Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Λάζαρον

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλία Γ΄: Η αναγκαιότητα και η ωφέλεια της μελέτης των ιερών Γραφών

Προοίμιο του τρίτου λόγου, στο οποίο τονίζεται ο προστατευτικός και αγιαστικός χαρακτήρας της Αγίας Γραφής για κάθε χριστιανό, ανασκευάζοντας την αντίληψη ότι η μελέτη αφορά μόνο τους μοναχούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 16

Εἰς τὸν Λάζαρον λόγος τρίτος, καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ἔλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, ἀλλ᾽, Ἀπέλαβες· καὶ διὰ τί οἱ μὲν δίκαιοι κινδύνοις πολλάκις περιπίπτουσιν, οἱ δὲ ἁμαρτωλοὶ τούτους διαφεύγουσιν. αʹ. Οὐ τὰ τυχόντα ἡμᾶς ὤνησεν ἡ κατὰ τὸν Λάζαρον παραβολὴ, καὶ πλουσίους καὶ πένητας, τοὺς μὲν εὐκόλως φέρειν τὴν πενίαν παιδεύσασα, τοὺς δὲ οὐκ ἀφιεῖσα μέγα φρονεῖν ἐπὶ τῷ πλούτῳ, ἀλλὰ δι᾽ αὐτῶν τῶν ἔργων διδάξασα, ὅτι πάντων ἐλεεινότερος ὁ τρυφῇ συζῶν, καὶ μηδενὶ τῶν ὄντων μεταδιδούς. Φέρε οὖν καὶ σήμερον τῆς αὐτῆς πάλιν ἁψώμεθα ὑποθέσεως· ἐπεὶ καὶ οἱ τὰ μέταλλα ἐργαζόμενοι, ἔνθα ἂν ἴδωσι πολλὰς τοῦ χρυσίου τὰς ἶνας, ἐκεῖ διασκάπτουσι πάλιν, καὶ οὐκ ἀφίστανται πρότερον, ἕως ἂν ἅπαν τὸ φαινόμενον ἐξαντλήσωσιν. Ἐπανίωμεν τοίνυν, ἔνθα πρώην κατελίπομεν τὸν λόγον ἵνα ἐκεῖθεν αὐτὸν ἀνελώμεθα.

Ἐνῆν μὲν γὰρ καὶ ἐν ἡμέρᾳ μιᾷ πᾶσαν ὑμῖν ταύτην ἐξαπλῶσαι τὴν παραβολήν· ἀλλ᾽ οὐχ ὅπως πολλὰ εἰπόντες ἀπέλθωμεν, τοῦτο ἐσπουδάκαμεν, ἀλλ᾽ ὅπως μετὰ ἀκριβείας τὰ λεχθέντα δεξάμενοι καὶ κατασχόντες, λάβοιτέ τινα ἀπὸ τῆς φυλακῆς ταύτης αἴσθησιν ὠφελείας πνευματικῆς. Καὶ γὰρ μήτηρ φιλόστοργος μέλλουσα ἐπὶ στερεὰν τὸ γαλακτοτροφούμενον παιδίον ἄγειν τροφὴν, ἂν μὲν ἀθρόον ἐγχέῃ τῷ στόματι τὸν ἄκρατον, οὐδὲν ὀνίνησιν, ἀποβλύζοντος τοῦ παιδίου τὸ διδόμενον, καὶ διαβρέχοντος περὶ τῷ στήθει τὸν χιτωνίσκον· ἂν δὲ ἠρέμα καὶ κατὰ μικρὸν ἐγχέῃ, παραπέμπει τὸ δοθὲν ἀλύπως. Ἵν᾽ οὖν καὶ ὑμεῖς τὸ δοθὲν μὴ ἀποβλύσητε, οὐκ ἀθρόον ὑμῖν ἐπεκλίναμεν τὸ τῆς διδασκαλίας ποτήριον, ἀλλ᾽ εἰς πολλὰς ὑμῖν αὐτὸ κατεκερματίσαμεν ἡμέρας, ἐν ταῖς μεταξὺ ταύταις ἡμέραις διαναπαύεσθαι παρασχόντες ὑμῖν ἐκ τοῦ τῆς ἀκροάσεως πόνου, ἵνα καὶ τὰ καταβληθέντα παγῇ μετὰ ἀσφαλείας ἐν τῇ διανοίᾳ τῆς ὑμετέρας ἀγάπης, καὶ τὰ ῥηθήσεσθαι μέλλοντα ἀνειμένῃ καὶ ἀκμαζούσῃ δέξησθε ψυχῇ. Διὰ τοῦτο καὶ τὴν ὑπόθεσιν τῶν μελλόντων ῥηθήσεσθαι πολλάκις ὑμῖν προλέγομεν πρὸ πολλῶν ἡμερῶν, ἵνα ἐν ταῖς μεταξὺ ταύταις ἡμέραις τὸ βιβλίον λαβόντες, καὶ τὴν περικοπὴν ἅπασαν ἐπιόντες, καὶ καταμαθόντες τί μὲν εἴρηται, τί δὲ ὑπολέλειπται, εὐμαθεστέραν ὑμῶν ποιήσητε τὴν διάνοιαν πρὸς τὴν ἀκρόασιν τῶν μετὰ ταῦτα ῥηθησομένων.

Καὶ τοῦτο ἀεὶ παρακαλῶ, καὶ παρακαλῶν οὐ παύσομαι, ἵνα μὴ μόνον ἐνταῦθα τοῖς λεγομένοις προσέχητε, ἀλλὰ καὶ οἴκοι γινόμενοι, τῇ τῶν θείων Γραφῶν ἀναγνώσει συνεχῶς ἐνδιατρίβητε. Τοῦτο καὶ τοῖς ἰδίᾳ συγγινομένοις ἡμῖν οὐ διέλιπον ἀεὶ παρεγγυῶν.

Μὴ γάρ μοι λεγέτω τις τὰ ψυχρὰ ῥήματα ἐκεῖνα, καὶ πολλῆς καταγνώσεως ἄξια, ὅτι Δικαστηρίῳ προσήλωμαι, τὰ τῆς πόλεως πράττω πράγματα, τέχνην μετέρχομαι, γυναῖκα ἔχω, παιδία τρέφω, οἰκίας προΐσταμαι, ἀνήρ εἰμι βιωτικός· οὐκ ἔστιν ἐμὸν Γραφὰς ἀναγινώσκειν, ἀλλ᾽ ἐκείνων τῶν ἀποταξαμένων, τῶν τὰς κορυφὰς τῶν ὀρέων κατειληφότων, τῶν τοῦτον τὸν βίον ἐχόντων διηνεκῶς. Τί λέγεις, ἄνθρωπε; οὐκ ἔστι σὸν ἔργον Γραφαῖς προσέχειν, ἐπειδὴ μυρίαις περιέλκῃ φροντίσι; Σὸν μὲν οὖν μᾶλλόν ἐστιν, ἢ ἐκείνων. Οὐ γὰρ οὕτως ἐκεῖνοι χρῄζουσι τῆς ἀπὸ τῶν θείων Γραφῶν βοηθείας, ὡς οἱ ἐν μέσῳ στρεφόμενοι πραγμάτων πολλῶν. Οἱ μὲν γὰρ μοναχοὶ τῆς ἀγορᾶς καὶ τῶν ἐκ τῆς ἀγορᾶς ἀπαλλαγέντες θορύβων, καὶ τὰς καλύβας ἐν ἐρημίᾳ πηξάμενοι, καὶ πρὸς οὐδένα κοινὸν οὐδὲν ἔχοντες, ἀλλ᾽ ἐμφιλοσοφοῦντες μετὰ ἀδείας τῇ τῆς ἡσυχίας ἐκείνης γαλήνῃ, καθάπερ ἐν λιμένι καθήμενοι, πολλῆς τῆς ἀσφαλείας ἀπολαύουσιν· ἡμεῖς δὲ οἱ καθάπερ ἐν μέσῳ πελάγει σαλεύοντες, καὶ μυρίων ἁμαρτημάτων ἀνάγκας ἔχοντες, συνεχοῦς καὶ διηνεκοῦς ἀεὶ δεόμεθα τῆς ἀπὸ τῶν Γραφῶν παρακλήσεως. Ἐκεῖνοι πόῤῥω τῆς μάχης κάθηνται, διόπερ οὐδὲ πολλὰ δέχονται τραύματα· σὺ δὲ διηνεκῶς ἐπὶ τῆς παρατάξεως ἕστηκας, καὶ συνεχεῖς δέχῃ τὰς πληγάς· διὸ καὶ πλειόνων σοι δεῖ τῶν φαρμάκων.

Καὶ γὰρ καὶ γυνὴ παροξύνει, καὶ υἱὸς λυπεῖ, καὶ οἰκέτης εἰς ὀργὴν ἐμβάλλει, καὶ ἐχθρὸς ἐπιβουλεύει, καὶ φίλος βασκαίνει, καὶ γείτων ἐπηρεάζει, καὶ συστρατιώτης ὑποσκελίζει, πολλάκις καὶ δικαστὴς ἀπειλεῖ, καὶ πενία λυπεῖ, καὶ ἀποβολὴ τῶν οἰκείων πένθος ἐργάζεται, καὶ εὐημερία φυσᾷ, καὶ δυσπραγία συστέλλει, καὶ πολλαὶ μὲν ὀργῆς, πολλαὶ δὲ φροντίδων, πολλαὶ δὲ ἀθυμίας καὶ λύπης, πολλαὶ δὲ κενοδοξίας καὶ ἀπονοίας ἀφορμαὶ καὶ ἀνάγκαι πάντοθεν ἡμᾶς περιστοιχίζονται, καὶ μυρία πανταχόθεν τὰ βέλη φέρεται· διὸ τῆς ἀπὸ τῶν Γραφῶν πανοπλίας χρεία διηνεκῶς. Ἐπίγνωθι γὰρ, φησὶν, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις, καὶ ἐπὶ ἐπάλξεων πόλεως περιπατεῖς. Καὶ γὰρ αἱ τῆς σαρκὸς ἐπιθυμίαι χαλεπώτερον τῶν ἐν μέσῳ στρεφομένων κατεξανίστανται· καὶ γὰρ καὶ ὄψις εὐπρεπὴς, καὶ σῶμα λαμπρὸν διὰ τῶν ὀφθαλμῶν ἔβαλε, καὶ ῥῆμα αἰσχρὸν διὰ τῆς ἀκοῆς εἰσελθὸν ἐθορύβησεν ἡμῶν τὸν λογισμόν· πολλάκις δὲ καὶ μέλος κατακεκλασμένον τὸ τῆς ψυχῆς εὔτονον κατεμάλαξε. Καὶ τί λέγω ταῦτα; Τὸ γὰρ πάντων τούτων εὐτελέστατον εἶναι πολλάκις δοκοῦν, μύρων ὀσμὴ προσπεσοῦσά ποθεν παρὰ γυναικῶν ἑταιριζομένων ἐν τῇ παρόδῳ, λαβοῦσα ἀπῆλθεν αἰχμάλωτον ἀπὸ ψιλῆς τῆς συντυχίας.

βʹ. Καὶ πολλὰ τοιαῦτά ἐστι τὰ πολιορκοῦντα τὴν ἡμετέραν ψυχήν· καὶ δεῖ τῶν θείων φαρμάκων ἡμῖν, ἵνα καὶ τὰ γινόμενα ἕλκη θεραπεύωμεν, καὶ τὰ μηδέπω μὲν γινόμενα, μέλλοντα δὲ γίνεσθαι, προαναστέλλωμεν, πόῤῥωθεν τοῦ διαβόλου τὰ βέλη κατασβεννύντες καὶ ἀποκρουόμενοι διὰ τῆς συνεχοῦς τῶν θείων Γραφῶν ἀναγνώσεως. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τινὰ σωθῆναι μὴ συνεχῶς ἀναγνώσεως ἀπολαύοντα πνευματικῆς· ἀλλ᾽ ὄντως ἀγαπητὸν, εἰ καὶ διηνεκοῦς ταύτης ἀπολαύοντες τῆς θεραπείας, δυνηθείημεν σωθῆναί ποτε. Ὅταν δὲ καθ᾽ ἑκάστην μὲν πληττώμεθα τὴν ἡμέραν, ἰατρείας δὲ μηδεμιᾶς ἀπολαύωμεν, ποία σωτηρίας ἐλπίς; Οὐχ ὁρᾷς τοὺς χαλκοτύπους, τοὺς χρυσοχόους, τοὺς ἀργυροκόπους, τοὺς ἡντιναοῦν μετιόντας τέχνην, ἅπαντα τὰ τῆς τέχνης ἔχοντας ἀπηρτισμένα τὰ ἐργαλεῖα, κἂν λιμὸς ἀναγκάζῃ, κἂν πενία θλίβῃ, πάντα αἱρουμένους ὑπομεῖναι μᾶλλον, ἢ τῶν τῆς τέχνης ὀργάνων ἀποδόσθαι τι, καὶ διατραφῆναι; Πολλοὶ γοῦν πολλάκις δανείσασθαι μᾶλλον εἵλοντο, καὶ διαθρέψαι καὶ τὴν οἰκίαν καὶ τὰ παιδία, ἢ τῶν τῆς τέχνης ἐργαλείων κἂν τὸ μικρότατον ἀποδόσθαι· καὶ μάλα γε εἰκότως, Ἴσασι γὰρ ὅτι, πραθέντων ἐκείνων, ἄχρηστα τὰ τῆς τέχνης αὐτοῖς ἅπαντα, καὶ ἡ τῆς εὐπορίας ὑπόθεσις ἀνῄρηται πᾶσα.

Ἐκείνων μὲν γὰρ μενόντων, δυνατὸν τὰ γινόμενα δανείσματα χρόνῳ ποτὲ διαλύσασθαι τῇ τέχνῃ συνεχῶς χρωμένους· εἰ δὲ φθάσαντες ἑτέροις αὐτὰ ἀπόδοιντο, οὐδεμίαν οὐκέτι παραμυθίαν τῇ πενίᾳ καὶ τῷ λιμῷ ποθεν ἐπινοῆσαι δυνήσονται. Οὕτως οὖν καὶ ἡμᾶς διακεῖσθαι χρή. Καθάπερ γὰρ ἐκείνοις ἐργαλεῖα τῆς τέχνης ἐστὶ σφῦρα καὶ ἄκμων καὶ πυράγρα· οὕτω δὴ καὶ ἡμῖν ἐργαλεῖα τῆς τέχνης ἐστὶν ἀποστολικὰ καὶ προφητικὰ βιβλία, καὶ πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος.

Καὶ καθάπερ ἐκεῖνοι δι᾽ ἐκείνων τὰ σκεύη πάντα, ἅπερ ἂν λάβωσι, διαπλάττουσιν· οὕτω δὴ καὶ ἡμεῖς διὰ τούτων τὴν ψυχὴν τὴν ἡμετέραν χαλκεύομεν, καὶ διεστραμμένην διορθοῦμεν, καὶ παλαιωθεῖσαν ἀνακαινίζομεν. Κἀκεῖνοι μὲν μέχρι τῶν σχημάτων τὴν ἑαυτῶν ἐπιδείκνυνται τέχνην· οὐ γὰρ δὴ τὴν ὕλην τῶν σκευῶν μεταβαλεῖν δύναιντ᾽ ἂν, οὐδὲ τὸν ἄργυρον ποιῆσαι χρυσὸν, ἀλλὰ τοὺς τύπους αὐτῶν μεταῤῥυθμίζουσι μόνον· σὺ δὲ οὐχ οὕτως, ἀλλ᾽ ἔχεις τι πλέον ἐκείνων, καὶ ξύλινον σκεῦος λαβὼν δυνήσῃ ποτὲ χρυσοῦν ποιῆσαι. Καὶ τούτου μάρτυς ὁ Παῦλος, οὕτω λέγων· Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα. Ἐάν τις οὖν ἐκκαθάρῃ ἑαυτὸν ἐκ τούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον, καὶ εὔχρηστον τῷ δεσπότῃ εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον.

Μὴ τοίνυν ἀμελῶμεν τῆς κτήσεως τῶν βιβλίων, ἵνα μὴ περὶ τὰ καίρια δεξώμεθα τὴν πληγὴν, μηδὲ χρυσίον κατορύττωμεν, ἀλλὰ βιβλία θησαυρίζωμεν ἑαυτοῖς πνευματικά. Τὸ μὲν γὰρ χρυσίον, ὅταν γένηται πλέον, τότε μάλιστα ἐπιβουλεύει τοῖς κεκτημένοις· τὰ δὲ βιβλία ἀποκείμενα πολλὴν παρέχει τοῖς ἔχουσι τὴν ὠφέλειαν.

