Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἠσαΐαν

Ἰωάννης ὁ Χρυσόστομος

Η απειλή των Ασσυρίων, η ερήμωση της γης και η παραμυθία (Κεφάλαιο 7)

Ο προφήτης προαναγγέλλει τη θεία τιμωρία μέσω της επιδρομής των Ασσυρίων, χρησιμοποιώντας τις αλληγορίες των εντόμων και του ξυραφιού. Περιγράφεται η ερήμωση της γης, ακολουθούμενη από υποσχέσεις ειρήνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 15 από 16

Καὶ καταλειφθήσεται ἡ γῆ, ἢν σὺ φοβῇ, ἀπὸ προσώπου τῶν δύο βασιλέων. Ὅπερ συνεχῶς ὁ προφήτης ποιεῖ, τοῦτο καὶ ἐνταῦθα πεποίηκε. Μετὰ τὴν προφητείαν ἐπὶ τὴν ἱστορίαν ἐξάγει τὸν λόγον. Τοῦτο καὶ ἐπὶ τῶν Σεραφὶμ κατασκευάσαντα σαφῶς ἀπεδείξαμεν, ὃ καὶ ἐνταῦθα εἰργάσατο.

Εἰπὼν γὰρ τὰ μέλλοντα ἔσεσθαι τῆς οἰκουμένης ἀγαθά, εἰς τὸν βασιλέα λοιπὸν τρέπει τὸν λόγον. Διὸ καὶ ἐπήγαγε λέγων· Καὶ καταλειφθήσεται ἡ γῆ. Τί ἐστι 〈Τὸ〉 καταλειφθήσεται; Ἀνέπαφος ἔσται, ἐλευθέρα ἔσται, οὐδὲν πείσεται ἀηδές, τὰ τοῦ πολέμου οὐχ ὑποστήσεται. Καὶ καταλειφθήσεται ἡ γῆ, ἣν σὺ φοβῇ, ὑπὲρ ἧς δέδοικας, ὑπὲρ ἧς τρέμεις, ἀπὸ προσώπου τῶν δύο βασιλέων, τοῦ τε Δαμασκηνοῦ καὶ τοῦ Ἰσραηλίτου. Εἶτα, ἵνα μὴ τῇ τῶν ἀγαθῶν προφητείᾳ ῥᾳθυμότερος γένηται, μηδὲ ὑπὸ τῆς εἰρήνης χαυνότερος, ἐπισφίγγει πάλιν αὐτοῦ τὴν ψυχὴν λέγων· Ἀλλὰ ἐπάξει ὁ Θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὔπω ἥκασιν, ἀφ᾽ ἧς ἡμέρας ἀφεῖλεν Ἐφραῒμ ἀπὸ Ἰούδα τὸν βασιλέα τῶν Ἀσσυρίων. Διὰ γὰρ τούτων τῶν βαρβάρων τὴν ἔφοδον δηλοῖ, δι᾽ ἧς τὴν πόλιν πρόρριζον ἀνέσπασαν καὶ λαβόντες αὐτοὺς αἰχμαλώτους ἀπῆλθον. Καὶ προλέγει ταῦτα, οὐχ ἵνα γένηται, ἀλλ᾽ ἵνα τῷ φόβῳ γενόμενοι σωφρονέστεροι, τὴν ἀπειλὴν ἀποκρούσωνται. Ἐπειδὴ δὲ οὔτε ὑπὸ τῶν χρηστῶν, ὧν παρ᾽ ἀξίαν ἀπήλαυσαν, ἐγένοντο βελτίους (ὅτι δὲ παρ᾽ ἀξίαν ἀπήλαυσαν, ἔδειξεν ἡ γνώμη τοῦ βασιλέως καὶ ἡ ὑπερβάλλουσα ἀπιστία), οὔτε τῇ ἀπειλῇ τῶν φοβερῶν μετεβάλλοντο, ἀλλὰ πρὸς ἑκάτερον τῆς ὠφελείας τὸ φάρμακον ἀντέστησαν χαλεπῶς, ἐπάγει λοιπὸν βαθυτέραν τὴν τομήν, τὴν σηπεδόνα ἐκτέμνων καὶ τοὺς ἀνίατα νοσοῦντας ἐκκόπτων.

