Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἠσαΐαν

Ἰωάννης ὁ Χρυσόστομος

Η προφητεία περί της Εκκλησίας και της παγκόσμιας ειρήνης (Κεφάλαιο 2)

Ανάλυση της προφητείας για την προσέλευση των εθνών στο όρος του Κυρίου. Ταυτίζεται το όρος με την Εκκλησία και εξηγείται η καθιέρωση της παγκόσμιας ειρήνης μέσω του νέου νόμου της Καινής Διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 16

ΚΕΦΑΛ. Βʹ Ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν υἱὸν Ἀμώς. Ἐντεῦθεν δῆλον ὡς οὐ πάσας ὑφ᾽ ἓν τὰς προφητείας εἰρήκασιν, ἀλλὰ κατὰ διαφόρους ἐμπνεόμενοι καιροὺς περικοπάς τινας ἀπήγγελλον, αἳ συντεθεῖσαι ὕστερον ὑφ᾽ ἓν ὁλόκληρον βιβλίον ἐποίησαν. Διὸ καὶ οὕτως ἄρχεται.

Οὐκ ἐντεῦθεν δὲ μόνον τοῦτο δῆλον ἔσται καὶ σαφὲς ἡμῖν, ἀλλ᾽ ἐξ ὧν προϊὼν καὶ τοὺς καιροὺς ἐπισημαίνεται, νῦν μὲν λέγων· Τοῦ ἐνιαυτοῦ, οὗ εἰσῆλθε Νάθαν εἰς Ἄζωτον· νῦν δὲ λέγων· Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου. Οὐ γὰρ ὥσπερ αἱ Ἐπιστολαὶ αἱ Παύλου καὶ τὰ Εὐαγγέλια ὑφ᾽ ἓν συνετέθησαν, οὕτω δὴ καὶ αἱ προφητεῖαι, ἀλλ᾽ ὅπερ ἔφθην εἰπών, ἐν διαφόροις καιροῖς. Ὅθεν καὶ ἀπ᾽ ἀρχῆς ἑτέρας ἄρχεται τοῦ λόγου. Καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ διὰ τὸ τὴν ὑπόθεσιν, περὶ ἧς μέλλει διαλέγεσθαι, σφόδρα ἀπηρτῆσθαι τῶν προειρημένων καὶ ὑψηλοτέραν εἶναι. Περὶ γὰρ τῆς τῶν ἐθνῶν κλήσεως καὶ τῆς τοῦ κηρύγματος περιφανείας καὶ τῆς πανταχοῦ τῆς οἰκουμένης ἐκταθείσης γνώσεως καὶ τῆς καταληψομένης τὴν γῆν εἰρήνης ἡμῖν διαλέγεται. Εἰ δὲ μέλλων τοιούτων ἅπτεσθαι δογμάτων, Ἰουδαίας μέμνηται καὶ Ἱερουσαλήμ, ξένον οὐδέν. Προφητεία γὰρ ἦν τὸ λεγόμενον, συνεσκιασμένη τέως τῇ τῶν ὀνομάτων προσηγορίᾳ. Ἐπεὶ καὶ τὸν ψαλμὸν τὸν ἑβδομηκοστὸν πρῶτον ὁ Δαυῒδ συντιθέναι μέλλων ἐπέγραψεν αὐτὸν τῷ Σολομῶντι, καὶ προϊὼν πολλῷ μείζονα τῆς Σολομῶντος ἀξίας, μᾶλλον δὲ καὶ τῆς ἁπάντων ἀνθρώπων φύσεως ᾖδεν.

Τὸ γάρ, Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ καὶ Πρὸ τῆς σελήνης ὁ θρόνος αὐτοῦ καὶ ὅσα τοιαῦτα, οὐδεὶς ἂν οὐδὲ τῶν σφόδρα ἀνοήτων περὶ ἀνθρωπίνης εἴποι λέγεσθαι φύσεως. Καὶ ὁ Ἰακὼβ δέ, ἡνίκα ταῦτα, ἃ μέλλει νῦν ὁ Ἡσαΐας λέγειν, καὶ πλείονα τούτων προανεφώνει· μετὰ γὰρ τῆς τῶν ἐθνῶν κλήσεως καὶ τὸν θάνατον εἶπε καὶ τὴν ἀνάστασιν καὶ τὸν καιρὸν καθ᾽ ὃν ἔμελλε παρέσεσθαι· οὐδὲ ἐκεῖνος ἀπογυμνώσας αὐτὰ τέθεικεν, ἀλλὰ τῷ προσωπείῳ τῆς προσηγορίας τοῦ υἱοῦ κρύψας ἅπερ ἔμελλεν ἐρεῖν, οὕτως αὐτὰ προανεφώνησε, τῷ μὲν δοκεῖν τὰ συμβησόμενα τῷ Ἰούδᾳ προλέγων· καθὼς δὲ τὸ τῶν πραγμάτων μαρτυρεῖ τέλος, ἅπερ ἔμελλε κατορθοῦν 〈ὁ Χριστὸς〉 προαναφωνῶν. Οὔτε γὰρ προσδοκία ἐθνῶν Ἰούδας γέγονεν, οὔτε τότε ἔλαμψεν ἡ φυλή, ὅτε ἐξέλιπεν αὐτῶν ἡ πολιτεία· ἀλλὰ ἅπαντα ταῦτα, ὅτε ὁ Χριστὸς παρεγένετο, γέγονεν. Εἰ δὲ ἀναισχυντοῖεν Ἰουδαῖοι τοῦτον παρακρουόμενοι τῆς προφητείας τὸν νόμον, μάλιστα μὲν ἂν καὶ ἐξ αὐτῶν τῶν εἰρημένων ῥᾳδίως διελεγχθεῖεν, εἴ τις μετὰ ἀκριβείας τὰς προφητείας ἐξαπλώσας καὶ πᾶσαν ῥῆσιν μετὰ τῆς προσηκούσης ἐξετάζων προσοχῆς, ἁρμόζοι τὰ εἰρημένα τοῖς γεγενημένοις.

Ὥστε δὲ καὶ ἐκ περιουσίας αὐτῶν ἀπορράψαι τὰ στόματα, οὐκ ἀπὸ τῶν εἰς τὸν Χριστὸν εἰρημένων, ἀλλ᾽ ἀπὸ τῶν εἰς τοὺς αὐτῶν πατριάρχας προφητευθέντων, τοῦτο πειράσομαι ποιῆσαι φανερόν, δεικνὺς ὅτι αἱ πολλαὶ τῶν προφητειῶν εἴρηνται μὲν εἰς τοὺς φυλάρχους, ἐξέβησαν δὲ εἰς τοὺς ἐξ ἐκείνων. Καὶ παραδείγματος ἕνεκεν μίαν καὶ δευτέραν εἰπὼν ἱστορίαν, ἅψομαι τῶν προκειμένων. Καὶ γὰρ ὅτε τὸν Συμεὼν καὶ τὸν Λευῒ καλέσας ὁ Ἰακὼβ προαναφωνεῖ τὰ συμβησόμενα αὐτοῖς, οὕτως ἔλεγε· Συμεὼν καὶ Λευῒ ἀδελφοί, καὶ κατηγορήσας αὐτῶν τῆς παρανομίας καὶ τῆς ἀδίκου σφαγῆς τῆς εἰς τοὺς Σικημίτας γεγενημένης, προϊών φησι· Διαμεριῶ αὐτοὺς ἐν Ἰακώβ, καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ. Τοῦτο δὲ ἐπὶ τοῦ Λευῒ καὶ τοῦ Συμεὼν οὐδεὶς ἂν ἴδοι γεγενημένον, ἀλλ᾽ ἐπὶ τῶν φυλῶν τῶν ἐξ αὐτῶν.

Καὶ γὰρ ἡ τοῦ Λευῒ φυλὴ διεσπάρη, τὸ δέκατον μέρος αὐτῆς ἑκάστης φυλῆς ἐχούσης· ἥ τε τοῦ Συμεών, ἥτις τὸ αὐτὸ τοῦτο σχεδὸν ἔπαθε, πάσαις αὐταῖς παρεκταθεῖσα κατὰ τὸν κλῆρον καὶ οὐχ, ὡς ἑκάστη τῶν ἄλλων, συνημμένην ἔλαβε τὴν κληρουχίαν καὶ πρὸς ἑαυτὴν συγκεκροτημένην.

Καὶ ὁ Ἰακὼβ δεξάμενος εὐλογίας παρὰ τοῦ πατρός, οὐδεμιᾶς αὐτῶν ἀπήλαυσεν αὐτός. Ὁ μὲν γὰρ πατὴρ αὐτοῦ προὔλεγεν εὐετηρίαν πολλὴν καὶ διηνεκῆ δεσποτείαν τοῦ Ἠσαῦ· οὗτος δὲ καὶ τῶν ἀναγκαίων ἠπόρει καὶ θητεύων ἐτρέφετο καὶ τοσοῦτον ἀπέσχε κρατῆσαι τἀδελφοῦ, ὅτι δὴ καὶ περὶ αὐτῶν ἐκινδύνευε τῶν ἐσχάτων καὶ ἅπαξ αὐτῷ συντυχὼν μόνον μετὰ πολλοῦ τοῦ δέους, ἠγάπησε τὸ δυνηθῆναι διαφυγὼν αὐτὸν καὶ σωθῆναι. Τί οὖν ἂν εἴποιμεν πρὸς ταῦτα; ὅτι ψεῦδος ἡ προφητεία; Ἄπαγε· ἀλλ᾽ ὅτι τοιοῦτον αὐτῆς πολλαχοῦ τὸ ἔθος, τὰ ἐφ᾽ ἑτέρων ἐκβησόμενα ἑτέρων ὑποκειμένων προσώπων λέγειν καὶ ἀποκεχρῆσθαι ὀνόμασιν ἄλλοις ἀνθ᾽ ἑτέρων· ὃ καὶ ἐπὶ τοῦ Χαναὰν γέγονεν. Οὐδὲ γὰρ ὁρῶμεν ἐκεῖνον δουλεύσαντα τοῖς ἀδελφοῖς, οὐ μὴν οὐδὲ τὴν ἀρὰν διαπεσοῦσαν, ἀλλ᾽ ἐπὶ τῶν Γαβαιονιτῶν λαβοῦσαν τὸ τέλος τῶν ἐκ τοῦ Χαναὰν γεγονότων. Καὶ γὰρ ἐν τάξει ἀρᾶς προφητεία τὸ λεγόμενον ἦν.

Τοσούτων τοίνυν καὶ τοιούτων ὄντων παραδειγμάτων τῶν ἀποδεικνύντων ἡμῖν, ὅτι πολλὰ τῶν εἰρημένων λέγεται μὲν ἐφ᾽ ἑτέρων, ἐκβαίνει δὲ ἐπ᾽ ἄλλων καὶ ὀνόμασιν ἀποκέχρηνται οἱ προφῆται, τί θαυμαστὸν εἰ καὶ νῦν τὸ τῆς Ἰουδαίας καὶ τῆς Ἱερουσαλὴμ προθεὶς ὄνομα ὁ προφήτης περὶ τῆς Ἐκκλησίας προαναφωνεῖ; Καὶ γὰρ ἐπειδὴ πρὸς ἀγνώμονας ὁ λόγος ἦν αὐτῷ προφήτας ἀναιροῦντας, τὰ βιβλία καίοντας, τὰ θυσιαστήρια κατασκάπτοντας, εἰκότως τὸ κάλυμμα ἔκειτο ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς Διαθήκης, κατὰ τὸν μακάριον Παῦλον. Ἦ γὰρ ἂν καὶ ἠφάνισαν τὰ βιβλία, εἰ συνῆκαν τῆς προφητείας τὴν δύναμιν τῆς περὶ τοῦ Χριστοῦ. Ὅπου γὰρ παρόντα αὐτὸν καὶ θαυματουργοῦντα καὶ ἐντελῆ τῆς οἰκείας δυνάμεως καὶ τῆς πρὸς τὸν Πατέρα συμφωνίας τε καὶ ὁμονοίας παρεχόμενον τὴν ἀπόδειξιν οὐκ ᾐδέσθησαν, οὐδὲ ἀπέστησαν ἕως ἐσταύρωσαν, σχολῇ γε ἂν τῶν περὶ αὐτοῦ λεγόντων ἐφείσαντο, οὓς καὶ χωρὶς τούτου κατέλευον συνεχῶς. Διὰ τοῦτο τοῖς οἰκείοις καὶ γνωρίμοις αὐτοῖς ἐμφιλοχωροῦντες ὀνόμασι, τὰς προφητείας τούτῳ συσκιάζουσι τῷ προσώπῳ. Ὅτι γὰρ οὐ περὶ τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ ὁ λόγος, ἑκάστην παράγοντες λέξιν εἰς μέσον μετὰ ἀκριβείας εἰσόμεθα τὰ εἰρημένα.

Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου. Ὅρα ἀκρίβειαν προφήτου, οὐ τὰ πράγματα λέγοντος μόνον, ἀλλὰ καὶ τὸν χρόνον ἐπισημαινομένου. Ὅπερ γάρ φησιν ὁ Παῦλος· Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τῶν καιρῶν, καὶ ἑτέρωθι πάλιν· Εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, τοῦτο ὁ προφήτης φησίν· Ἐν ταῖς ἐσχάταις ἡμέραις. Ὄρος δὲ τὴν Ἐκκλησίαν καὶ τὸ τῶν δογμάτων ἀκαταγώνιστον καλεῖ. Καθάπερ γὰρ ὄρεσι κἂν μυρία προσβάλλῃ στρατόπεδα τόξα τείνοντες καὶ δόρατα ἀφιέντες, μηχανήματα προσάγοντες, ἐκεῖνα μὲν οὐδὲν παραβλάψαι δυνήσονται, τὴν δὲ οἰκείαν καταλύσαντες ἰσχὺν ἀπελεύσονται· οὕτω δὴ καὶ οἱ τῇ Ἐκκλησίᾳ πολεμήσαντες ἅπαντες ταύτην μὲν οὐκ ἔσεισαν, τὴν δὲ οἰκείαν ἀπολέσαντες δύναμιν κατῃσχύνθησαν, ἐν τῷ παίειν διαλυόμενοι καὶ ἐν τῷ βάλλειν ἀσθενοῦντες καὶ ἐν τῷ ποιεῖν ὑπὸ τῶν πασχόντων νικώμενοι· ὅσπερ καὶ παράδοξος νίκης τρόπος ἐστὶ καὶ οὐκ ἀνθρώποις, ἀλλὰ Θεῷ μόνῳ δυνατός. Τὸ γὰρ δὴ θαυμαστὸν τῆς Ἐκκλησίας, οὐχ ὅτι ἐνίκησεν, ἀλλ᾽ ὅτι καὶ οὕτως ἐνίκησεν.

Ἐλαυνομένη γάρ, διωκομένη, μυρίοις κατακοπτομένη τρόποις, οὐ μόνον οὐκ ἠλαττονοῦτο, ἀλλὰ καὶ μείζων ἐγίνετο καὶ τοὺς ταῦτα ποιεῖν ἐπιχειροῦντας αὐτῷ τῷ πάσχειν μόνον κατέλυεν· ὅπερ ἀδάμας ποιεῖ περὶ τὸν σίδηρον, τῷ παίεσθαι μόνον διαλύων τοῦ παίοντος τὴν ἰσχύν· καὶ κέντρα πρὸς τοὺς λακτίζοντας, αὐτὰ μὲν οὐδὲν ἀμβλύτερα ἐντεῦθεν γινόμενα, τοὺς δὲ λακτίζοντας αἱμάσσοντα πόδας. Διὰ δὴ τοῦτο ὄρος ἐκάλεσεν. Εἰ δὲ οὐκ ἀνέχεται τῆς μεταφορᾶς ὁ Ἰουδαῖος, οἴκοθεν πάλιν δεχέσθω τὸν ἔλεγχον. Αὐτὸς γὰρ οὗτος ὁ προφήτης λύκους καὶ ἄρνας ἔφησε τῆς αὐτῆς νομῆς κοινωνήσειν καὶ μυίαις τὸν Θεὸν συριεῖν καὶ ταῖς μελίσσαις καὶ ποταμὸν ἀνάγειν ῥαγδαῖον ἐπὶ τοὺς Ἰουδαίους, διὰ τὸ μὴ βούλεσθαι αὐτοὺς ἔχειν τὸ ὕδωρ τοῦ Σιλωάμ. Ἅπερ εἴ τις ἐπὶ τῶν λέξεων ἐκλάβοι, πολὺ τὸ ἀπερινόητον ἔχει· ἀλλὰ δεῖ † τὰ ἐκ τούτων σημαινόμενα δεχομένους οὕτω ποικίλλειν τῶν νοημάτων τὴν ἀκολουθίαν. † Τί οὖν ἐστι τὰ ἐκ τούτων σημαινόμενα; Διὰ μὲν τῶν λύκων καὶ τῶν ἀρνῶν, οἱ τῶν ἀνθρώπων τρόποι οἱ θηριώδεις καὶ ἥμεροι· διὰ δὲ τῶν μυιῶν, τὸ ἀναίσχυντον τῶν Αἰγυπτίων· διὰ δὲ τοῦ ποταμοῦ, τὸ σφοδρὸν τῆς στρατείας τοῦ βαρβάρου· διὰ δὲ τοῦ Σιλωάμ, τὸ πρᾶον καὶ ἐπιεικὲς τοῦ τότε ἄρχοντος τοῦ τῶν Ἰουδαίων ἔθνους. Καὶ οὐδεὶς οὐδὲ τῶν σφόδρα ἀνοήτων πρὸς ταῦτα ἡμῖν ἀντερεῖ.

