Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Λάζαρον

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλία Γ΄: Η παιδαγωγική σημασία των θλίψεων και η θεία δικαιοκρισία

Ερμηνεύεται η απάντηση του Αβραάμ προς τον πλούσιο και καταδεικνύεται ότι οι επίγειες δοκιμασίες και ασθένειες λειτουργούν ως παιδαγωγία του Θεού που αποτρέπει την αιώνια καταδίκη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 16

δʹ. Φέρε οὖν καὶ τὰ ἑξῆς πάλιν ἀποδῶμεν ὑμῖν τῆς παραβολῆς. Τίνα δέ ἐστι τὰ ἑξῆς; Εἰπόντος τοῦ πλουσίου, Πέμψον Λάζαρον, ἵνα ἐπιστάξῃ τῷ ἄκρῳ τοῦ δακτύλου αὐτοῦ, καὶ καταψύξῃ τήν μου γλῶτταν, ἀκούσωμεν τί φησιν Ἀβραάμ· Τέκνον, μνήσθητι, ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος τὰ κακά· καὶ νῦν οὗτος παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Καὶ ἐπὶ πᾶσι δὲ τούτοις χάσμα μέγα μεταξὺ ἡμῶν τε καὶ ὑμῶν ἐστήρικται, ὅπως οἱ θέλοντες ἐκεῖθεν διαβῆναι πρὸς ἡμᾶς, μὴ δύνωνται, μήτε οἱ ἐντεῦθεν ἐκεῖ διαπερῶσι.

Φορτικὰ τὰ εἰρημένα, καὶ πολλὴν ἡμῶν κατέχεε τὴν ὀδύνην. Οἶδα κἀγώ· ἀλλ᾽ ὅσον δάκνει τὸ συνειδὸς, τοσοῦτον καὶ ὠφελεῖ τὴν διάνοιαν τῶν δακνομένων. Εἰ μὲν γὰρ ἐκεῖ ταῦτα ἐλέγετο ἡμῖν, καθάπερ τῷ πλουσίῳ, ὄντως θρηνεῖν ἔδει καὶ ὀδύρεσθαι καὶ πενθεῖν, ὅτι μετανοίας καιρὸς οὐκ ἔτι ἡμῖν ὑπελέλειπτο· ἐπειδὴ δὲ ἐνταῦθα ὄντες ταῦτα ἀκούομεν, ὅπου καὶ ἀνανῆψαι δυνατὸν, καὶ τὰ ἡμαρτημένα ἀπονίψασθαι καὶ πολλὴν κτήσασθαι τὴν παῤῥησίαν, καὶ ἐκ τῶν ἑτέροις συμβάντων κακῶν φοβηθέντας μεταβαλέσθαι, εὐχαριστῶμεν τῷ φιλανθρώπῳ Θεῷ, τῷ διὰ τῆς ἑτέρων κολάσεως τὴν ἡμετέραν διεγείροντι νωθείαν, καὶ ἀφυπνίζοντι καθεύδοντας ἡμᾶς. Διὰ γὰρ τοῦτο ταῦτα προείρηται, ἵνα μὴ ταῦτα πάθωμεν. Εἰ γὰρ ἐβούλετο κολάσαι, οὐκ ἂν ταῦτα προεῖπεν· ἐπειδὴ δὲ οὐ βούλεται ἐμβαλεῖν εἰς τιμωρίαν, διὰ τοῦτο προλέγει τὴν τιμωρίαν, ἵνα τῇ προῤῥήσει σωφρονισθέντες τὴν διὰ τῶν πραγμάτων ἐκφύγωμεν πεῖραν.

Ἀλλὰ τίνος ἕνεκεν οὐκ εἶπεν, Ἔλαβες τὰ ἀγαθά σου, ἀλλ᾽, Ἀπέλαβες; Μέμνησθε γὰρ εὖ οἶδ᾽ ὅτι ἐντεῦθεν ἔφην πέλαγος ἀχανὲς καὶ μέγα νοημάτων ἡμῖν ἀνοίγεσθαι· τὸ γὰρ, Ἀπέλαβες, ὀφειλήν τινα ἐνδεικνυμένου καὶ δηλοῦντός ἐστιν· ἀπολαμβάνει γάρ τις τὰ ὀφειλόμενα. Εἰ τοίνυν μιαρὸς, καὶ παμμίαρος, καὶ ὠμὸς καὶ ἀπάνθρωπος οὗτος ὁ πλούσιος ἦν, τίνος ἕνεκεν οὐκ εἶπεν αὐτῷ, Ἔλαβες τὰ ἀγαθά σου, ἀλλ᾽, Ἀπέλαβες, ὡς χρεωστούμενα καὶ ὀφειλόμενα; Τί οὖν ἐντεῦθεν μανθάνομεν; Ὅτι κἂν μιαροί τινες ὦσι καὶ εἰς ἔσχατον κακίας ἐληλακότες, πολλάκις ἕν τι καὶ δύο καὶ τρία εἰργάσαντο ἀγαθά. Καὶ ὅτι οὐ στοχαζόμενος ταῦτα νῦν λέγω, δῆλον ἐκεῖθεν. Τί γὰρ τοῦ κριτοῦ τῆς ἀδικίας ἐκείνου μιαρώτερον γέγονε; τί δὲ ἀπανθρωπότερον; τί δὲ ἀσεβέστερον; Οὗτος οὔτε τὸν Θεὸν ἐφοβεῖτο, οὔτε ἀνθρώπους ᾐσχύνετο· ἀλλ᾽ ὅμως τοσαύτῃ πονηρίᾳ συζῶν, εἰργάσατό τι καλὸν, τὴν συνεχῶς ἐνοχλοῦσαν αὐτῷ ἐλεήσας χήραν, καὶ ἐπινεύσας τῇ χάριτι, καὶ δοὺς τὴν αἴτησιν, καὶ ἐπεξελθὼν τοῖς ἀδικοῦσιν αὐτήν. Οὕτω συμβαίνει τινὰ ἀκόλαστον μὲν εἶναι, ἐλεήμονα δὲ πολλάκις· ἢ ἀπάνθρωπον μὲν, σώφρονα δέ· εἰ δὲ καὶ ἀκόλαστος καὶ ὠμὸς εἴη, ἀλλ᾽ ὅμως ἕν τι κατὰ τὸν βίον πολλάκις ἔπραξεν ἀγαθόν. Τὸ αὐτὸ δὴ πάλιν καὶ ἐπὶ τῶν χρηστῶν ὑποπτεύειν χρή.

Καθάπερ γὰρ οἱ φαυλότατοι ἐργάζονταί τι πολλάκις χρηστὸν, οὕτω καὶ οἱ σπουδαῖοι καὶ ἐνάρετοι διαμαρτάνουσί τι πολλάκις. Τίς γὰρ καυχήσεται, φησὶν, ἁγνὴν ἔχειν τὴν καρδίαν, ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας;