Ὥσπερ γὰρ ἔνθα ἂν ᾖ ἀποκείμενα ὅπλα βασιλικὰ, κἂν μηδεὶς ᾖ ὁ κεχρημένος, πολλὴν παρέχει τοῖς ἔνδον οἰκοῦσι τὴν φυλακὴν, οὔτε λῃστῶν, οὔτε τοιχωρύχων, οὔτε ἄλλου τινὸς τῶν κακουργούντων τολμῶντος ἐπιβῆναι τῆς οἰκίας· οὕτως ἔνθα ἂν ᾖ βιβλία πνευματικὰ, πᾶσα ἐκεῖθεν ἐλαύνεται ἐνέργεια διαβολικὴ, καὶ πολλὴ τοῖς ἐνοικοῦσιν ἀρετῆς παράκλησις γίνεται.

Καὶ αὐτὴ γὰρ καθ᾽ ἑαυτὴν τῶν βιβλίων ἡ ὄψις ὀκνηροτέρους ἡμᾶς πρὸς τὴν ἁμαρτίαν ἐργάζεται. Κἄν τε γὰρ τολμήσωμέν τι τῶν ἀπηγορευμένων, καὶ ἀκαθάρτους ἑαυτοὺς ἐργασώμεθα, ἐπανιόντες οἴκαδε, καὶ τὰ βιβλία ὁρῶντες, μᾶλλον ἡμῶν καταδικάζομεν τὸ συνειδὸς, καὶ πρὸς τὸ τοῖς αὐτοῖς περιπεσεῖν ὀκνηρότεροι γινόμεθα· ἄν τε πάλιν ἐν ἁγιωσύνῃ διατελῶμεν, πλείονα ἐκεῖθεν λαμβάνομεν τὴν ὠφέλειαν.

Ἅμα γὰρ ἥψατό τις Εὐαγγελίου, καὶ μετεῤῥύθμισεν ἑαυτοῦ τὴν διάνοιαν εὐθέως, καὶ τῶν βιωτικῶν ἀπέστησε καὶ ἀπὸ τῆς ὄψεως μόνης αὐτῆς. Εἰ δὲ καὶ ἀνάγνωσις προσγένοιτο ἀκριβὴς, καθάπερ ἐν ἱεροῖς ἀδύτοις ἡ ψυχὴ τελουμένη, οὕτως ἐκκαθαίρεται καὶ βελτίων γίνεται, τοῦ Θεοῦ ὁμιλοῦντος αὐτῇ διὰ τῶν γραμμάτων ἐκείνων.

Τί οὖν, ἂν μὴ εἰδῶμεν τὰ ἐγκείμενα; φησί, Μάλιστα μὲν κἂν μὴ εἰδῇς τὰ ἐγκείμενα, ἀπ᾽ αὐτῆς τῆς ἀναγνώσεως πολὺς ὁ ἁγιασμὸς γίνεται. Ἄλλως δὲ, ἀδύνατον πάντα ἐπ᾽ ἴσης ἀγνοεῖν· διὰ γὰρ τοῦτο ἡ τοῦ Πνεύματος ᾠκονόμησε χάρις τελώνας καὶ ἁλιέας καὶ σκηνοποιοὺς καὶ ποιμένας καὶ αἰπόλους καὶ ἰδιώτας καὶ ἀγραμμάτους ταῦτα συνθεῖναι τὰ βιβλία, ἵνα μηδεὶς τῶν ἰδιωτῶν εἰς ταύτην ἔχῃ καταφεύγειν τὴν πρόφασιν, ἵνα πᾶσιν εὐσύνοπτα ᾖ τὰ λεγόμενα, ἵνα καὶ ὁ χειροτέχνης, καὶ οἰκέτης, καὶ ἡ χήρα γυνὴ, καὶ ὁ πάντων ἀνθρώπων ἀμαθέστατος, κερδάνῃ τε καὶ ὠφεληθῇ παρὰ τῆς ἀκροάσεως. Οὐ γὰρ πρὸς κενοδοξίαν, καθάπερ οἱ ἔξωθεν, ἀλλὰ πρὸς τὴν σωτηρίαν τῶν ἀκουόντων ταῦτα πάντα συνέθηκαν οἱ παρὰ τὴν ἀρχὴν καταξιωθέντες τῆς τοῦ Πνεύματος χάριτος.

γʹ. Οἱ μὲν γὰρ ἔξωθεν φιλόσοφοι καὶ ῥήτορες καὶ συγγραφεῖς οὐ τὸ κοινῇ συμφέρον ζητοῦντες, ἀλλ᾽ ὅπως αὐτοὶ θαυμασθεῖεν μόνον σκοποῦντες, εἴ τι καὶ χρήσιμον εἶπον, καὶ τοῦτο, καθάπερ ἐν ζόφῳ τινὶ, τῇ συνήθει ἀσαφείᾳ κατέκρυψαν. Οἱ δὲ ἀπόστολοι καὶ οἱ προφῆται τοὐναντίον ἅπαν ἐποίησαν· σαφῆ γὰρ καὶ δῆλα τὰ παρ᾽ ἑαυτῶν κατέστησαν ἅπασιν, ἅτε κοινοὶ τῆς οἰκουμένης ὄντες διδάσκαλοι, ἵνα ἕκαστος καὶ δι᾽ ἑαυτοῦ μανθάνειν δύνηται ἐκ τῆς ἀναγνώσεως μόνης τὰ λεγόμενα. Καὶ τοῦτο προαναφωνῶν ὁ προφήτης ἔλεγεν· Ἔσονται πάντες διδακτοὶ Θεοῦ· καὶ οὐ μὴ εἴπῃ ἕκαστος τῷ πλησίον αὐτοῦ, Γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν. Καὶ ὁ Παῦλός φησι· Κἀγὼ, ἀδελφοὶ, ἦλθον πρὸς ὑμᾶς, οὐ καθ᾽ ὑπεροχὴν λόγου ἢ σοφίας, καταγγέλλων ὑμῖν τὸ μυστήριον τοῦ Θεοῦ. Καὶ πάλιν· Ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾽ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως. Καὶ πάλιν· Λαλοῦμεν γὰρ σοφίαν, φησὶν, οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων. Τίνι γὰρ οὐκ ἔστι δῆλα τὰ τῶν Εὐαγγελίων ἅπαντα; τίς δὲ ἀκούων, ὅτι μακάριοι οἱ πραεῖς, μακάριοι οἱ ἐλεήμονες, μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, καὶ ὅσα τοιαῦτα, διδασκάλου δεήσεται, ὥς τι μαθεῖν τῶν λεγομένων;

Ἀλλὰ τὰ τῶν σημείων καὶ θαυμάτων καὶ ἱστοριῶν οὐχὶ καὶ τῷ τυχόντι γνώριμα καὶ σαφῆ; Σκῆψις ταῦτα καὶ πρόφασις καὶ νωθείας παρακαλύμματα.

Οὐ νοεῖς τὰ ἐγκείμενα; πῶς γὰρ δυνήσῃ νοῆσαί ποτε, μηδὲ ἁπλῶς ἐγκύψαι βουλόμενος; Λάβε μετὰ χεῖρας τὸ βιβλίον· ἀνάγνωθι τὴν ἱστορίαν ἅπασαν, καὶ τὰ γνώριμα κατασχὼν, τὰ ἄδηλα καὶ τὰ ἀσαφῆ πολλάκις ἔπελθε· κἂν μὴ δυνηθῇς τῇ συνεχείᾳ τῆς ἀναγνώσεως εὑρεῖν τὸ λεγόμενον, βάδισον πρὸς τὸν σοφώτερον, ἐλθὲ πρὸς τὸν διδάσκαλον, ἀνακοίνωσαι περὶ τῶν εἰρημένων, πολλὴν ἐπίδειξαι τὴν σπουδήν· κἂν ἴδῃ σε ὁ Θεὸς τοσαύτῃ κεχρημένον τῇ προθυμίᾳ, οὐ περιόψεταί σου τὴν ἀγρυπνίαν καὶ τὴν φροντίδα, ἀλλὰ κἂν ἄνθρωπος μὴ διδάξῃ τὸ ζητούμενον, αὐτὸς ἀποκαλύψει πάντως. Ἀναμνήσθητι τοῦ εὐνούχου τῆς βασιλίδος Αἰθιόπων, ὃς ἄνθρωπος βάρβαρος ὢν, καὶ μυρίαις συνεχόμενος φροντίσι, καὶ πανταχόθεν πολλοῖς περικυκλούμενος πράγμασιν, οὐκ εἰδὼς ἅπερ ἀνεγίνωσκεν, ὅμως ἀνεγίνωσκεν ἐπὶ τοῦ ὀχήματος καθήμενος. Εἰ δὲ ἐν ὁδῷ τοσαύτην σπουδὴν ἐπεδείκνυτο, ἐννόησον τίς ἦν οἴκοι διατρίβων· εἰ τὸν καιρὸν τῆς ὁδοιπορίας οὐκ ἠνείχετο χωρὶς ἀναγνώσεως μένειν, πολλῷ μᾶλλον ἐν τῇ οἰκίᾳ καθήμενος· εἰ μηδὲν εἰδὼς ὧν ἀνεγίνωσκεν, οὐκ ἀφίστατο τῆς ἀναγνώσεως, πολλῷ μᾶλλον μετὰ τὸ μαθεῖν. Ὅτι γὰρ ἅπερ ἀνεγίνωσκεν οὐκ ᾔδει, ἄκουσον τί φησιν αὐτῷ ὁ Φίλιππος· Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις;

Κἀκεῖνος ταῦτα ἀκούσας οὐκ ἠρυθρίασεν οὐδὲ ᾐσχύνθη, ἀλλ᾽ ὡμολόγησε τὴν ἄγνοιαν, καί φησι· Πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; Ἐπεὶ οὖν, οὐδέπω τὸν ὁδηγοῦντα ἔχων, οὕτως ἀνεγίνωσκε, διὰ τοῦτο ταχέως ἐπελάβετο τοῦ χειραγωγοῦντος. Εἶδεν αὐτοῦ τὴν προθυμίαν ὁ Θεὸς, ἀπεδέξατο τὴν σπουδὴν, καὶ ἔπεμψεν αὐτῷ διδάσκαλον εὐθέως. Ἀλλὰ οὐ πάρεστιν ὁ Φίλιππος νῦν; Ἀλλὰ τὸ Πνεῦμα τὸ κινῆσαν τὸν Φίλιππον πάρεστι. Μὴ καταφρονῶμεν τῆς σωτηρίας ἡμῶν, ἀγαπητοί· Ταῦτα πάντα ἐγράφη δι᾽ ἡμᾶς πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε.

Μεγάλη ἀσφάλεια πρὸς τὸ μὴ ἁμαρτάνειν τῶν Γραφῶν ἡ ἀνάγνωσις, μέγας κρημνὸς καὶ βάραθρον βαθὺ τῶν Γραφῶν ἡ ἄγνοια, μεγάλη προδοσία σωτηρίας τὸ μηδὲν ἀπὸ τῶν θείων εἰδέναι νόμων· τοῦτο καὶ αἱρέσεις ἔτεκε, τοῦτο καὶ βίον διεφθαρμένον εἰσήγαγε, τοῦτο τὰ ἄνω κάτω πεποίηκεν. Ἀμήχανον γὰρ, ἀμήχανον ἄκαρπον ἀναχωρῆσαί τινα συνεχῶς ἀναγνώσεως ἀπολαύοντα μετὰ ἐπιστασίας. Ἰδοὺ γοῦν μία παραβολὴ πόσα ἡμᾶς ὠφέλησε; πῶς ἡμῶν βελτίω τὴν ψυχὴν εἰργάσατο; Πολλοὶ μὲν γὰρ, εὖ οἶδ᾽ ὅτι, διαρκῆ τὴν ὠφέλειαν ἐκ τῆς ἀκροάσεως λαβόντες ἀπῆλθον· εἰ δὲ εἰσί τινες, οἳ μὴ τοσοῦτον ἐκαρπώσαντο, ἀλλ᾽ ὅμως τὴν γοῦν ἡμέραν αὐτὴν, καθ᾽ ἣν ἤκουσαν, βελτίους ἐγένοντο πάντως.

Οὐ μικρὸν δὲ καὶ τὸ ἡμέραν μίαν ἐν ἁμαρτημάτων κατανύξει διαγαγεῖν, καὶ διαβλέψαι πρὸς τὴν ἄνω φιλοσοφίαν, καὶ παρασχεῖν τῇ ψυχῇ μικρὸν γοῦν ἀπὸ τῶν βιωτικῶν ἀναπνεῦσαι φροντίδων. Ἂν δὲ καθ᾽ ἑκάστην τοῦτο ποιῶμεν σύναξιν, καὶ μὴ διαλιμπάνωμεν, ἡ συνέχεια τῆς ἀκροάσεως ἐργάσεταί τι μέγα καὶ γενναῖον ἐν ἡμῖν ἀγαθόν.