Τί δέ ἐστιν· Ἀφ᾽ ἧς ἡμέρας ἀφεῖλεν Ἐφραῒμ ἀπὸ Ἰούδα τὸν βασιλέα τῶν Ἀσσυρίων; Ἐπῆλθον οἱ βάρβαροι, πάντας αὐτοὺς ἀναρπασόμενοι· ἀλλ᾽ ἀφέντες τὸν Ἰούδα καὶ τὰς δύο φυλάς, ἐτράπησαν κατὰ τοῦ Ἰσραήλ. Ὃ τοίνυν λέγει, τοῦτό ἐστιν· ἀπὸ τῆς ἡμέρας ἐκείνης, ἀφ᾽ ἧς αἱ δέκα φυλαὶ πρὸς ἑαυτὰς ἐφελκύσονται τὸ τῶν βαρβάρων στρατόπεδον, ὑμῶν ἀποστήσαντες, τῇ τῆς οἰκείας ἁμαρτίας ὑπερβολῇ καὶ καθ᾽ ἑαυτῶν καλέσαντες αὐτοὺς ἀπενεχθῶσιν, ἀπ᾽ ἐκείνης χρὴ δεδοικέναι καὶ φοβεῖσθαι λοιπόν.

Ὁδῷ γὰρ προβαίνοντες καὶ ἐφ᾽ ὑμᾶς ἥξουσιν, εἰ μὴ μεταβάλλοισθε. Καί φησιν, ἀπὸ τῆς ἡμέρας ἐκείνης ἐπάξει αὐτούς. Οὐ γὰρ ὁμοῦ τῶν Ἰσραηλιτῶν ἀπενεχθέντων, κἀκεῖνοι ἑάλωσαν, ἀλλὰ βραχὺς μεταξὺ γέγονε χρόνος.

Ὃ τοίνυν λέγει, τοῦτό ἐστιν, ὅτι τῇ ψήφῳ ἔκτοτε ἐπήγαγεν ἂν τὰς ἡμέρας· ἀλλ᾽ ἀνέμενεν ὁ Θεὸς καὶ ἐμακροθύμει, καίτοι τῆς ἀξίας τῶν ἁμαρτημάτων ἔκτοτε ἀπαιτούσης τὴν τιμωρίαν· ὅπερ πολλαχοῦ ποιεῖν εἴωθε, τῆς κυρίας παραγενομένης ἡμέρας, ἀναβάλλεσθαι καὶ ἀναδύεσθαι· ὃ καὶ τῆς αὐτοῦ φιλανθρωπίας τεκμήριον μέγιστον καὶ τῆς ἀγνωμοσύνης τῶν οὐκ ἐθελόντων εἰς δέον αὐτοῦ κεχρῆσθαι τῇ μακροθυμίᾳ ἀπόδειξις σαφεστάτη. Τοῦτο οὖν καὶ ἐνταῦθά φησιν, ὅτι ἀπὸ τότε ἡ ἀπειλή, ἀπὸ τότε ἡ ἀπόφασις, ἐκ τότε ἡ θεήλατος ὀργή, ἵνα ἐπὶ θύραις ἀγαγὼν τὴν τιμωρίαν, διαναστήσῃ πρὸς μετάνοιαν καὶ βελτίους ἐργάσηται καὶ μετὰ τὴν ἐκείνων ἅλωσιν ἐν ἀγωνίᾳ καταστήσῃ, μηδέ, ἐπειδὴ οἱ μὲν ἀπηνέχθησαν, οἱ δὲ διέφυγον, ῥᾳθυμότεροι ταύτῃ γένωνται.