Ὥσπερ γὰρ οὖν ἐκεῖνα ἑτέροις ὀνόμασι παρεδηλώθη, οὕτω καὶ τῆς Ἐκκλησίας τὸ στερρόν, τὸ ἀκίνητον, τὸ ὑψηλόν, τὸ ἀχείρωτον διὰ τῆς τοῦ ὄρους ᾐνίξατο προσηγορίας. Καὶ γὰρ ἕτερος προφήτης τοὺς πεποιθότας ἐπὶ τὸν Θεὸν ὄρει παραβάλλει, τὸ ἀκαταγώνιστον αὐτῶν ἐνδεικνύμενος. Ἐμφανές.

Τοῦτο οὐδὲ τῆς ἀπὸ τοῦ λόγου λοιπὸν ἑρμηνείας δεῖται. Οὕτως αὐτὴ τῶν πραγμάτων ἡ φύσις σάλπιγγος λαμπροτέραν φωνὴν ἀφίησι, τὸ περιφανὲς ἐνδεικνυμένη τῆς Ἐκκλησίας. Οὐ γὰρ οὕτως ἥλιος φανὸς οὐδὲ τὸ ἐκ τούτου φῶς, ὡς τῆς Ἐκκλησίας τὰ πράγματα.

Καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ᾽ ἄκρων τῶν ὀρέων. Πῶς ἂν τοῦτο ἑρμηνεύσειεν ὁ Ἰουδαῖος; Οὐδαμοῦ γὰρ ἐπ᾽ ἄκρων τῶν ὁρέων ὁ ναὸς ἔστη· ἡ μέντοι τῆς Ἐκκλησίας δύναμις αὐτῶν ἥψατο τῶν οὐρανῶν. Καὶ ὡσανεὶ οἶκος ὑπὲρ κορυφῆς ὀρῶν κείμενος πᾶσίν ἐστι κατάδηλος, οὕτω καὶ πολλῷ πλέον αὐτὴ περιφανὴς πᾶσιν ἀνθρώποις γέγονε.

Καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν. Τὸ αὐτὸ τοῦτο πάλιν ἡρμήνευσεν, ὅπερ ἐπὶ τοῦ ναοῦ οὐδέποτε συνέβη, οὐδὲ ἡνίκα ἄριστα πράττειν ἐδόκει. Πῶς γάρ, ὅπου γε καὶ ὑπ᾽ αὐτῶν τῶν Ἰουδαίων πολλάκις ἠτιμάζετο καὶ ὑπὸ βαρβαρικῶν ἠφανίζετο χειρῶν; Ἡ δὲ τῆς Ἐκκλησίας ἰσχὺς ἐπολεμήθη μὲν ἐκείνου χαλεπώτερον καὶ πλέον· εἶξε δὲ οὐδέποτε ταῖς τῶν πολεμούντων χερσίν, ἀλλ᾽ ὑψηλοτέρα καὶ περιφανεστέρα μάλιστα ὑπὸ τῶν πολεμίων ἐγίνετο. Τότε γοῦν τῶν μαρτύρων οἱ δῆμοι, τότε τῶν ὁμολογητῶν τὰ πλήθη, τότε αἱ σιδήρου στερρότεραι ἀπεδείκνυντο ψυχαὶ καὶ τῶν ἀστέρων αὐτῶν ἀκριβέστερον ἔλαμπον, τῶν μὲν σωμάτων αὐτοῖς κατακοπτομένων, τῆς γνώμης δὲ οὐ νικωμένης, ἀλλὰ κρατούσης καὶ στεφανουμένης.

Τίς εἶδε, τίς ἤκουσε φόνον στέφανον φέροντα καὶ σφαγὴν νίκην ἐργαζομένην καὶ τότε τὸ στρατόπεδον λαμπρότερον γινόμενον, ὅτε πλείους οἱ σφαττόμενοι παρὰ τῶν πολεμίων ἐφαίνοντο; Καὶ ἥξουσιν ἐπ᾽ αὐτῷ πάντα τὰ ἔθνη. Προϊὼν σαφέστερος ὁ προφήτης γίνεται καὶ μᾶλλον ἀνακαλύπτει τὸν λόγον καὶ τρανότερον δείκνυσι τὴν προφητείαν καὶ ἀκριβέστερον ἀπορράπτει τῶν Ἰουδαίων τὰ στόματα.

Τοῦτο γάρ, καὶ εἰ σφόδρα ἀναισχυντοῖεν, οὐ δυνήσονται τῷ ναῷ [τῶν Ἰουδαίων] ἁρμόσαι. Καὶ γὰρ καὶ ἀπηγόρευτο καὶ μεθ᾽ ὑπερβολῆς κεκώλυτο ἔθνη εἰς τὸν ναὸν εἰσιέναι. Καὶ τί λέγω εἰς τὸν ναὸν εἰσιέναι, ὅπου γε καὶ αὐτοῖς μετὰ πολλῆς τῆς ἀπειλῆς ὁ νόμος ἀπηγόρευε τὰς τῶν ἐθνῶν ἐπιμιξίας καὶ τὴν ἐσχάτην ὑπὲρ τούτων ἀπῄτει δίκην; Ὁ γοῦν προφήτης Μαλαχίας ἅπασαν εἰς τοῦτο κατηνάλωσε τὴν προφητείαν, ἐγκαλῶν, ἀπειλῶν, εὐθύνας ἀπαιτῶν τῆς οὐ προσηκούσης ἐπιγαμβρίας. Ἀλλ᾽ οὐ τὰ ἡμέτερα τοιαῦτα, ἀλλὰ μετὰ ἀδείας ἁπάσης ἀναπετάσασα τοὺς κόλπους ἡ Ἐκκλησία, χερσὶν ὑπτίαις ἅπαντα τὰ τῆς οἰκουμένης καθ᾽ ἑκάστην ἡμέραν ὑποδέχεται ἔθνη.

Τοῦτο γὰρ καὶ οἱ πρῶτοι τῶν δογμάτων διδάσκαλοι παρὰ τοῦ Μονογενοῦς ἐκελεύσθησαν, ταύτην εὐθέως ἀκούσαντες τὴν φωνήν· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. Σκόπει δέ μοι πῶς οὐ τὴν κλῆσιν τῶν ἐθνῶν ᾐνίξατο μόνον ὁ προφήτης, ἀλλὰ καὶ τὴν μετὰ προθυμίας αὐτῶν ὑπακοήν. Οὐ γὰρ εἶπεν· Ἀχθήσονται, ἀλλά· Ἥξουσιν· ὅπερ ἕτερος προφήτης σαφέστερον ἐνδεικνύμενος ἔλεγε· Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων· Γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν.

Ἐπὶ μὲν γὰρ τῶν Ἰουδαίων καὶ ἡ κτίσις ἀνεστοιχειοῦτο καὶ ἀπειλαὶ συνεχεῖς καὶ κολάσεις διηνεκεῖς καὶ θαύματα ἐπάλληλα καὶ προφητῶν δρόμοι καὶ νομοθέτου φόβος καὶ πολέμων ἀπειλαὶ καὶ βαρβάρων ἔφοδοι καὶ ὀργαὶ θεήλατοι καὶ δείματα ἐκ τῶν οὐρανῶν πεμπόμενα· καὶ ἔμενον σκληροτράχηλοι καὶ ἀπερίτμητοι ὄντες, καθὼς ἡ Γραφή φησιν, ἀτενεῖς καὶ δυσένδοτοι· ἐπὶ δὲ τῶν ἐθνῶν ἤρκεσε ῥῆμα ψιλὸν καὶ ἀκοὴ μόνη, καὶ πάντες εὐθέως προσέδραμον. Ὅπερ οὖν καὶ ὁ Δαυῒδ αἰνιττόμενος ἔλεγε· Λαός, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι· καὶ τὸν τρόπον τῆς ὑπακοῆς θαυμάζων προσετίθει· Εἰς ἀκοὴν ὠτίου ἐπήκουσέ μου. Τοῦτο αὐτὸ καὶ ὁ Ἰακὼβ αἰνιγματωδέστερον ἐμφαίνων ἔλεγε· Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ. Καίτοι τίς εἶδεν ἕλικι πῶλον δεσμούμενον καὶ παρεστῶτα ἀμπέλῳ καὶ μὴ λυμαινόμενον τὸν καρπόν; Ἐπὶ μὲν γὰρ τῶν ἀλόγων οὐδείς, ἐπὶ δὲ τῶν ἀνθρώπων μετὰ πολλῆς τοῦτο γέγονε τῆς ἀκριβείας. Οἱ μὲν γὰρ Ἰουδαῖοι μυρίοις δεθέντες δεσμοῖς, συνέτριψαν τὸν ζυγόν, διέρρηξαν τὸν δεσμόν, καθὼς ὁ προφήτης φησί· τὰ δὲ ἔθνη οὐδεμιᾷ τοιαύτῃ δεθέντες ἀνάγκῃ, ἑτοίμως ὑπήκουσαν, ὡς ἂν ἕλικι πῶλος δεσμούμενος, καὶ οὐδὲν ἐλυμήναντο τῶν ἐπιταγμάτων, ἀλλὰ παρειστήκεισαν πολλὴν ἐνδεικνύμενοι τὴν ὑπακοήν.

Καὶ πορεύσονται λαοὶ πολλοὶ καὶ ἐροῦσι· Δεῦτε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ. Ὅρα χορεύοντας καὶ πανηγυρίζοντας καὶ ἀλλήλοις ἐγκελευομένους καὶ πάντας διδασκάλους γινομένους· καὶ οὐχ ἓν καὶ δεύτερον καὶ τρίτον, ἀλλὰ καὶ πολλὰ ἔθνη συντρέχοντα. Ἥξουσι γάρ, φησί, λαοὶ πολλοὶ καὶ ἐκ διαφόρων χωρῶν, ὅπερ ἐπὶ τῶν Ἰουδαίων οὐδέποτε γέγονεν· ἀλλ᾽ εἰ καί τινες προσῆλθον, ὀλίγοι ποτὲ προσήλυτοι, μετὰ πολλῆς καὶ αὐτοὶ τῆς πραγματείας καὶ οὐδέποτε ἔθνη ἐκλήθησαν, ἀλλὰ προσήλυτοι. Προσήλυτοι γὰρ ἐπὶ σὲ διελεύσονται καί σοι ἔσονται δοῦλοι, φησίν.

