Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἠσαΐαν

Ἰωάννης ὁ Χρυσόστομος

Πρόσκληση σε μετάνοια, θεία κρίση και αποκατάσταση (Κεφάλαιο 1)

Ο προφήτης απευθύνει κάλεσμα για κάθαρση και έμπρακτη δικαιοσύνη. Ερμηνεύονται οι παιδαγωγικές τιμωρίες του Θεού, η καταδίκη των διεφθαρμένων αρχόντων, η πτώση της ειδωλολατρίας και η λύτρωση των αιχμαλώτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 16

Λούσασθε, καθαροὶ γίνεσθε. Πῶς, εἰπών· Οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν, συμβουλεύει καὶ δείξας ἀνίατα νοσοῦντας διόρθωσιν εἰσάγει; Ἔθος τῷ Θεῷ, καὶ ἡνίκα ἂν ἀπειλῇ, ἀπαγορεύειν τὴν σωτηρίαν, ὥστε αὐξῆσαι τὸν φόβον καὶ μὴ ἐνταῦθα καταλύειν τὸν λόγον, ὥστε χρηστὰς ὑποτεῖναι τὰς ἐλπίδας καὶ ταύτῃ πάλιν εἰς μετάνοιαν ἐπανάγειν. Καὶ τοῦτο πανταχοῦ γινόμενον ἴδοι τις ἄν. Ἐπὶ μέντοι τῶν Νινευϊτῶν οὐ διὰ ῥημάτων, ἀλλὰ διὰ πραγμάτων αὐτὸ πεποίηκεν. Ἐν γὰρ τοῖς λόγοις οὐδὲν χρηστὸν ὑποσχόμενος, ἀλλὰ γυμνὴν ἐπὶ τῆς ἀπειλῆς κεῖσθαι τὴν τιμωρίαν ἀφείς, ἐπειδὴ τὰ παρ᾽ ἑαυτῶν ἐπεδείξαντο πάντες οἱ βάρβαροι, ταχέως ἔλυσε τὴν ὀργήν.

Οὕτω καὶ ἐν τῷ ψαλμῷ πάλιν ὁ Δαυΐδ· ἔφθην γὰρ εἰπών, ὅτι ὅλως δι᾽ ὅλου τῷ προοιμίῳ τοῦτο προσέοικεν· καὶ ὥσπερ οὗτός φησι· Λούσασθε, καθαροὶ γίνεσθε, μετὰ τὰς ἀπειλάς· οὕτω καὶ ἐκεῖνος μετὰ τὸ εἰπεῖν· Ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἀνομίας σου, ἐπήγαγε· Θυσία αἰνέσεως δοξάσει με καὶ ἐκεῖ ὁδός, ᾗ δείξω αὐτοῖς τὸ σωτήριον τοῦ Θεοῦ μου· αἴνεσιν λέγων τὴν διὰ τῶν ἔργων δοξολογίαν καὶ τὴν ἐπίγνωσιν τὴν εἰς αὐτόν.

Ἵνα δέ, Λούσασθε, καθαροὶ γίνεσθε, ἀκούσαντες, μὴ τοὺς εἰωθότας νομίσωσι καθαρμούς, ἐπήγαγεν· Ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου, παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν. Τὸ τῆς ἀρετῆς εὔκολον ἔδειξε καὶ τὴν τῆς ἐξουσίας ἐλευθερίαν, ὅτι ἐν αὐτοῖς ἦν τὸ μεταβαλέσθαι.

Μάθετε καλὸν ποιεῖν. Οὕτως ὑπὸ τῆς πολλῆς πονηρίας καὶ τὴν ἐπιστήμην τῆς ἀρετῆς ἦσαν ἐκβεβληκότες. Οὕτω καὶ ὁ προφήτης Δαυΐδ φησι· Δεῦτε, τέκνα, ἀκούσατέ μου· φόβον Κυρίου διδάξω ὑμᾶς. Πασῶν γὰρ ἐπιστημῶν αὕτη ἀνωτέρα καὶ πλείονος δεομένη σπουδῆς, ὅσῳ καὶ πλείονα ἔχει τὰ διακωλύοντα, φύσεως τυραννίδα καὶ προαιρέσεως ῥᾳθυμίαν καὶ δαιμόνων ἐπιβουλὰς καὶ πραγμάτων ὄχλον. Οὕτω δὴ καὶ ὁ Βαρούχ· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης.

Ἐκζητήσατε κρίσιν. Τουτέστιν, τὸ ἐκδικεῖν τοὺς ἀδικουμένους, ὅπερ πολλοῦ πόνου δεῖται καὶ νηφούσης ψυχῆς. Διὸ καὶ Ἐκζητήσατε εἶπε. Πολλὰ γάρ ἐστι τὰ συσκιάζοντα τὸ δίκαιον, καὶ δωροδοκία καὶ ἄγνοια καὶ δυναστεία καὶ αἰδὼς καὶ φόβος καὶ θεραπεία προσώπων· καὶ δεῖ πολλῆς τῆς ἀγρυπνίας.