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, συριεῖ Κύριος μυίαις, αἳ κυριεύσουσι μέρους ποταμοῦ Αἰγύπτου. Ὁρᾷς ὡς οὐ μάτην ἔλεγον, ὅτι τὸν φόβον αὐξῆσαι βουλόμενος, ἀπὸ τῆς ἡμέρας ἐκείνης ἐπισείει τὴν ἀπειλήν. Τὰ γοῦν ἑξῆς τοῦτο δηλοῖ, δι᾽ ὧν ἐπαίρει τὸν φόβον τῷ λόγῳ καὶ τὰ στρατόπεδα αὐτοῖς δῆλα ποιῶν, ἅπερ ἦν αὐτοῖς φοβερώτατα, καὶ τὴν εὐκολίαν τῆς ἐφόδου δηλῶν, ὃ μεθ᾽ ὑπερβολῆς αὐτοὺς κατέσειε, καὶ τὸ στῖφος τῆς στρατιᾶς ἐμφαίνων, ὃ μάλιστα αὐτῶν ἐξίστη τὴν διάνοιαν· ταῦτα δὲ ἅπαντα διὰ τῶν ἑξῆς ᾐνίξατο. Σκόπει δέ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, φησί, συριεῖ Κύριος μυίαις. Μυίας ἐνταῦθα τοὺς Αἰγυπτίους ἐκάλεσε, διὰ τὸ ἀναιδὲς καὶ ἀναίσχυντον καὶ ὅτι συνεχῶς διακρουόμενοι συνεχῶς ἐπῄεσαν καὶ οὐδὲ μικρὸν ἀναπνεῖν συνεχώρουν, ἀλλὰ μυρία παρεῖχον αὐτοῖς πράγματα πολλάκις, καθάπερ αἱ μυῖαι τοῖς τραύμασιν, οὕτω διηνεκῶς ταῖς τούτων ἐφιζάνοντες συμφοραῖς.

Τούτους οὖν ἄξει, φησίν, ὁ Θεός. Ἀλλ᾽ οὐκ εἶπεν, ἄξει, ἀλλὰ Συριεῖ, τὴν εὐκολίαν ἐμφαίνων τῆς ἀνόδου καὶ τὸ ἄμαχον τῆς τοῦ Θεοῦ δυνάμεως καὶ ὅτι ἀρκεῖ νεῦσαι μόνον καὶ πάντα ἕπεται. Καὶ εἰκότως ἀπὸ τούτων πρότερον ἄρχεται τῆς ἀπειλῆς, ὧν ἤδη διὰ τῶν ἔργων πεῖραν εἰλήφεισαν. Καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων. Ὁ Σύρος καὶ ὁ Ἑβραῖος, ὥς φασιν, οὐ λέγουσι, μελίσσας, ἀλλά, Σφῆκας. Ἐπειδὴ γὰρ οὐ σφόδρα αὐτῶν ἦσαν ἐν πείρᾳ, τῇ εἰκόνι τοῦ σφηκὸς εἰς πολλὴν αὐτοὺς ἐνέβαλλεν ἀγωνίαν, τὸ σφοδρὸν αὐτῶν, τὸ πληκτικόν, τὸ ἀμυντικόν, τὸ πικρὸν τῶν τραυμάτων, τὸ ταχὺ τῆς παρουσίας, τὸ δυσφύλακτον διὰ τοῦ ζώου τούτου δηλῶν.

Καὶ ἐλεύσονται καὶ ἀναπαύσονται πάντες ἐν ταῖς φάραγξι τῆς χώρας καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν καὶ εἰς τὰ σπήλαια καὶ εἰς πᾶσαν ῥαγάδα καὶ ἐν παντὶ ξύλῳ. Εἰπὼν τὸ φοβερὸν τῶν ἐθνῶν καὶ τὸ τάχιστον τῆς στρατείας, λέγει καὶ τὸ πλῆθος λοιπόν. Καὶ οὐκ εἶπε· Στρατοπεδεύσονται, ἀλλά· Ἀναπαύσονται, οὐδὲ ὡς εἰς πολεμίαν ἀφικνούμενοι χώραν, ἀλλ᾽ ὡς τῇ οἰκείᾳ ἐντρυφῶντες, οὐδὲ ὡς καμάτου δεόμενοι καὶ πόνων, ἀλλ᾽ ὡς ἐπὶ φανερὰν ἀπαντήσοντες νίκην καὶ ἕτοιμον ληψόμενοι τὴν ἁρπαγήν. Διὰ τοῦτό φησιν· Ἐλεύσονται καὶ ἀναπαύσονται, ὃ τῶν νενικηκότων ἐστὶ καὶ τρόπαιον στησάντων καὶ μετὰ τὸν πολὺν ἱδρῶτα καὶ τὰς σφαγὰς ἀναπαυομένων.

