Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Λάζαρον καὶ τὸν πλούσιον
Προοίμιο και ο βίος του πλουσίου
Εισαγωγή στην ομιλία και περιγραφή του τρυφηλού αλλά πνευματικά άκαρπου βίου του ανώνυμου πλουσίου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιο και ο βίος του πλουσίου
Εισαγωγή στην ομιλία και περιγραφή του τρυφηλού αλλά πνευματικά άκαρπου βίου του ανώνυμου πλουσίου.
Εἰς τὸν Λάζαρον καὶ εἰς τὸν πλούσιον, ὁμιλία ϛʹ. αʹ. Μέγιστόν ἐστι διδασκαλεῖον τὸ τῆς Ἐκκλησίας στάδιον, πλουσίων παιδευτήριον, πενήτων καταφύγιον. Φέρε τοίνυν, ἀγαπητοὶ, ἐπειδήπερ ἐν τῷ σκάμματι τῆς διδασκαλίας ἑστήκαμεν, τοῖς τοῦ προλαβόντος διδάγμασιν ἐξακολουθήσαντες, τὰ ἀρτίως εἰρημένα ἐν χερσὶ λαβόντες, πᾶσιν ὑμῖν τὰς παρ᾽ ἡμῶν ὀφειλομένας ψεκάδας τοῦ λόγου δροσίσωμεν. Ἦν δὲ ἡμῖν τὸ ἀνάγνωσμα διηγούμενον πλουσίου καὶ πένητος πολιτείαν· πλουσίου μὲν τὸν βίον τῇ τρυφῇ βεβαπτισμένον, πένητος δὲ τὸν βίον τῇ πτωχείᾳ κατεστιγμένον. Ἄνθρωπός τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος καθ᾽ ἡμέραν λαμπρῶς. Πτωχὸς δέ τις ἦν Λάζαρος ὀνόματι, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα τοῦ πλουσίου ἡλκωμένος, καὶ ἐπιθυμῶν ἀπὸ τῶν πιπτόντων ψιχίων τῆς τραπέζης τοῦ πλουσίου μεταλαβεῖν· καὶ οὐδεὶς ἐδίδου αὐτῷ, ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἔλειχον τὰ ἕλκη αὐτοῦ. Ἀναγκαῖον τοίνυν διηγήσασθαι, ἀγαπητοὶ, τὰ κατὰ μέρος, ἵν᾽ ὥσπερ οἱ πλωτῆρες ἐκ τῆς τῶν προπλεόντων πείρας φύγωμεν καὶ ἡμεῖς τὰς ὑφάλους τῶν ναυαγίων πέτρας· ἵν᾽ οἱ μὲν πλούσιοι ἐκ τῆς τοῦ προλαβόντος πλουσίου τιμωρίας ἑαυτοὺς σωφρονίσωσιν, οἱ δὲ πένητες τὰς ἑαυτῶν ἐλπίδας ἐν Λαζάρῳ ὁρῶντες προλαμπούσας προθύμως τὸν δρόμον τῆς θλίψεως διεκδράμωσιν. Ἄνθρωπός τις ἦν πλούσιος. Ἄνθρωπός τις.
Οὐ τετίμηται τῇ τοῦ ὀνόματος προσηγορίᾳ, ὥσπερ ὁ δίκαιος Ἰώβ. Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ. Τούτου δὲ παρασεσιώπηται τὸ ὄνομα· ὁ γὰρ ἄκαρπος ἐστέρηται καὶ τοῦ ὀνόματος (δικαίων γὰρ καὶ τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς, ἁμαρτωλῶν δὲ ἐξαλειφθήσεται), μόνον ἔχων τὸ κοινὸν τῆς φύσεως ὄνομα τὸ ἄνθρωπος· τοῦτο γὰρ πάντων κοινὸν τὸ ὄνομα.
Ἀλλὰ κοινὸν μὲν εἶχε τὸ ὄνομα, ἰδιάζουσαν δὲ τῆς κακίας τὴν ὠμότητα. Ἄνθρωπός τις ἦν πλούσιος. Συγγενὴς μὲν τοῦ πένητος Λαζάρου κατὰ τὴν τοῦ σώματος φύσιν, ξένος δὲ τῆς ἐν Χριστῷ κληρονομίας διὰ τὴν τῆς προαιρέσεως μοχθηρίαν. Ἄνθρωπός τις ἦν. Ἄνθρωπος μὲν ἦν τῷ σχήματι, τῷ δὲ φρονήματι θηρίον μονοφάγον.
Ἄνθρωπός τις ἦν πλούσιος. Πλούσιος ἐν κτήμασι, πλούσιος ἐν ἐγκλήμασι, πλούσιος ἐν χαλκῷ, πλούσιος ἐν ἰῷ ἁμαρτίας· ἀργύρῳ περιλαμπόμενος, ἀλλ᾽ ἁμαρτίαις συσκοτιζόμενος· πλούσιος ἐν χρυσῷ, ἀλλὰ πτωχὸς ἐν Χριστῷ· ἐσθῆτα ἔχων πολλὴν, ἀλλὰ γυμνὴν ἔχων τὴν ψυχήν· πολυτελῆ ἐσθῆτα φυλάσσων, καὶ σῆτας ἐκτρέφων πολλούς. Ἄνθρωπός τις ἦν πλούσιος. Πλούτῳ κομῶν, ἄνθος δικαιοσύνης οὐκ ἔχων· δένδρον φθινοπωρινὸν, ἄκαρπον, δὶς ἀποθανόν. Ἄνθρωπός τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον. Πορφύραν μὲν εἶχε τὸ ἔνδυμα, τῆς βασιλείας δὲ τοῦ Θεοῦ ἀπέῤῥιπτο, πορφύραν εἶχεν, οὐ τῷ αἵματι τοῦ Χριστοῦ ἐῤῥαντισμένην, ἀλλ᾽ ἐξ αἵματος κοχλίου θαλάσσης βεβαμμένην· οὐ βασιλείαν οὐρανῶν μνηστευομένην αὐτῷ, ἀλλὰ φοβερὰν φλόγα γεέννης αὐτῷ προλάμπουσαν. Ἄνθρωπός τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο βύσσον καὶ πορφύραν, εὐφραινόμενος καθ᾽ ἡμέραν λαμπρῶς.
Εὐφραινόμενος, οὐχ ὡς οἱ δίκαιοι ἐν Κυρίῳ (δικαίων γὰρ εὐφροσύνη μνήμη Θεοῦ, ὡς μαρτυρεῖ μοι Δαυῒδ λέγων· Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην), ἀλλ᾽ ἦν εὐφραινόμενος ἐν μέθαις, ἐν ἀσωτίαις, ἐν κραιπάλαις, ἐν ἀταξίαις, οὐδὲν ἀπεοικὼς χοίροις ἐν βορβόρῳ κυλινδουμένοις.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.