Ῥύσασθε ἀδικούμενον. Τοῦτο πλέον τοῦ προτέρου· οὐ γὰρ ἀπαιτεῖ τὸ ψηφίζεσθαι τὰ δίκαια, ἀλλὰ καὶ τὸ εἰς πέρας ἄγειν. Κρίνατε ὀρφανὸν καὶ δικαιώσατε χήραν. Πολὺς τῷ Θεῷ λόγος τοῦ μηδένα πάσχειν κακῶς, πλείων δέ, ὅταν μετὰ τοῦ πάσχειν κακῶς καὶ ἑτέρᾳ τινὲς ὦσιν ἐνδεδυμένοι συμφορᾷ. Ἡ γὰρ χηρεία καὶ ὀρφανία καὶ καθ᾽ ἑαυτὸ ἀφόρητον· ὅταν δὲ καὶ παρ᾽ ἑτέρων ἐπηρεάζωνται, διπλοῦν τὸ ναυάγιον.

Καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει Κύριος. Παρατηρητέον ὅτι πανταχοῦ τῶν προφητῶν οὐδὲν οὕτως ὁ Θεὸς ἐπιζητεῖ, ὡς τὸ τοῖς ἀδικουμένοις ἐπαμύνειν. Οὕτω γοῦν καὶ ἀλλαχοῦ, ὡς ἐν τῷ Μιχαίᾳ λεγόντων τῶν Ἰουδαίων· Εἰ δώσω πρωτότοκά μου ὑπὲρ ἀσεβείας μου, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου, ἐπήγαγε λέγων· Ἀπηγγέλη σοι, ἄνθρωπε, τί καλὸν καὶ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ, ἀλλ᾽ ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾷν ἔλεον καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαί σε ὀπίσω Κυρίου τοῦ Θεοῦ σου. Καὶ πάλιν ὁ προφήτης Δαυῒδ ἔλεγεν· Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Καὶ δεῦτε δή.

Πρότερον τοῖς δικαιώμασιν ὁπλίσας, τότε ἐπὶ τὸ δικαστήριον ἕλκει καὶ διδάξας ὅπως ἂν ἀποδύσαιντο τὰ ἐγκλήματα, τότε ἀπαιτεῖ τὰς εὐθύνας, ἵνα μὴ γυμνοὺς αὐτοὺς τῆς ἀπολογίας λαβὼν κατακρίνῃ. Καὶ διελεγχθῶμεν.

Δικασώμεθα, φησίν. Ὁ δικαζόμενος συνήγορος γίνεται καὶ ἰατρός. Εἶτα δεικνύς, ὅτι κἂν μεγάλα ἐργασώμεθα, ἔτι τῆς αὐτοῦ δεόμεθα φιλανθρωφίας εἰς τὸ τῶν ἁμαρτημάτων ἀπαλλαγῆναι, φησίν· Ἐὰν ὦσιν ὑμῶν αἱ ἁμαρτίαι ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· τὰς ἐκ διαμέτρου ποιότητας ἐναντίας λαβὼν καὶ ὑποσχόμενος πρὸς τὸ ἐναντίον μεταστήσειν αὐτός. Ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Πολλὴ τῆς τῶν χηρῶν προστασίας ἡ δύναμις, εἴ γε τὴν οὕτω καταρρυπωθεῖσαν ψυχήν, ὡς καὶ αὐτοβαφὴν δέξασθαι πονηρίας, μὴ μόνον ἀπαλλάττει τῆς κακίας, ἀλλὰ καὶ λαμπρὰν οὕτως ἐργάζοιτο.

Καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Ἐπειδὴ γὰρ τοῖς παχυτέροις οὐχ οὕτως ἁμαρτημάτων ἀπαλλαγὴ ποθεινὸν καὶ εὐσύνοπτον, ὡς τῶν ἐν τῷ παρόντι βίῳ δοκούντων εἶναι καλῶν ἡ ἀπόλαυσις, μετ᾽ ἐκείνων καὶ ταῦτα ἐπαγγέλλεται· καὶ γὰρ καὶ τοῦτο ἐξ ἐκείνου.