Καὶ οὐκ ἀναπαύσονται ἐν πεδίοις μόνον· ἀλλ᾽ ἐπειδὴ τὸ πλῆθος ἄπειρον καὶ οὐχ ἱκανὴ ἡ χώρα δέξασθαι τῶν σωμάτων τὸν ἀριθμόν, καὶ φάραγγες καὶ πέτραι καὶ ὄρη καὶ νάπαι καὶ πάντα καλυφθήσεται τοῖς βαρβαρικοῖς σώμασι. Καίτοι εἰ καὶ μὴ σφοδροὶ ἦσαν, μηδὲ οὕτω ῥαγδαῖοι, ἤρκει τὸ πλῆθος αὐτοὺς καταπλῆξαι· ὅταν δὲ ἀμφότερα ᾖ, καὶ πλῆθος τοσοῦτον καὶ δύναμις τηλικαύτη καὶ τὸ πάντων χαλεπώτερον, ἡ τοῦ Θεοῦ ὀργὴ στρατηγοῦσα, ποία λοιπόν ἐστι σωτηρίας ἐλπίς; Τὸ δὲ Εἰς πᾶσαν ῥαγάδα καὶ ἐν παντὶ ξύλῳ ὑπερβολικῶς εἴρηται. Οὐ γὰρ δὴ ἐπὶ τῶν δένδρων ἔμελλον ἀναπαύεσθαι, ἀλλ᾽ ὁμοῦ, καθάπερ εἶπον, καὶ τὴν ὑπερβολὴν ᾐνίξατο καὶ τῇ μεταφορᾷ τῶν σφηκῶν ἐνέμεινεν.

Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει Κύριος τῷ ξυρῷ τῷ μεμεθυσμένῳ. Αὐξήσας τὸν φόβον ἀπὸ τῶν στρατοπέδων, ἐπιτείνει πάλιν αὐτόν, ἐπὶ τὸν οὐρανὸν τὸν λόγον ἀνάγων, δεικνὺς ὅτι οὐ βάρβαροί τινες Αἰγύπτιοι καὶ Πέρσαι, ἀλλ᾽ ὁ Θεός ἐστιν ὁ πολεμῶν τοῖς Ἰουδαίοις. Ξυρὸν δὲ ἐνταῦθα τὴν ἀφόρητον ὀργὴν αὐτοῦ φησι καὶ ἣν οὐδεὶς ὑποστῆναι δυνήσεται, μετ᾽ εὐκολίας ἐπιοῦσαν καὶ ἀναλίσκουσαν.

Ὥσπερ γὰρ αἱ τρίχες τοῦ σώματος τοῦ ξυροῦ τὴν ἀκμὴν οὐκ ἂν ἐνέγκαιεν, ἀλλ᾽ εἴκουσιν εὐθέως καὶ παραχωροῦσιν· οὕτω δὴ καὶ τὰ Ἰουδαϊκὰ πράγματα τὴν θεήλατον ὀργὴν ἐκείνην οὐκ ἂν ὑποσταῖέν ποτε, φησί. Ξυρὸν τοίνυν μεμεθυσμένον τὴν ἀκμάζουσαν, τὴν μεμεστωμένην τοῦ Θεοῦ ὀργήν, τὴν πεπληρωμένην ἀπόφασιν ἡμῖν ἐνδείκνυται. Πέραν δὲ τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων, τὸ πέραν τοῦ Εὐφράτου φησίν· ἅπερ ἦν ἡ Ἰουδαία καὶ ἡ Παλαιστίνη πᾶσα ἀπὸ Περσίδος ἐπανιοῦσι.

