βʹ. Ἀλλὰ τί; Οἷα ἑκάστου τὰ ὀψώνια, τοιαῦται καὶ αἱ ἀνταποδόσεις. Συνέβη δὲ, φησὶν, ἀποθανεῖν τὸν πένητα, καὶ ἀπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων εἰς τοὺς κόλπους τοῦ Ἀβραάμ. Μόλις ποτὲ ὁ πένης ἀπὸ τῆς ζαλώδους πενίας ῥυσθεὶς, εἰς τὸν εὔδιον λιμένα τοῦ Ἀβραὰμ ἀπέπλευσεν. Ἐγένετο γὰρ, φησὶν, ἀποθανεῖν τὸν Λάζαρον, καὶ ἀπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων εἰς τοὺς κόλπους τοῦ Ἀβραάμ. Ὁρᾷς, πῶς ἡ πενία μετὰ τὴν ἐντεῦθεν ἔξοδον δορυφόρους ἀγγέλους ἔχει; Συνέβη δὲ καὶ τὸν πλούσιον ἀποθανεῖν καὶ ταφῆναι. Εὐθὺς ἐπὶ τοῦ πλουσίου τέτακται ἡ ταφὴ, κατὰ τὸ ὑπὸ τοῦ Δαυῒδ λεγόμενον· Καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα. Διὰ τοῦτο λέγεταί σοι· Πτωχὲ, Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται ἑαυτῷ ἡ δόξα αὐτοῦ. Ἐνταῦθα γὰρ πάντα καταλιμπάνει, τοὺς δούλους, τοὺς ὑπασπιστὰς, τοὺς ὑπηρέτας, τοὺς παρασίτους, τοὺς κόλακας, τὰ ὀχήματα, τοὺς χρυσοχαλίνους ἵππους, τὰ βαλανεῖα, τὰ χωρία, τοὺς χρυσωρόφους οἴκους, τὰ ἐψηφωμένα ἐδάφη, τὴν βασιλείαν, τὴν ἐξουσίαν, τὴν δεσποτείαν, πάντα ἐνταῦθα καταλιμπάνει, καὶ γυμνὸς ἀπέρχεται. Καὶ ὑπάρχων ἐν τῷ ᾅδῃ, Ἐπάρας τοὺς ὀφθαλμούς. Ἐνθυμήθητι, εἰς ὅσον βάθος ὑπῆρχεν πλούσιος, εἰς δὲ οἷον ὕψος ὁ πένης. Καὶ ἐπάρας, φησὶ, τοὺς ὀφθαλμοὺς αὐτοῦ ὁ πλούσιος, εἶδε τὸν Ἀβραὰμ, καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ.