάρις ἀνεξαπάτητον παρείχετο τὴν ἀπόφασιν.

Καὶ τίνος ἕνεκεν οὐ προσέθηκε, φασίν, ὅτι ἐκ Πνεύματος ὁ τόκος ἔσται; Προφητεία ἦν τὸ λεγόμενον καὶ συνεσκιασμένως ἀπαγγεῖλαι ἔδει, ὃ πολλάκις εἶπον, διὰ τὴν τῶν ἀκουόντων ἀγνωμοσύνην, ἵνα μὴ σαφῶς πάντα μαθόντες καὶ τὰ βιβλία πάντα κατακαύσωσιν. Εἰ γὰρ τῶν προφητῶν οὐκ ἐφείσαντο, πολλῷ μᾶλλον τῶν γραμμάτων οὐκ ἂν ἀπέσχοντο. Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, ἕτερός τις βασιλεὺς ἐπὶ τοῦ Ἰερεμία αὐτὰ τὰ βιβλία λαβὼν κατέτεμε καὶ πυρὶ παρεδίδου. Εἶδες μανίαν ἀφόρητον; εἶδες ὀργὴν ἀλόγιστον; Οὐκ ἤρκεσεν αὐτῷ τὸ ἀφανίσαι τὰ γράμματα, ἀλλὰ καὶ ἐνέπρησε, τὸ ἀλόγιστον αὐτοῦ πάθος πληρῶσαι βουλόμενος. Ἀλλ᾽ ὅμως καὶ ἀσαφῶς εἰπὼν ὁ θαυμάσιος οὗτος προφήτης, τὸ πᾶν ἐνεδείξατο. Παρθένος γάρ, ἕως ἂν μένῃ παρθένος, πόθεν ἄλλοθεν κυήσειεν, εἰ μὴ ἀπὸ Πνεύματος ἁγίου; Τὸ γὰρ νόμον λῦσαι φύσεως οὐδενὸς ἑτέρου ἦν, ἀλλ᾽ ἢ τοῦ δημιουργοῦ τῆς φύσεως.

Ὥστε εἰπὼν ὅτι τέξεται ἡ παρθένος, τὸ πᾶν ἐνέφηνεν. Εἰπὼν τοίνυν τὸν τόκον, λέγει καὶ τὸ ὄνομα τοῦ τικτομένου, οὐ τὸ τεθέν, ἀλλὰ τὸ ἀπὸ τῶν πραγμάτων. Ὥσπερ γὰρ τὴν Ἱερουσαλὴμ καλεῖ πόλιν δικαιοσύνης, καίτοι γε οὐδαμοῦ δικαιοσύνης ἐκλήθη πόλις, ἀλλὰ ἀπὸ τῶν πραγμάτων ταύτην εἶχε τὴν προσηγορίαν, διὰ τὸ πολλὴν γεγενῆσθαι τὴν ἐπὶ τὸ βέλτιον αὐτῆς μεταβολὴν καὶ τὴν τοῦ δικαίου προστασίαν (καὶ γὰρ ὅταν πόρνην καλῇ, οὐχ ὡς τῆς πόλεως οὕτω ποτὲ κληθείσης, ἀλλὰ ἀπὸ τῆς κακίας τὸ ὄνομα τίθησιν· οὕτω δὴ καὶ μετὰ ταῦτα ἀπὸ τῆς ἀρετῆς)· τὸ αὐτὸ τοίνυν καὶ ἐπὶ τοῦ Χριστοῦ λεκτέον, ὅτι τὸ ἀπὸ τῶν πραγμάτων αὐτῷ ὄνομα τέθεικε. Τότε γὰρ μάλιστα μεθ᾽ ἡμῶν ὁ Θεὸς γέγονεν, ἐπὶ τῆς γῆς ὀφθεὶς καὶ τοῖς ἀνθρώποις συναναστρεφόμενος καὶ τὴν πολλὴν ἐπιδεικνύμενος περὶ ἡμᾶς κηδεμονίαν. Οὐκέτι γὰρ ἄγγελος, οὐδὲ ἀρχάγγελος μεθ᾽ ἡμῶν, ἀλλ᾽ αὐτὸς καταβὰς ὁ Δεσπότης τὴν πᾶσαν ἀνεδέξατο διόρθωσιν, πόρναις διαλεγόμενος, τελώναις συνανακείμενος, εἰς ἁμαρτωλῶν οἰκίας εἰσιών, λῃσταῖς παρρησίαν διδούς, μάγους ἐφελκόμενος, πάντα περιιὼν καὶ διορθούμενος, καὶ αὐτὴν τὴν φύσιν ἑνῶν πρὸς ἑαυτόν. Ταῦτα οὖν πάντα ὁ προφήτης προαναφωνεῖ, ὁμοῦ καὶ τὸν τόκον λέγων καὶ τὸ κέρδος τῶν ὠδίνων τὸ ἄφατον ἐκεῖνο καὶ ἄπειρον.