Ταῦτα οὖν ἅπαντα ἀφανιεῖ, φησίν, ἄρδην. Κεφαλὴν δὲ καὶ τρίχας καὶ πώγωνα καὶ πόδας, ὁλόκληρον τὴν χώραν φησὶ τῇ παραβολῇ τοῦ σώματος, πᾶσαν αὐτῶν τὴν χώραν περιλαμβάνων τῷ λόγῳ, ὥσπερ καὶ ἀρχόμενος ἔλεγε· Πᾶσα κεφαλὴ εἰς πόνον καὶ πᾶσα καρδία εἰς λύπην. Ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία· οὐ περὶ ἑνὸς ἀνθρώπου λέγων, ἀλλ᾽ ὁλόκληρον τὴν χώραν ἑνὶ σώματι παραβάλλων. Τοῦτο δὴ καὶ ἐνταῦθά φησιν, ὅτι καὶ χαλεπὴν ὑποστήσεται τὴν τιμωρίαν πᾶσα ἡ γῆ. Καὶ τὸ μὲν διὰ τοῦ ξυροῦ, τὸ δὲ διὰ τῆς τοῦ σώματος εἰκόνος ἐνέφηνε, δηλῶν ὅτι ξυροῦ παντὸς χαλεπώτερον καὶ τοὺς ἀνθρώπους καὶ τὰ ἀπὸ τῆς γῆς ἀναλώσει ἡ παρὰ τοῦ Θεοῦ φερομένη ψῆφος καὶ γυμνὴν αὐτὴν καὶ ἔρημον καταλείψει. Εἶτα τὴν ἐρημίαν ταύτην δι᾽ ἑτέρας εἰκόνος ἐνδείκνυται. Ποιεῖ δὲ αὐτό, ὥστε διὰ πάντων ἀκμάζοντα μένειν τὸν φόβον καὶ μὴ καταμαραίνεσθαι τῷ μήκει τοῦ λόγου τὴν ἀγωνίαν. Καὶ δοκεῖ μὲν τοῖς οὐ προσέχουσι χρηστῶν τινων ἐπαγγελίαν εἶναι τὸ λεγόμενον· οἱ δὲ ἀκριβῶς ἐξετάζοντες ἴσασιν ὅτι ἐπιτεταμένης ἐρημίας ἐστὶν ἀπόδειξις. Τί γάρ φησι;

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα. Καὶ ἔσται, ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα φάγεται βούτυρον, ὅτι βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς. Ταῦτα πολλήν, ὡς ἔφθην εἰπών, ἐρημίαν ἐνδείκνυται. Ἡ γὰρ πυροὺς καὶ κριθὰς φέρουσα γῆ, τῶν ἀνθρώπων ἐρημωθεῖσα, δαψιλῆ παρέξει νομὴν τοῖς προβάτοις καὶ οὕτω δαψιλῆ, ὡς διὰ τὴν εὐθηνίαν τῆς τοιαύτης τραπέζης ἀρκεῖν καὶ δύο πρόβατα καὶ δάμαλιν μίαν πηγὰς τῷ κεκτημένῳ παρέχειν γάλακτος. Ὥστε ἡ εὐθηνία τῆς εὐωχίας τῶν ἀλόγων τῆς τῶν ἀνθρώπων ἐρημίας μέγιστόν ἐστι τεκμήριον. Καὶ τὸ μέλι δὲ τοῦτο αἰνίττεται· εἰώθασι γὰρ ταῖς ἐρήμοις ἐμφιλοχωρεῖν αἱ μέλιτται καὶ ἔνθα ἂν πολλῆς νομῆς ἀπολαύωσι καὶ ἔνθα μηδεὶς ὁ ἐνοχλῶν ᾖ.