Εἶτα δεικνὺς ὅτι εὔκολον ἡ ἀρετή, ἐν τῷ θέλειν αὐτὸ τίθησι μόνον. Ὥστε δὲ μὴ τοῖς χρηστοῖς ἐκλῦσαι, πάλιν εἰς τὰ φοβερὰ κατακλείσας τὸν λόγον ἀξιόπιστον ποιεῖ τῇ δυνάμει τοῦ ταῦτα ἀποφηναμένου. Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών; Καὶ τῆς ὀδύνης τοῦ λέγοντος καὶ τῆς πολλῆς τῶν Ἰουδαίων ἀναισθησίας ἡ διαπόρησις, καὶ τοῦ παρ᾽ ἐλπίδα γενέσθαι τὸ γεγενημένον. Τοιαῦτα καὶ Παῦλος ἐπὶ Γαλατῶν διαπορεῖ λέγων· Θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε· ὅπερ ἐν ἐγκλημάτων τάξει καὶ προτροπῆς εἶδός ἐστι, πρὸς ἀρετὴν ἀνακαλούμενον τοὺς ἐκκαλουμένους. Εἰ γὰρ καὶ θαυμαστὸν τὸ λεγόμενον καὶ ἐγκώμιον ἀναμέμικται τῇ κατηγορίᾳ τὴν κατηγορίαν χαλεπωτέραν ποιοῦν. Οὐ γὰρ οὕτω κακίζομεν τοὺς οὐδὲν ὄντας καὶ φαῦλον μετιόντας βίον, ὡς τοὺς σπουδαίους μὲν εἶναι δόξαντας ἔμπροσθεν, τὰ δὲ τῶν πονηρῶν ὕστερον ἐπιδεικνυμένους. Πόρνην δὲ ἐνταῦθα καλεῖ, οὐ σωματικὴν ἀσέλγειαν αἰνιττόμενος, ἀλλὰ τὴν περὶ Θεὸν ἀγνωμοσύνην, ὃ τῆς πορνείας ἐκείνης ἐστὶ χαλεπώτερον. Ἐκεῖ μὲν γὰρ ἄνθρωπος ὁ ὑβριζόμενος, ἐνταῦθα δὲ Θεὸς ὁ ἀθετούμενος.

Ποιεῖ δὲ καὶ αὐτὸ καὶ οὗτος καὶ οἱ ἄλλοι πάντες προφῆται· ἐπειδὴ καὶ ὁ Θεὸς κατηξίωσεν ἐν ἀνδρὸς τάξει τῇ πόλει γενέσθαι, τὴν ἄφατον ἀγάπην τὴν περὶ αὐτοὺς ἐνδεικνύμενος· καὶ ὡς περὶ ἀνδρὸς καὶ γυναικὸς πολλαχοῦ διαλέγονται, οὐχ ἵνα εἰς ἀνθρωπίνην παχύτητα κατενέγκωσι τὸν λόγον, ἀλλ᾽ ἵνα διὰ τῶν συντρόφων αὐτοῖς πραγμάτων ἐπὶ τὴν γνῶσιν τῆς τοῦ Θεοῦ χειραγωγήσωσιν αὐτοὺς φιλοστοργίας· ὁμοῦ δὲ καὶ τῷ αἰσχρῷ τῆς προσηγορίας καθάψασθαι βούλονται.

Πιστή· τουτέστιν, εὐσεβὴς καὶ πάσης ἀρετῆς γέμουσα· ὥστε κἀντεῦθεν δῆλον, ὅτι πορνείαν οὐ τὴν τῶν σωμάτων λέγει· ἐπεὶ εἶπεν ἄν· Πόλις ἡ σώφρων· οὕτω γὰρ ἦν τὸ ἀντιδιαστελλόμενον τῇ πόρνῃ· νῦν δὲ δεικνὺς ὅτι τὴν ἀσέβειαν αἰνίττεται διὰ τῆς πορνείας, τὸ ἀντικείμενον αὐτῇ τέθεικε, τὴν πίστιν.

Πλήρης κρίσεως· τουτέστι, πλήρης δικαιοσύνης. Πάλιν μέγιστον ἔγκλημα, οὐχ ὅτι πρὸς ὁλόκληρον τὴν κακίαν ηὐτομόλησαν, ἀλλ᾽ ὅτι καὶ ὁλόκληρον προέδωκαν τὴν ἀρετὴν καὶ τὸν πλοῦτον ἅπαντα τῶν ἀγαθῶν ἀθρόον ἀπὸ τῶν χειρῶν ῥίψαντες καὶ πρὸς ἐσχάτην τῶν κακῶν κατενεχθέντες πενίαν.

Ἐν ᾖ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ. Ηὐλίσθη, κατεσκήνωσε, τουτέστι, πεφύτευτο, ἐρρίζωτο, μετὰ προθυμίας ὑπὸ πάντων κατωρθοῦτο τῶν πολιτῶν. Ἐνδιατρίβει τοῖς ἐγκωμίοις τοῖς προτέροις, ὁμοῦ μὲν αὔξων τὴν κατηγορίαν τὴν ἐκ τῆς μεταβολῆς, ὁμοῦ δὲ χρηστὰς ὑποτείνων τὰς ἐλπίδας καὶ δεικνὺς ὅτι ῥᾴδιον αὐτοὺς ἀνακτήσασθαι πάλιν.