Εἰ δὲ ἐπιμένει τῇ μεταφορᾷ ὁ προφήτης, ὄρος καλῶν καὶ οἶκον τοῦ Θεοῦ Ἰακώβ, μὴ θαυμάσῃς. Ὅπερ γὰρ ἔφθην εἰπών, νῦν μὲν παρανοίγει, νῦν δὲ συσκιάζει τὴν προφητείαν· τὸ μέν, ἵνα τοῖς συνετωτέροις ἀφορμὰς παράσχῃ τοῦ συνιδεῖν τὰ λεγόμενα· τὸ δέ, ἵνα τῶν ἀγνωμόνων κατάσχῃ τὴν ἄτακτον ῥύμην· καὶ πανταχόθεν ποικίλλει τὸν λόγον.

Εἰ δὲ τοῦ Θεοῦ Ἰακὼβ εἶπε, μὴ θορυβηθῇς, ἀγαπητέ· καὶ γὰρ ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ Θεὸς Ἰακὼβ ἦν. Αὐτὸς γὰρ καὶ τὸν νόμον ἔδωκε καὶ τὰ κατ᾽ αὐτοὺς ἐθαυματούργησεν ἅπαντα· καὶ τοῦτο ἐκ τῆς Παλαιᾶς αὐτῆς μάλιστα ἔστιν ἰδεῖν, ἐπειδὴ τῆς Καινῆς οὐδὲ εἷς Ἰουδαίοις λόγος. Ὁ οὖν Ἱερεμίας φησί· Διαθήσομαι ὑμῖν διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν· δεικνὺς ὅτι ἑκατέρων τῶν νόμων αὐτὸς ὁ νομοθέτης ἦν. Ὅτι δὲ καὶ τῆς Αἰγύπτου αὐτὸς αὐτοὺς ἀπήλλαξεν, ἐπήγαγεν· Ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου. Εἰ δὲ αὐτὸς ἐξήγαγε, καὶ πάντα ἐκεῖνα τὰ ἐν τῇ Αἰγύπτῳ καὶ τὰ ἐν τῇ ἐρήμῳ αὐτὸς ἐποίησε θαύματα.

Καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ καὶ πορευσόμεθα ἐν αὐτῇ. Ὁρᾷς ἕτερόν τινα ἐπιζητοῦντας νόμον; Ὁδὸν γὰρ ἡ Γραφὴ τὰς ἐντολὰς τοῦ Θεοῦ εἴωθε λέγειν· εἰ δὲ ἐπὶ τῆς προτέρας ἔλεγε Διαθήκης, οὐκ ἂν εἶπεν· Ἀναγγελεῖ ἡμῖν· δήλη γὰρ ἦν καὶ σαφὴς καὶ γνώριμος ἅπασι. Καὶ ὅτι οὐ σοφιζόμενοι ταῦτά φαμεν, τὰ μὲν εἰρημένα καὶ τοὺς σφόδρα ἀναισχυντοῦντας ἱκανὰ πεῖσαι. Ἐπειδὴ γὰρ ὁδοῦ μόνον ἐμνήσθη, λέγει καὶ ποίας ὁδοῦ καὶ πολλὰ τίθησιν αὐτῆς τὰ παράσημα. Ἐπήγαγε γοῦν λέγων· Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Πρὸς ταῦτα καὶ σφόδρα ἀναισχυντοῦντες Ἰουδαίων παῖδες οὐδὲ διᾶραι τὸ στόμα δυνήσονται. Ὅτι γὰρ περὶ τῆς Καινῆς ταῦτα εἴρηται Διαθήκης, καὶ ἀπὸ τοῦ τόπου καὶ ἀπὸ τοῦ χρόνου καὶ ἀπὸ τῶν δεξαμένων τὸν νόμον καὶ ἀπὸ τοῦ πράγματος τοῦ μετὰ τὸν νόμον καὶ πάντοθεν ἁπλῶς ἔστι συνιδεῖν. Καὶ πρῶτον ἀπὸ τοῦ τόπου, τοῦ Σιὼν ὄρους. Ὁ γὰρ διὰ Μωσέως νόμος ἐν τῷ Σιναίῳ ὄρει τοῖς προγόνοις αὐτῶν ἐδόθη. Πῶς οὖν ἐνταῦθα Ἐκ Σιών φησι; Καὶ οὐκ ἠρκέσθη τούτῳ μόνον, ἀλλὰ καὶ τὸν χρόνον προστέθεικεν. Οὐ γὰρ εἶπεν· Ἐξῆλθε νόμος, ἀλλ᾽, Ἐξελεύσεται νόμος, ὅπερ ἐστὶ μέλλοντος χρόνου καὶ πράγματος οὐδέπω γεγενημένου.

Ὅτε δὲ ὁ προφήτης ταῦτα ἔλεγε, πρὸ πολλῶν ἐτῶν ἦν δεδομένος ὁ νόμος· ὁ δὲ τῆς Καινῆς ἔμελλε μετὰ ἔτη πλείονα δίδοσθαι. Διὰ τοῦτο οὐκ εἶπεν· Ἐξῆλθεν, ἀλλ᾽, Ἐξελεύσεται, τουτέστι, μετὰ ταῦτα. Καὶ πάλιν ἐπὶ τὸν τόπον αὐτὸν καταφεύγει λέγων· Καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Μετὰ ἀκριβείας ἡμῖν τὸ παράσημον τῆς Καινῆς Διαθήκης ἐνταῦθα τίθησι. Καὶ γὰρ νῦν μὲν ἐν τῷ ὄρει καθήμενος, τὰ ὑψηλὰ καὶ τῶν οὐρανῶν ἄξια προστάγματα ἐνομοθέτει, νῦν δὲ ἐν Ἱερουσαλὴμ διατρίβων.

Εἰπὼν τοίνυν καὶ τὸν τόπον καὶ τὸν χρόνον, προστίθησι καὶ τοὺς ὑποδέχεσθαι αὐτὸν μέλλοντας, πάντοθεν ἀπορράπτων τῶν ἀντιλεγόντων τὰ στόματα. Τίνες οὖν οἱ μέλλοντες αὐτὸν ὑποδέχεσθαι; ἆρα τῶν Ἑβραίων ὁ δῆμος καὶ Ἰουδαίων παῖδες; Οὐδαμῶς, ἀλλ᾽ οἱ ἐξ ἐθνῶν.

Διὸ καὶ ἐπήγαγε. Καὶ κρινεῖ ἀνάμεσον ἐθνῶν. Τοῦτο γὰρ μάλιστα νόμου, τὸ δικάζειν τοῖς μαχομένοις αὐτόν. Ὅτι δὲ οὐ περὶ τῆς Παλαιᾶς ὁ λόγος, δῆλον ἀπὸ τῶν πραγμάτων αὐτῶν. Οὔτε γὰρ σαββατίζομεν, οὐ περιτομὴν ἐδεξάμεθα, οὐ τὰς ἑορτὰς ἐκείνων, οὐκ ἄλλο τῶν παλαιῶν οὐδέν. Ἠκούσαμεν γὰρ Παύλου λέγοντος, ὅτι Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει· καί· Ἡμέρας παρατηρεῖσθε, καὶ μῆνας, καὶ καιρούς, καὶ ἐνιαυτούς; Φοβοῦμαι μήπως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς. Ὅθεν δῆλον ὅτι περὶ τῆς Καινῆς ὁ λόγος, ὅτι γὰρ ἀνάμεσον ἐθνῶν κρίνει, καθὼς καὶ ὁ Παῦλός φησιν· Ἐν ἡμέρᾳ, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων. Πῶς κρινεῖ; εἰπέ μοι· κατὰ τὴν Παλαιὰν Διαθήκην; Οὐδαμῶς, ἀλλά· Κατὰ τὸ εὐαγγέλιόν μου. Εἶδες διάφορα μὲν τὰ ῥήματα, συμφωνοῦντα δὲ τὰ νοήματα; Ἡσαΐας φησί· Κρινεῖ ἀνάμεσον ἐθνῶν· Παῦλος δέ· Κρινεῖ κατὰ τὸ εὐαγγέλιόν μου. Καὶ ἐλέγξει λαὸν πολύν· τοὺς μαχομένους καὶ παραβαίνοντας. Καὶ τοῦτο δηλῶν ὁ Χριστὸς ἔλεγεν· Οὐκ ἐγὼ κρινῶ ὑμᾶς, ἀλλ᾽ ὁ λόγος, ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ ὑμᾶς.

Καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα. Καὶ οὐ λήψεται ἔθνος ἐπ᾽ ἔθνος μάχαιραν καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. Οὐκ ἠρκέσθη σημείοις τοῖς προτέροις ὁ προφήτης. Πολλὴ γὰρ τῆς ἀληθείας ἡ περιουσία. Διὰ τοῦτο καὶ ἕτερον τίθησι γνώρισμα τῆς Καινῆς Διαθήκης κατὰ τὴν οἰκουμένην λάμπον ἅπασαν. Τί δὲ τοῦτό ἐστιν; Εἰρήνη καὶ πολέμων ἀναίρεσις.

Ὅταν γὰρ ταῦτα γένηται, φησί, τοσαύτη λήψεται εὐνομία τὴν οἰκουμένην, ὡς καὶ αὐτὰ τὰ ὅπλα τὰ πολεμικὰ εἰς γεωργικὰ χαλκεύεσθαι ὄργανα· ὅπερ ἐπὶ τῶν καιρῶν τῶν Ἰουδαίων οὐκ ἄν τις ἴδοι γεγενημένον, ἀλλὰ τοὐναντίον ἅπαν. Οὐ γὰρ διέλειπον ἅπαντα τῆς πολιτείας αὐτῶν τὸν καιρὸν πολεμοῦντες καὶ πολεμούμενοι, καὶ διὰ μακροῦ καὶ δι᾽ ὀλίγου τῶν πολεμίων αὐτοὺς ἐπιόντων.

Καὶ γὰρ οἱ ἐκ γειτόνων οἰκοῦντες, μᾶλλον δὲ καὶ οἱ ἐν αὐτῇ τῇ Παλαιστίνῃ χαλεπὰ πράγματα παρέσχον αὐτοῖς πολλάκις καὶ [περὶ] τὸν ἔσχατον ἐπεκρέμασαν κίνδυνον. Καὶ ταῦτα δηλοῖ μὲν ἡ τῶν Βασιλειῶν ἱστορία σαφῶς, ὅλη δι᾽ ὅλης ἐκ πολέμων ὑφαινομένη· δηλοῦσι δὲ οἱ προφῆται πάντες, τὰ γενόμενα ἀπαγγέλλοντες ταῦτα, καὶ πρὶν ἢ γενέσθαι προαναφωνοῦντες· καὶ ἐξ αὐτῆς, ὡς εἰπεῖν, τῆς ἡμέρας, ἧς ἀπηλλάγησαν τῆς Αἰγυπτίων τυραννίδος, ἐν πολέμοις τὸν ἅπαντα χρόνον ἐβίωσαν. Ἀλλ᾽ οὐχὶ νῦν οὕτως, ἀλλὰ πολλὴ κατὰ τὴν οἰκουμένην εἰρήνη.