Καὶ ἵνα μάθῃς ὅτι τὴν ἐπιτεταμένην ἐρημίαν αἰνίττεται, τὰ ἑξῆς δηλοῖ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὗ ἐὰν ὦσι χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν. Μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ. Πολλῆς καὶ τοῦτο δυσπραγίας σημεῖον, ὅταν μὴ ὄρη καὶ νάπαι, ἀλλ᾽ αὐτὴ ἡ βαθύγειος καὶ πολλῆς ἀπολαύουσα τῆς ἐπιμελείας ἀκάνθας φέρῃ. Οὐδὲ γὰρ ἁπλῶς τὸ τίμημα τῶν ἀμπέλων τέθεικεν, ἀλλ᾽ ἵνα καὶ τὴν φύσιν τῆς γῆς ἐπιδείξηται καὶ τὴν πολλὴν τῶν γεωργῶν ἐπιμέλειαν. Ἀλλ᾽ ὅμως ἐκεῖνα τὰ οὕτως εὐθηνούμενα, φησί, καὶ γεωργικῶν ἀπολαύοντα χειρῶν, εἰς τοσαύτην καταστρέψει τὴν ἐρημίαν, ὡς ἀκάνθας μὲν ἀντὶ ἀμπέλων φέρειν, τοσοῦτον δὲ παρέχειν τοῖς εἰσιοῦσι τὸν φόβον, ὡς μηδένα τολμᾷν γυμνὸν καὶ ἄοπλον εἰσιέναι. Τοῦτο δὲ λέγει, τὴν ἐρημίαν ἐμφαίνων τοῦ τόπου καὶ τὴν πολλὴν αὐτόθι τῶν θηρίων διατριβήν.

Κατασείσας τοίνυν αὐτῶν τὴν διάνοιαν καὶ μετὰ ἀκριβείας κατεργασάμενος αὐτοὺς τῷ φόβῳ, πάλιν ἀνίησιν ὀλίγον, τὰ χρηστὰ ἀναμίξας καὶ τὴν ἐπὶ τὸ βέλτιον μεταβολήν, ἵνα ἑκατέρωθεν μάθωσι τοῦ Θεοῦ τὴν ἰσχύν. Ἀλλὰ τοῖς μὲν φοβεροῖς ἐνδιατρίβει, τὰ δὲ χρηστὰ εὐθέως εἰπὼν ἀπαλλάττεται.

Τί δήποτε; Ὅτι τούτου μάλιστα ἐδέοντο τῆς ἐπιτιμήσεως τοῦ φαρμάκου τότε· διὸ δὴ αὐτὸ μετὰ δαψιλείας ἐπιθείς, ὥστε ἐνδοῦναι μικρὸν ἀναπνεῦσαι καὶ ταύτῃ πάλιν εἰς ἀρετὴν ἐκκαλέσασθαι, καὶ τὰ χρηστὰ ἀναμίγνυσι, λέγων· Πᾶν ὄρος ἀροτριώμενον ἀροτριωθήσεται. Ὥσπερ γὰρ ἐν τῇ ὀργῇ τοῦ Θεοῦ καὶ ἡ βαθύγειος ἔρημος ἔσται, οὕτω καὶ ἐν τῇ καταλλαγῇ πάλιν καὶ ἡ τραχεῖα τὰ τῆς λιπαρᾶς ἐπιδείξεται γῆς, ἄροτρον δεχομένη καὶ σπέρματα. Τούτων δὲ γενομένων, καὶ τὰ ἐκ τούτων ἅπαντα ἔσται, εἰρήνη καὶ ἄδεια καὶ τὸ θαρσεῖν καὶ μὴ δεδοικέναι, καθάπερ ἔμπροσθεν.

Οὐ γὰρ μὴ ἐπέλθῃ, φησίν, ἐκεῖ φόβος. Ἔσται δὲ ἀπὸ τῆς χέρσου καὶ ἀπὸ τῆς ἀκάνθης εἰς βόσκημα προβάτου καὶ πάτημα βοός. Καὶ διὰ τούτων πάλιν τὴν εὐθηνίαν αἰνίττεται, ὥσπερ καὶ ἔμπροσθεν προϊὼν λέγει· Μακάριος ὁ σπείρων ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ. Ὥσπερ γάρ, ὅταν ἐρημίαν παραστῆσαι βούληται, Σειρῆνας καὶ Ὀνοκενταύρους εἰς μέσον ἄγει τῷ λόγῳ· οὕτως, ὅταν εἰρήνην καὶ ἀσφάλειαν, τὰ χειροήθη καὶ τιθασσὰ τῶν ζώων καὶ συνεφαπτόμενα τῶν γεωργικῶν ἔργων ἡμῖν ταῦτα πανταχοῦ δείκνυσι φαινόμενα, ἀπὸ τούτων τὰ ἐκ τούτων ἐμφαίνων, γεωργίαν καὶ τὴν ἄλλην αὐτῶν διακονίαν.