Ὅταν γὰρ ὁ Θεὸς μετὰ ἀνθρώπων ᾖ, οὐδὲν δὴ δεῖ λοιπὸν δεδοικέναι, οὐδὲ τρέμειν, ἀλλ᾽ ὑπὲρ ἁπάντων θαρρεῖν· ὅπερ οὖν καὶ ἐγένετο. Καὶ γὰρ τὰ ἀρχαῖα ἐκεῖνα καὶ ἀκίνητα ἐλύθη κακὰ καὶ ἡ κατὰ τοῦ κοινοῦ γένους ἀπόφασις ἀνῃρεῖτο καὶ τῆς ἁμαρτίας τὰ νεῦρα ἐκέκοπτο καὶ διαβόλου τυραννὶς κατελύετο καὶ ὁ πᾶσιν ἄβατος παράδεισος ἀνδροφόνῳ καὶ λῃστῇ πρῶτον ἠνοίγετο καὶ οὐρανῶν ἁψῖδες ἀνεπετάννυντο καὶ ἀγγέλοις ἄνθρωποι συνανεμίγνυντο καὶ πρὸς τὸν βασιλικὸν θρόνον ἡ φύσις ἡ ἡμετέρα ἀνήγετο καὶ τοῦ ᾅδου τὸ δεσμωτήριον ἄχρηστον ἦν καὶ ὁ θάνατος ὄνομα λοιπὸν ἔμενεν ὄν, πράγματος ἀπεστερημένον· καὶ μαρτύρων χοροὶ καὶ γυναῖκες κατακλῶσαι τοῦ ᾅδου τὰ κέντρα. Ταῦτα οὖν πάντα προορῶν ὁ προφήτης ἐσκίρτα καὶ ἐχόρευε καὶ δι᾽ ἑνὸς ῥήματος ἡμῖν αὐτὰ ἐνεδείκνυτο, προφητεύων ἡμῖν τὸν Ἐμμανουήλ.

Βούτυρον καὶ μέλι φάγεται, πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθόν. Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Ἐπειδὴ τὸ τικτόμενον παιδίον οὔτε ἄνθρωπος ἦν ψιλός, οὔτε Θεὸς μόνον, ἀλλὰ Θεὸς ἐν ἀνθρώπῳ, εἰκότως καὶ ὁ προφήτης ποικίλλει τὸν λόγον, νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο λέγων καὶ τὰ παράδοξα τιθεὶς καὶ οὐκ ἀφιεὶς ἀπιστηθῆναι τὴν οἰκονομίαν διὰ τὴν τοῦ θαύματος ὑπερβολήν. Εἰπὼν γὰρ ὅτι τέξεται ἡ παρθένος, ὅπερ ἦν ἀνωτέρω φύσεως καὶ ὅτι κληθήσεται Ἐμμανουήλ, ὃ καὶ αὐτὸ μεῖζον προσδοκίας ἦν, ἵνα μή τις τὸν Ἐμμανουὴλ ἀκούσας, τὰ Μαρκίωνος πάθῃ καὶ νοσήσῃ τὰ Οὐαλεντίνου διὰ τὴν οἰκονομίαν, διαρρήδην ἐπήγαγε καὶ τῆς οἰκονομίας τὴν σαφεστάτην ἀπόδειξιν, ἀπὸ τῆς τραπέζης αὐτὴν πιστούμενος. Τί γάρ φησι; Βούτυρον καὶ μέλι φάγεται. Τοῦτο δὲ οὐκ ἂν εἴη θεότητος, ἀλλὰ τῆς φύσεως τῆς ἡμετέρας. Διὰ γάρ τοι τοῦτο οὐδὲ ἄνθρωπον ἁπλῶς πλάσας ἐνῴκησεν ἐν αὐτῷ, ἀλλὰ καὶ κυήσεως ἠνέσχετο καὶ ταύτης ἐννεαμηνιαίου καὶ ὠδίνων καὶ σπαργάνων καὶ τῆς ἐκ πρώτης ἡλικίας τροφῆς, ἵνα διὰ πάντων ἐμφράξῃ τὰ στόματα τῶν ἀρνεῖσθαι τὴν οἰκονομίαν ἐπιχειρούντων.