Νῦν δὲ φονευταί. Ἀνδροφόνοι, φησί. Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον. Τουτέστι, παράσημον, νόθον, κίβδηλον. Οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι. Ἐπειδὴ προοιμιαζόμενος οὐ κατ᾽ εἶδος αὐτῶν εἶπεν τὴν κακίαν, ἀλλ᾽ ὅτι ἠθέτησαν καὶ ὅτι σπέρμα πονηρὸν ἦσαν καὶ υἱοὶ ἄνομοι, ὃ λοιδορίας ἐδόκει μᾶλλον, ἢ κατηγορίας εἶναι· ἐνταῦθα καὶ αὐτὰ τίθησι κατ᾽ εἶδος τὰ ἐγκλήματα καὶ πρῶτον, ὃ πρῶτόν ἐστι καὶ μέσον καὶ τελευταῖον τῶν κακῶν, τὴν φιλαργυρίαν καὶ τὴν περὶ τὰ συμβόλαια καπηλείαν.

Ἀλλά τινες οὐ συνιέντες τὴν ἄφατον τοῦ Θεοῦ σοφίαν, κατ᾽ ἀναγωγὴν τὸ εἰρημένον ἐξέλαβον. Οὐ γὰρ ἄν, φησίν, ὁ μέγας καὶ ὑψηλὸς Ἡσαΐας ὑπὲρ τραπεζιτῶν κακουργίας καὶ καπήλων διαφθορᾶς διελέχθη· ἀλλὰ ἀργύριον ἐνταῦθα τὰ λόγιά φησι τοῦ Θεοῦ καὶ οἶνον τὴν διδασκαλίαν, ἣν ἐθόλουν ἐπεισάγοντες αὐτῶν τὰ διδάγματα. Ἐγὼ δὲ οὔτε ταύτην ἀτιμάζω τὴν ἐξήγησιν, καὶ τὴν ἑτέραν ἀληθεστέραν εἶναί φημι. Οὐ γὰρ μόνον οὐκ ἀνάξιον τοῦ προφήτου τὸ περὶ τούτων διαλέγεσθαι, ἀλλὰ καὶ σφόδρα ἄξιον καὶ αὐτοῦ καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Καὶ τί δεῖ τὰ πολλὰ λέγειν; Ὅτε γοῦν τὰ ὑψηλὰ διδάγματα φέρων ἦλθεν ὁ μονογενὴς τοῦ Θεοῦ Παῖς καὶ τὴν τῶν ἀγγέλων καταφυτεύειν ἔμελλε πολιτείαν, οὐκ ὀλίγα περὶ μέτρων καὶ αὐτὸς διείλεκται καὶ τῶν τούτων εὐτελεστέρων εἶναι δοκούντων, ἀσπασμῶν καὶ μεσασμῶν καὶ πρωτοκλισιῶν. Τὰ γὰρ μικρὰ ταῦτα εἶναι δοκοῦντα παραμελούμενα μεγάλα ἁμαρτημάτων ὑπεκκαύματα γίνεται. Εἰ δὲ ἐπὶ τῆς Καινῆς ταῦτα διορθοῦσθαι ἔδει, πολλῷ μᾶλλον ἐπὶ τῆς Παλαιᾶς, ὅτε καὶ παχύτεροι οἱ ἀκροαταὶ καὶ πᾶς αὐτῶν ὁ βίος ἐντεῦθεν ὠρθοῦτο, τοῦ δήμου οὕτω πλέον ἐν τουτοισὶ παιδευομένου, πόρρω πάσης ἀδικίας γίνεσθαι καὶ ἐν μηδενὶ τὸν πλησίον πλεονεκτεῖν μηδὲ τὰς τῶν καταδεεστέρων ἐπιτρίβειν πενίας τῇ κακουργίᾳ τῆς καπηλείας.

Τούτων γοῦν ἀμελουμένων καὶ πόλεις πολλάκις ἀνετράπησαν καὶ ἀπὸ θρόνων ἄρχοντες κατηνέχθησαν καὶ πόλεμος ἄσπονδος γέγονεν· ὥσπερ κατορθουμένων εἰρήνη πολλὴ καὶ εὐνομία καὶ ἀσφάλεια πρὸς ἀρετὴν χειραγωγοῦσα.

Οἱ ἄρχοντές σου ἀπειθοῦσιν. Μεγίστης νόσου καὶ διαστροφῆς σημεῖον, ὅταν οἱ ἰατροὶ τὰς νόσους ἐπιτρίβωσιν. Ἀρχόντων γὰρ τοῦ δήμου τὰς ἀταξίας καταστέλλειν καὶ πρὸς τὸ δέον ῥυθμίζειν καὶ τῷ νόμῳ ποιεῖν καταπειθεῖς· ὅταν δὲ αὐτοὶ πρῶτοι τοὺς νόμους παραβαίνωσι, πῶς ἂν ἑτέροις γένοιντο διδάσκαλοι; Τὸ γὰρ Ἀπειθοῦσιν, τουτέστιν, οὐ πείθονται τῷ νόμῳ, οὐκ ἀνέχονται τῶν ἐντολῶν· ὃ καὶ Παῦλος ἐγκαλεῖ λέγων· Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Ὅταν οὖν ἡ ῥίζα διεφθαρμένη ᾖ, τί χρηστόν ἐστι περὶ τῶν κλάδων ὑποπτεύειν;

Κοινωνοὶ κλεπτῶν. Προσθήκη κατηγορίας, ὅτι οὐ μόνον οὐ καταστέλλουσι τὰ δεινά, ἀλλὰ καὶ ἀντιτείνουσιν· οὐ μόνον οὐ πολεμοῦσι τοῖς κλέπταις, ἀλλὰ καὶ συμπράττουσιν, ἐκ διαμέτρου τῆς προσηκούσης ἀρετῆς ἄρχοντι τὴν κακίαν μετιόντες.

Ἀγαπῶντες δῶρα. Ἕτερον φιλοχρηματίας εἶδος χαλεπόν, εὐπρόσωπον μὲν ὑπόθεσιν ἔχον, ἐν προσχήματι δὲ φιλοφροσύνης τὴν ἐσχάτην πλεονεξίαν ἐπιδεικνύμενον. Διώκοντες ἀνταπόδομα. Μνησικακοῦντες τοῖς ἐχθροῖς, ἀνταποδοῦναι σπουδάζοντες τοῖς λελυπηκόσιν, ὅπερ μέγιστον κακίας εἶδος. Δι᾽ ὃ οὐκ ἐν τῇ Καινῇ μόνον, ἀλλὰ καὶ ἐν τῇ Παλαιᾷ μετὰ πολλῆς εἴργεται τῆς σπουδῆς.

Κακίαν γὰρ ἕκαστος, φησί, τοῦ πλησίον αὐτοῦ μὴ μνησικακεῖτε ἐν ταῖς καρδίαις ὑμῶν. Μάλιστα μὲν γὰρ καὶ τὸ δημοτικόν, πολλῷ δὲ μᾶλλον τὸν ἄρχοντα ταύτης δεῖ καθαρεύειν τῆς κακίας καὶ τοῦ πρὸς ἀπέχθειαν ψηφίζεσθαι τοῖς κρινομένοις ἀπηλλάχθαι, ἵνα μὴ ὁ λιμὴν σκόπελος γένηται.

Ὀρφανοῖς οὐ κρίνοντες. Τουτέστιν, οὐ προϊστάμενοι, ὥστε τῶν δικαίων τυχεῖν. Καὶ κρίσει χηρῶν οὐ προσέχοντες. Παρατηρητέον ὅτι οὐ τὸ κακοποιεῖν, ἀλλ᾽ ὅτι καὶ τὸ ἀγαθὸν μὴ ἐργάζεσθαι ἐν τάξει κεῖται πονηρίας, καθάπερ οὖν καὶ ἐν τῇ Καινῇ. Οἱ γὰρ πεινῶντα μὴ θρέψαντες οὐχ ὅτι τὰ ἀλλότρια ἥρπασαν, ἀλλ᾽ ὅτι τὰ αὐτῶν οὐ προήκαντο τοῖς δεομένοις, εἰς τὸ τῆς γεέννης πέμπονται πῦρ· ὥσπερ οὖν καὶ οὗτοι νῦν ἐγκαλοῦνται, οὐχ ὅτι πλεονεκτοῦσιν, οὐδ᾽ ὅτι καταδυναστεύουσιν, ἀλλ᾽ ὅτι καὶ τοῖς δεομένοις τῆς αὐτῶν βοηθείας οὐκ ὀρέγουσι χεῖρα.

Διὰ τοῦτο τάδε λέγει ὁ Δεσπότης Κύριος Σαβαώθ, ὁ δυνάστης τοῦ Ἰσραήλ· τουτέστι, τοῦ λαοῦ. Οὐχ ἁπλῶς δὲ τέθεικεν τὸ δυνάστης, ἀλλὰ ἀναμιμνῄσκων αὐτοὺς καὶ τῶν παρ᾽ ἐλπίδας εὐεργεσιῶν καὶ τῶν χαλεπῶν κολάσεων ἃς ὑπέμειναν. Ἐπειδὴ γὰρ πολλὰ πολλάκις ἁμαρτάνοντες καὶ πολλῆς ἀπολαύοντες τῆς μακροθυμίας εἰς ῥᾳθυμίαν ἐνέπιπτον, τοῦτο ἐνδείξασθαι βούλεται, ὅτι δυνατὸν ὅτε βούλεται ἐπεξελθεῖν, καὶ οὐ δεῖται καιρῶν, οὐδὲ χρόνων, ἀλλ᾽ ἕτοιμα αὐτῷ πάντα καὶ παρεσκευασμένα.

Οὐαὶ τοῖς ἰσχύουσιν ἐν Ἰσραήλ· οὐ παύσεται γάρ μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις μου. Τί γὰρ ἀθλιώτερον τῶν τὸν Θεὸν πολέμιον ἐχόντων; Οὐ παύσεται δὲ ἔλεγεν, οὐχ ἵνα εἰς ἀπόγνωσιν ἐμβάλῃ, ἀλλ᾽ ἵνα αὐξήσας τὸν φόβον εἰς μετάνοιαν καλέσῃ. Τοῦ γάρ· Οὐ παύσεται ὁ θυμός, φοβερώτερον τό· Ἐν τοῖς ὑπεναντίοις μου. Οὐδὲν γὰρ οὕτω τὸν Θεὸν παροξύνειν εἴωθεν, ὡς ἡ κατὰ τῶν πενήτων ἀδικία κατ᾽ αὐτοὺς γινομένη. Οὐαὶ δὲ τοῖς ἰσχύουσιν ἔλεγεν, οὐχ ἁπλῶς τὴν δύναμιν διαβάλλων, ἀλλὰ τὴν ἐπὶ κακῷ δύναμιν. Ἰσχὺν δὲ ἐνταῦθα οὐ τὴν τοῦ σώματός φησιν, ἀλλὰ τὴν ἀπὸ τῆς τῶν πραγμάτων περιβολῆς δυναστείαν.

Καὶ κρίσιν ποιήσω ἐκ τῶν ἐχθρῶν μου. Κολάσω τοὺς ἐχθρούς μου, ἐχθροὺς αὐτοῦ λέγων τοὺς τῶν πενήτων ἐχθροὺς διὰ τὸ ἐπηρεάζειν ὄντας· τοῦτο δὲ ἔλεγεν, ἵνα μάθῃς τῆς ἀδικίας τὸ μέγεθος. Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ καὶ πυρώσω σε εἰς καθαρόν. Ἵνα μάθῃς, ὅτι οἵα ἂν ᾖ ἡ ὀργὴ τοῦ Θεοῦ καὶ ἡ τιμωρία, οὐκ ἐπὶ κακῷ καὶ τῷ δοῦναι δίκην γίνεται μόνον, ἀλλ᾽ ἐπὶ τῷ βελτίους γενέσθαι καὶ αὐτοὺς τοὺς κολαζομένους.

Καὶ πυρώσω σε, φησίν, εἰς καθαρόν. Οὐ τοίνυν ὅταν κολαζώμεθα, ἀλλ᾽ ὅταν ἁμαρτάνωμεν, τότε ἀλγεῖν δίκαιον· τὸ μὲν γὰρ ῥύπον, τὸ δὲ καθαρμὸν ἐργάζεται. Τί δέ ἐστιν; Εἰς καθαρόν; Ὡς μηδὲ ἴχνος εἶναι παρὰ σοὶ κηλῖδος. Ὅπερ γάρ ἐστι τῷ χρυσίῳ τὸ πῦρ, τοῦτο τοῖς ῥᾳθύμοις ἡ τιμωρία.

Τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ καὶ πάντας ὑπερηφάνους ταπεινώσω. Οἱ μὲν γὰρ ἀνίατα νοσοῦντες, φησί, καὶ οὐδὲ τιμωρίαις εἴκοντες ἀπολοῦνται. Τί γὰρ ὄφελος τῆς τούτων ζωῆς, ὅταν καὶ ἑαυτοῖς καὶ ἑτέροις ἐπιβουλεύωσιν ἐν τῷ ζῇν; Οἱ δὲ ἐκ τῆς ἐκείνων τιμωρίας δυνάμενοι βελτίους γενέσθαι μενοῦσιν. Δοκεῖ δέ μοι ἐνταῦθα καὶ τὴν αἰχμαλωσίαν αἰνίττεσθαι.

Καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπ᾽ ἀρχῆς. Ἐνταῦθα τὴν ἐπάνοδόν φησι. Τῶν τε γὰρ ἀνίατα νοσούντων ἀναιρεθέντων, τῶν τε ἐπιμέλειαν δέξασθαι δυναμένων διορθωθέντων, εὐκαίρως καὶ τὸ λοιπὸν τῆς θεραπείας εἶδος προστίθεται, δοκίμων ἀρχόντων ἐπιστασίᾳ καὶ συμβούλων ἀγαθῶν φορᾷ, ἵνα καὶ τοῦ σώματος εἴκοντος τοῖς φαρμάκοις καὶ τῶν ἰατρῶν ἀρίστων ὄντων, πανταχόθεν πρὸς ὑγίειαν ἐπανίῃ τὰ τῆς πόλεως μέρη. Οὐ γὰρ μικρὸν εὐεργεσίας εἶδος ἀρχόντων ἐπιτυγχάνειν ἀγαθῶν.

