Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Λάζαρον

Ἰωάννης ὁ Χρυσόστομος

Η έγερση και αναδημιουργία του σώματος του Λαζάρου

Περιγραφή της ανταπόκρισης του Λαζάρου στο δεσποτικό πρόσταγμα και της θαυμαστής ανασύστασης του φθαρμένου σώματός του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Εἰς τὸν τετραήμερον Λάζαρον. γʹ. Ἔλυσε τὸν Λάζαρον τὸ φῶς· ἀλλ᾽ οὕτω καλούμενος ἔσπευσεν, ὡς ἐσπαργανωμένος ἐπιδείξασθαι δρόμον, ὁ τετάρτην μὲν ἡμέραν κατασαπεὶς ἐν τῷ μνημείῳ, πολλὰ δὲ τῶν σπλάγχνων ὑπὸ σκωλήκων πεπορθημένος, πᾶσαν δὲ τὴν τοῦ σώματος διασπασθεὶς ἁρμονίαν, καὶ τῆς φθορᾶς μάρτυρα τὸ τοῦ τάφου κεκτημένος δυσῶδες.

Ἀλλ᾽ ἡ τῆς ζωῆς ὀσφράνασα τὸν νεκρὸν εὐοσμία, τὴν τῶν σπλάγχνων ἀνεχάλκευσε λύσιν· γέγονε μήτρα τοῦ κειμένου τὸ μνῆμα, καὶ καθάπερ ἐν γαστρὶ σπαρεὶς, οὐκ ἐν μνήματι, νεόπλαστος ἐξήλλετο Λάζαρος. Ὢ καινῆς θαυματοποιίας! ἄνθρωπον ἡμῖν εἰς ζωὴν ἐξεφόρησε τάφος, τοῖς ἐνταφίοις, ὥσπερ τὸ βρέφος, ἐνειλημμένον σπαργάνοις. Ἡ γὰρ τοῦ Δεσπότου φωνὴ τῷ νεκρῷ γνωρισθεῖσα, μετὰ τῶν σπαργάνων ἐκ τοῦ μνήματος εἷλκεν αὐτόν. Λάζαρε, φησὶ, δεῦρο ἔξω· καὶ τῷ λόγῳ ταχέως ὁ νεκρὸς συνεξήρχετο, καὶ συνέτρεχεν ἀλλήλοις ἐν τῷ τάφῳ τὰ μέλη· πρὸς τὴν οἰκείαν ὀφθαλμὸς ἐπανήρχετο τάξιν, τὴν οἰκείαν ἡ ῥὶς κατελάμβανε χώραν, πρὸς τὸ πρότερον παρειαὶ κατηπείγοντο σχῆμα, τράχηλος ὤμοις καὶ κεφαλῇ συνεσφίγγετο, ἡ τῶν χειρῶν πρὸς κίνησιν εὐτρεπὴς συζυγία, ἄρθρων ἁρμονίαι συνήπτοντο, δακτύλων συνετίθετο τάξις, νεύρων ἀνεδεσμοῦντο συνθῆκαι, ὀστέων ἐνεδύετο φύσις, διετείνοντο σὺν φλεψὶν ἀρτηρίαι, μυελὸς ἀνεπλάττετο, ὑμένες ὑφαίνοντο, ἠνθετίζοντο τρίχες. Βραδὺν τῷ λόγῳ τῶν μελῶν κατασκευάζω τὸν δρόμον.