Ταῦτα οὖν ἄνωθεν προορῶν ὁ προφήτης οὐχὶ τὰς ὠδῖνας λέγει καὶ τὸν θαυμαστὸν τόκον μόνον, ἀλλὰ καὶ τὴν ἐν πρώτῃ ἡλικίᾳ τροφήν, τὴν ἐν αὐτοῖς τοῖς σπαργάνοις, οὐδὲν τῶν λοιπῶν ἐξαλλάττουσαν ἀνθρώπων, οὐδέ τι ξένον κατὰ τοῦτο ἔχουσαν. Οὔτε γὰρ ἅπαντα ἐξηλλαγμένα ἦν αὐτῷ, οὔτε πάντα κοινά. Τὸ μὲν γὰρ ἐκ γυναικὸς τεχθῆναι κοινόν, τὸ δὲ ἀπὸ παρθένου μεῖζον ἢ καθ᾽ ἡμᾶς. Τὸ δὲ τραφῆναι πάλιν τῷ κοινῷ τῆς φύσεως νόμῳ καὶ τὸ αὐτὸ τοῖς πολλοῖς κοινόν· τὸ δὲ ἄβατον γενέσθαι πονηρίᾳ τὸν ναὸν ἐκεῖνον, καὶ μηδὲ εἰς πεῖραν ἐλθεῖν πονηρίας, τοῦτο ξένον καὶ παράδοξον καὶ αὐτοῦ μόνου. Διὸ δὴ κἀκεῖνο καὶ τοῦτο τέθεικεν. Οὐ γὰρ μετὰ τὴν πεῖραν τῆς κακίας ἀπέστη τῆς κακίας, φησίν, ἀλλὰ ἄνωθεν καὶ ἐκ προοιμίων αὐτῶν πᾶσαν ἀρετὴν ἐπεδείκνυτο. Ὃ καὶ αὐτὸς ἔλεγε· Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; καί, Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου καὶ ἐν ἐμοὶ ἔχει οὐδέν.

Καὶ αὐτὸς οὗτος προϊὼν ὁ προφήτης λέγει ὅτι Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Τοῦτο δὴ καὶ ἐνταῦθά φησιν, ὅτι πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἀπὸ τῆς ἡλικίας ἐκείνης τῆς ἀπειροκάκου, ἀπ᾽ αὐτῶν τῶν προοιμίων τὴν ἀρετὴν ἐπιδείξεται καὶ οὐδὲν ἕξει πρὸς τὴν κακίαν κοινόν. Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Πάλιν ταῖς αὐταῖς λέξεσι τὸ αὐτὸ νόημα αἰνίττεται καὶ ἐνδιατρίβει τῷ λόγῳ. Ἐπειδὴ γὰρ σφόδρα ἦν ὑψηλὸν τὸ εἰρημένον, τῇ συνεχείᾳ τῆς διηγήσεως αὐτὸ πιστοῦται. Ὅπερ γὰρ ἀνωτέρω ἐδήλωσεν εἰπών· Πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρά, τοῦτο προϊὼν ᾐνίξατο εἰπών· Πρὶν ἢ γνῶναι τὸ παιδίον· καὶ ἐπεξηγήσει κέχρηται πάλιν λέγων· Ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Τούτου γὰρ αὐτοῦ μόνον ἦν τὸ ἐξαίρετον. Διὸ καὶ ὁ Παῦλος αὐτὸ στρέφει συνεχῶς καὶ Ἰωάννης δὲ ἰδὼν αὐτόν, τοῦτο ἀνεκήρυξε λέγων· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ὁ δὲ τὴν ἑτέρων αἴρων, πολλῷ μᾶλλον αὐτὸς ἀναμάρτητος ἦν. Καὶ ὁ Παῦλος, ὅπερ ἔφθην εἰπών, συνεχῶς αὐτὸ ἀναβοᾷ. Ἐπειδὴ γὰρ ἔμελλεν ἀποθνήσκειν, ἵνα μή τις νομίσῃ τῶν ἀπίστων, ὅτι οἰκείας ἁμαρτίας τίνει δίκην, συνεχῶς αὐτοῦ τὸ ἀναμάρτητον εἰς μέσον ἄγει, ἵνα τὸν θάνατον αὐτοῦ τῆς ἡμετέρας ἁμαρτίας λυτήριον ὄντα δείξῃ.

Διὸ καὶ ἔλεγε· Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει. Καὶ γὰρ ὃ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν. Οὐδὲ ἐκεῖνον τὸν θάνατον, ὡς ὑπεύθυνος ὤν, φησί, κατὰ τὸν τῆς ἁμαρτίας λόγον ἀπέθανεν, ἀλλ᾽ ὑπὲρ τῆς κοινῆς ἁπάντων πλημμελείας. Εἰ τοίνυν τῷ προτέρῳ κατὰ τοῦτο ὑπεύθυνος οὐκ ἦν, ἐκ περιουσίας ἀποδέδεικται, ὅτι οὐκέτι ἀποθανεῖται.