Εἰ δέ τινες γίνονται πόλεμοι, ἀλλ᾽ οὐχ ὁμοίως ὡς πρότερον. Τότε μὲν γὰρ καὶ πόλεις πόλεσι καὶ χῶραι χώραις καὶ δῆμοι συνερρήγνυντο δήμοις καὶ ἔθνος ἓν εἰς πολλὰ διετέμνετο μέρη. Καὶ τοῦ Ἰησοῦ τὸ βιβλίον τις ἀναγνοὺς καὶ τῶν Κριτῶν εἴσεται πόσους ἡ Παλαιστίνη ἐν βραχεῖ πολέμους τότε ἐδέξατο καιρῷ. Καὶ οὐ τοῦτο μόνον ἦν τὸ χαλεπόν, ἀλλ᾽ ὅτι πάντας ὅπλα αἱρεῖσθαι ὁ νόμος ἐκέλευσε, καὶ οὐδεὶς ἀτελὴς ταύτης τῆς λειτουργίας ἦν.

Καὶ οὐ παρὰ Ἰουδαίοις μόνον οὗτος ὁ νόμος ἐκράτει, ἀλλὰ καὶ πανταχοῦ τῆς οἰκουμένης· ὅπου γε καὶ ῥήτορες καὶ φιλόσοφοι ἐξωμίδος πλέον οὐδὲν ἔχοντες, πολέμου καλοῦντος, καὶ ἀσπίδα μετεχειρίζοντο καὶ ἐπὶ παρατάξεως ἵσταντο. Ὁ γοῦν παρ᾽ Ἀθηναίοις μάλιστα λάμψας ἀπραγμοσύνης ἕνεκεν καὶ φιλοσοφίας Σωκράτης ὁ Σωφρονίσκου καὶ ἅπαξ καὶ δὶς ἐπὶ παρατάξεως ἔστη. Καὶ τῶν ῥητόρων τῶν παρ᾽ αὐτοῖς τὸ κεφάλαιον Δημοσθένης ἀπὸ τοῦ βήματος ἐπὶ τὸν πόλεμον ἐξῄει πολλάκις. Εἰ δὲ ῥήτορας καὶ φιλοσόφους οὐδεὶς ἐξῄρητο νόμος τοῦ πολεμεῖν, σχολῇ γἂν ἕτερός τις τοῦ δήμου ταύτης ἀπήλαυσε τῆς ἀτελείας. Ἀλλ᾽ οὐχὶ τούτων οὐδὲν νῦν γινόμενον ἴδοι τις ἄν. Ἐπειδὴ γὰρ ὁ τῆς δικαιοσύνης ἔλαμψεν ἥλιος, καὶ πόλεις καὶ δῆμοι καὶ ἔθνη πάντα τοσοῦτον ἀπέχουσι τοῦ ζῇν ἐν κινδύνοις τοιούτοις, ὅτι οὐδὲ μεταχειρίζεσθαί τι τῶν πολεμικῶν ἴσασιν, ἀλλ᾽ εἴσω πόλεων καὶ τειχῶν καθήμενοι, πόρρω τὰ τῶν πολέμων μανθάνουσι πράγματα, καὶ δῆμος ἅπας ἐν ἐλευθερίᾳ ζῇ καὶ ἀτελείᾳ τῆς πικροτάτης ταύτης λειτουργίας. Εἰ δέ που καὶ νῦν γίγνονται πόλεμοι, πόρρω που καὶ πρὸς τὰ ἔσχατα τῆς Ῥωμαίων ἀρχῆς, οὐ κατὰ πόλιν καὶ χώρας, ὡς ἔμπροσθεν.

Τότε μὲν γάρ, ὡς ἔφθην εἰπών, καὶ ἐν ἑνὶ ἔθνει μυρίαι συνεχῶς ἐπαναστάσεις ἐγίγνοντο, καὶ πολυπρόσωποι πόλεμοι· νυνὶ δὲ ὅσην ἥλιος ἐφορᾷ γῆν ἀπὸ τοῦ Τίγρητος ἐπὶ τὰς Βρεττανικὰς νήσους, αὐτὴ πᾶσα, καὶ μετὰ ταύτης Λιβύη καὶ Αἴγυπτος καὶ Παλαιστινῶν ἔθνος, μᾶλλον δὲ ἅπαν τὸ ὑπὸ τὴν Ῥωμαίων· ἀρχὴν κείμενον. ἴστε δὲ ὡς αὗται αἱ πόλεις ἀδείας ἀπολαύουσι πάσης, ἀκοῇ τοὺς πολέμους μανθάνουσαι μόνον. Ἠδύνατο μὲν γὰρ καὶ τὰ λείψανα καθελεῖν ὁ Χριστός, ἀλλ᾽ ἀφῆκε σωφρονισμοῦ τινος ὑπόθεσιν τοῖς ῥᾳθυμοῦσι καὶ ὑπὸ τῆς εἰρήνης χαυνοτέροις γινομένοις, τῶν βαρβάρων εἶναι τὰς ἐπιδρομάς. Καὶ ὁ προφήτης δὲ τοῖς δυναμένοις ἀκριβῶς συνιδεῖν αὐτὸ δὴ τοῦτο ᾐνίξατο, ὅπερ ἔφθην εἰπών, τὸ μηκέτι τὰς δι᾽ ὀλίγου γίγνεσθαι ἐπαναστάσεις. Οὐ γὰρ εἶπεν, οὐκ ἔσται πόλεμος παντελῶς, ἀλλὰ τί; Οὐ μὴ ἄρῃ ἔθνος ἐπ᾽ ἔθνος μάχαιραν· καὶ τὴν τῶν δήμων ἐλευθερίαν προστέθεικεν εἰπών, Οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν, οὔκουν ἴσμεν πολεμεῖν πλὴν ὀλίγων τῶν εἰς τοῦτο ἀποτεταγμένων στρατιωτῶν.