Καὶ μετὰ ταῦτα κληθήσῃ πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών. Καίτοι γε οὐδαμοῦ τοῦτο εὑρίσκομεν τὸ ὄνομα τῇ πόλει τῶν Ἱεροσολύμων ἐπιτεθέν. Τί οὖν ἂν εἴποιμεν; Ὅτι τὴν ἀπὸ τῶν πραγμάτων προσηγορίαν ἐνταῦθά φησι. Τοῦτο δὲ ἡμῖν οὐ μικρὸν συμβαλεῖται, ὅταν ἀπαιτῶσιν ἡμᾶς Ἰουδαῖοι τοῦ Ἐμμανουὴλ τὴν ἑρμηνείαν.

Ἐπειδὴ γὰρ Ἡσαΐας ἔφησε τὸν Χριστὸν οὕτως ὀνομασθήσεσθαι, οὐδαμοῦ δὲ ὠνόμασται, εἴποιμεν ἂν πρὸς αὐτοὺς ὅτι τὴν ἀπὸ τῶν πραγμάτων σημασίαν ἔφησεν ὄνομα εἶναι· ὥσπερ οὖν καὶ ἐνταῦθα. Μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς καὶ μετὰ ἐλεημοσύνης. Μετὰ κρίματος, τουτέστι, μετὰ δίκης καὶ κολάσεως καὶ τιμωρίας τῶν πολεμίων. Μετὰ ἐλεημοσύνης, τουτέστι, πολλῆς τῆς φιλανθρωπίας. Δύο ἐνταῦθα ἐπαγγέλλεται μέγιστα αὐτοῖς δῶρα, τό τε δίκην δοῦναι τοὺς ἀπαγαγόντας τό τε αὐτοὺς πολλῆς ἀπολαῦσαι τῆς εὐημερίας, ὧν ἕκαστον καὶ καθ᾽ ἑαυτὸ μεγίστην ἱκανὸν παρασχεῖν ἡδονήν· ὅταν δὲ καὶ ἀμφότερα συνδράμῃ, ἄφατος γένοιτ᾽ ἂν ἡ εὐφροσύνη. Ἄλλως τε καὶ δεῖξαι βουλόμενος, ὅτι καὶ μετὰ τὴν μακρὰν αἰχμαλωσίαν οὐ διὰ τὸ δοῦναι δίκην ἀξίαν καὶ τὸ τὰ ἁμαρτήματα ἀποκείρασθαι, ἀλλὰ διὰ τὴν φιλανθρωπίαν τὴν αὐτοῦ πρὸς τὴν οἰκείαν ἐπανάγονται καὶ ἐλέου μᾶλλόν ἐστιν ἡ σωτηρία ἢ ἀντιδόσεως καὶ ἀμοιβῆς, ἐπήγαγε· Καὶ μετ᾽ ἐλεημοσύνης.

Καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα. Τρίτον καὶ τοῦτο εὐεργεσίας εἶδος, τὸ μηδένα εἶναι τὸν παρασύροντα καὶ πρὸς ἀπάτην ἕλκοντα, ἀλλ᾽ ἐκποδὼν γίνεσθαι τοὺς τῆς πονηρίας διδασκάλους. Καὶ οἱ ἐγκαταλείποντες τὸν Κύριον συντελεσθήσονται. Οἱ δὲ ἀσεβεῖς, φησίν, ἀπολοῦνται.

Διότι νῦν αἰσχυνθήσονται ἐν τοῖς εἰδώλοις αὐτῶν, ἐφ᾽ οἷς αὐτοὶ ἐβούλοντο. Τινὲς μὲν καὶ κατὰ τὸν παρόντα καιρὸν τὰ εἰρημένα ἁρμόζειν ἐπιχειροῦσιν· ἀλλ᾽ ἡμεῖς οὔτε ἐκείνους αἰτιασόμεθα καὶ τῇ ἀκολουθίᾳ ἑψόμεθα.

Ταῦτα γάρ ἐστιν, ἃ συμβήσεσθαί φησιν ἐπὶ τῆς τῶν πολεμίων ἐφόδου. Ὅταν γὰρ τοῦ βαρβάρου τὴν χώραν κατατρέχοντος καὶ τὴν πόλιν περικαθημένου καὶ πάντας ὡς ἐν δικτύοις μέσους ἔχοντος, μηδεὶς ὁ ἀμύνων ᾖ καὶ τὸ νέφος ἐκεῖνο διακρουόμενος διὰ τὴν ἐγκατάλειψιν τοῦ Θεοῦ, εἰκότως καὶ ἐξ αὐτῆς τῶν πραγμάτων τῆς πείρας πολλὴ κατασκεδασθήσεται τῶν τὰ εἴδωλα θεραπευόντων ἡ αἰσχύνη. Ἐφ᾽ οἷς αὐτοὶ ἐβούλοντο, περὶ ἃ ἐσπουδάκεισαν, φησί.

Καὶ αἰσχυνθήσονται ἐπὶ τοῖς γλυπτοῖς αὐτῶν, ἐφ᾽ οἷς αὐτοὶ ἐποίησαν. Ἐν τάξει διηγήσεως τὴν κατηγορίαν τίθησιν. Ἤρκει γάρ, φησί, καὶ πρὸ τῆς τῶν τραυμάτων ἐκβάσεως, καὶ αὐτὸς τῆς τοιαύτης εἰδωλοποιίας ὁ τρόπος αὐτοὺς καταισχῦναι. Τί γὰρ αἰσχρότερον τοῦ θεόν τινα ἑαυτῷ ποιεῖν;

Καὶ αἰσχυνθήσονται ἐπὶ τοῖς κήποις αὐτῶν, ἐφ᾽ οἷς ἐπεθύμησαν. Οὐ γὰρ δὴ ξόανα προσεκύνουν μόνον, ἀλλὰ καὶ δένδρα ἐν κήποις ἐθεράπευον. Ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα αὐτῆς τὰ φύλλα. Ἤτοι τὰ εἴδωλα ἢ αὐτοὶ οἱ τὴν πόλιν οἰκοῦντες.

Τὴν δὲ εἰκόνα τοῦ δένδρου τούτου παρήγαγε, διά τε τὸ ἐγχώριον εἶναι μάλιστα τὸ φυτὸν καὶ πολὺ παρ᾽ αὐτοῖς καὶ διὰ τὸ σφόδρα ἀνθεῖν καὶ τεθηλέναι, ἡνίκα ἂν ἀκμάζῃ, καὶ ἐσχάτην ἀμορφίαν ἐνδείκνυσθαι, ἐπειδὰν ἀποβάλλῃ τὰ φύλλα.

Καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. Καὶ ἡ δευτέρα εἰκὼν τῆς προτέρας σαφεστέρα καὶ πιστουμένη τὸν ἐπὶ τῇ προτέρᾳ λόγον εἰρημένον. Οὔτε γὰρ παραδείσου θάλλοντος τερπνότερον οὔτε ἐρημωθέντος ἀτερπέστερον, ἅπερ ἀμφότερα γέγονεν ἐπὶ τῆς μητροπόλεως ἐκείνης. Πάντοτε γὰρ ἦν ἀμείνων καὶ λαμπροτέρα, μυρίοις καλλωπιζομένη κόσμοις· καὶ πάντων εὐτελεστέρα γέγονε καὶ αἰσχροτέρα, τοσοῦτον ἀθρόον εὐκοσμίας ἀποβαλοῦσα πλοῦτον.

Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στυππείου. Αἱ πρότεραι μὲν εἰκόνες εἰς τὸ ἀτερπὲς παρελήφθησαν, αὕτη δὲ εἰς τὸ ἀσθενές· πᾶσαι δὲ σφόδρα ἐναργεῖς καὶ πολὺ τὸ σαφὲς καὶ ἐμφαντικὸν ἔχουσαι. Ὡς καλάμη στυππείου, τουτέστιν, ἀσθενεῖς.

Καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθὴρ πυρός. Ἐνταῦθα δείκνυσιν ὅτι οἴκοθεν τὰ κακὰ καὶ αὐτοὶ τὴν αἰχμαλωσίαν ἔτεκον καὶ τὴν κάμινον ἀνῆψαν. Ὥσπερ γὰρ σπινθῆρες ἐμπίπτοντες πῦρ ἀνεγείρουσιν, οὕτω τὰ ἁμαρτήματα τούτων συναχθέντα τοῦ Θεοῦ τὴν ὀργὴν ἀνῆψεν.

Καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων. Πάλιν ἀπαγορεύει τὴν σωτηρίαν διὰ τὴν αὐτὴν πάλιν αἰτίαν οὐχ ἵνα ἀπογνῶσιν, ἀλλ᾽ ἵνα ταύτῃ γοῦν ἀκμάζοντα τὸν φόβον δεξάμενοι, τὴν πολλὴν ἀποτινάξωνται ῥᾳθυμίαν. Καὶ ἕτερον δέ τι ἐνταῦθα αἰνίττεται, τὸ ἄμαχον αὐτοῦ τῆς δυνάμεως, καὶ ὅτι κολάζοντος αὐτοῦ καὶ τιμωρουμένου, οὐδεὶς ἀντιστῆναι καὶ καταλῦσαι δυνήσεται τὰ δεινά.