Εἰπὼν γὰρ τὰ μέλλοντα ἔσεσθαι τῆς οἰκουμένης ἀγαθά, εἰς τὸν βασιλέα λοιπὸν τρέπει τὸν λόγον. Διὸ καὶ ἐπήγαγε λέγων· Καὶ καταλειφθήσεται ἡ γῆ. Τί ἐστι 〈Τὸ〉 καταλειφθήσεται; Ἀνέπαφος ἔσται, ἐλευθέρα ἔσται, οὐδὲν πείσεται ἀηδές, τὰ τοῦ πολέμου οὐχ ὑποστήσεται. Καὶ καταλειφθήσεται ἡ γῆ, ἣν σὺ φοβῇ, ὑπὲρ ἧς δέδοικας, ὑπὲρ ἧς τρέμεις, ἀπὸ προσώπου τῶν δύο βασιλέων, τοῦ τε Δαμασκηνοῦ καὶ τοῦ Ἰσραηλίτου. Εἶτα, ἵνα μὴ τῇ τῶν ἀγαθῶν προφητείᾳ ῥᾳθυμότερος γένηται, μηδὲ ὑπὸ τῆς εἰρήνης χαυνότερος, ἐπισφίγγει πάλιν αὐτοῦ τὴν ψυχὴν λέγων· Ἀλλὰ ἐπάξει ὁ Θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὔπω ἥκασιν, ἀφ᾽ ἧς ἡμέρας ἀφεῖλεν Ἐφραῒμ ἀπὸ Ἰούδα τὸν βασιλέα τῶν Ἀσσυρίων. Διὰ γὰρ τούτων τῶν βαρβάρων τὴν ἔφοδον δηλοῖ, δι᾽ ἧς τὴν πόλιν πρόρριζον ἀνέσπασαν καὶ λαβόντες αὐτοὺς αἰχμαλώτους ἀπῆλθον. Καὶ προλέγει ταῦτα, οὐχ ἵνα γένηται, ἀλλ᾽ ἵνα τῷ φόβῳ γενόμενοι σωφρονέστεροι, τὴν ἀπειλὴν ἀποκρούσωνται. Ἐπειδὴ δὲ οὔτε ὑπὸ τῶν χρηστῶν, ὧν παρ᾽ ἀξίαν ἀπήλαυσαν, ἐγένοντο βελτίους (ὅτι δὲ παρ᾽ ἀξίαν ἀπήλαυσαν, ἔδειξεν ἡ γνώμη τοῦ βασιλέως καὶ ἡ ὑπερβάλλουσα ἀπιστία), οὔτε τῇ ἀπειλῇ τῶν φοβερῶν μετεβάλλοντο, ἀλλὰ πρὸς ἑκάτερον τῆς ὠφελείας τὸ φάρμακον ἀντέστησαν χαλεπῶς, ἐπάγει λοιπὸν βαθυτέραν τὴν τομήν, τὴν σηπεδόνα ἐκτέμνων καὶ τοὺς ἀνίατα νοσοῦντας ἐκκόπτων.