Ἐπεὶ οὖν εἰκὸς ἦν καὶ τὸν πλούσιον, εἰ καὶ πρὸς ἔσχατον ἐληλάκει πονηρίας, ἐργάσασθαί τι ἀγαθὸν, καὶ τὸν Λάζαρον, εἰ καὶ πρὸς ἄκρον ἀφίκετο ἀρετῆς, ἡμαρτηκέναι τι μικρὸν, ὅρα πῶς ἀμφότερα ταῦτα ᾐνίξατο ὁ πατριάρχης, εἰπὼν, ὅτι Καὶ σὺ ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ ὁ Λάζαρος ὁμοίως τὰ κακά. Ὃ δὲ λέγει τοῦτό ἐστιν· Εἴ τι καὶ σὺ ἀγαθὸν εἰργάσω, καὶ ὠφείλετό σοι τούτου ὁ μισθὸς, πάντα ταῦτα ἐν ἐκείνῳ τῷ κόσμῳ ἀπέλαβες, τρυφῶν, πλουτῶν, εὐημερίας ἀπολαύων καὶ εὐπραγίας πολλῆς· καὶ οὗτος εἴ τι κακὸν εἰργάσατο, πάντα ἀπέλαβεν ἐν πενίᾳ καὶ λιμῷ καὶ τοῖς ἐσχάτοις ταλαιπωρούμενος κακοῖς· καὶ γυμνὸς ἑκάτερος ὑμῶν ἐνταῦθα ἀφῖκται, ἐκεῖνος μὲν ἁμαρτημάτων, σὺ δὲ δικαιοσύνης κατορθωμάτων. Διὰ τοῦτο καὶ οὗτος καθαρὰν ἔχει τὴν παράκλησιν, καὶ σὺ ἀπαραμύθητον ὑπομένεις τὴν τιμωρίαν. Ὅταν γὰρ μικρὰ καὶ εὐτελῆ τὰ κατορθώματα ἡμῶν ᾖ, καὶ πολὺς καὶ ἄφατος ὁ τῶν ἁμαρτημάτων ὄγκος, εἶτα ἐνταῦθα εὐπραγίας ἀπολαύσωμεν, καὶ μηδὲν πάθωμεν δεινὸν, καὶ αὐτῆς τῶν ἀγαθῶν τῆς ἀμοιβῆς ἔρημοι καὶ γυμνοὶ πάντως ἀπελευσόμεθα, πάντα ἐνταῦθα ἀπολαβόντες· ὥσπερ οὖν ὅταν μεγάλα μὲν ᾖ τὰ κατορθώματα καὶ πολλὰ, μικρὰ δὲ καὶ εὐτελῆ τὰ ἁμαρτήματα, εἶτα πάθωμέν τι δεινὸν, καὶ αὐτὰ τὰ μικρὰ ἐνταῦθα ἀποθέμενοι, καθαρὰν καὶ ἀπηρτισμένην ἐκεῖ τὴν τῶν ἀγαθῶν ἔργων ἀπολαμβάνομεν ἀντίδοσιν.

Ὅταν οὖν ἴδῃς τινὰ ζῶντα μὲν ἐν πονηρίᾳ, μηδὲν δὲ ἐνταῦθα πάσχοντα δεινὸν, μὴ μακαρίσῃς, ἀλλὰ δάκρυσον καὶ θρήνησον, ὡς πάντα ἐκεῖ τὰ δεινὰ ὑποστησόμενον· καθάπερ οὖν καὶ ὁ πλούσιος οὗτος. Πάλιν ὅταν ἴδῃς τινὰ ἀρετῆς ἐπιμελούμενον, καὶ μυρίους ὑπομένοντα πειρασμοὺς, μακάρισον, ζήλωσον, ὡς καὶ τῶν ἁμαρτημάτων αὐτῷ πάντων ἐνταῦθα διαλυομένων, καὶ πολλῶν τῆς ὑπομονῆς ἑτοιμαζομένων ἐκεῖ τῶν μισθῶν· ὥσπερ οὖν καὶ ἐπὶ τοῦ Λαζάρου τούτου γέγονε.

εʹ. Τῶν γὰρ ἀνθρώπων οἱ μὲν ἐνταῦθα τιμωροῦνται μόνον, οἱ δὲ ἐνταῦθα μὲν οὐδὲν πάσχουσι δεινὸν, πᾶσαν δὲ ἐκεῖ τὴν τιμωρίαν ἀπολαμβάνουσιν, οἱ δὲ καὶ ἐνταῦθα καὶ ἐκεῖ κολάζονται. Τίνας οὖν ἐκ τῶν τριῶν μακαρίζετε τούτων; Πρώτους μὲν εὖ οἶδ᾽ ὅτι τοὺς ἐνταῦθα κολαζομένους καὶ ἀποτιθεμένους τὰ ἁμαρτήματα.

Δευτέρους δὲ μετ᾽ ἐκείνους τίνας; Ὑμεῖς μὲν ἴσως τοὺς οὐδὲν ἐνταῦθα πάσχοντας, ἀλλ᾽ ἐκεῖ πᾶσαν ὑπομένοντας τὴν τιμωρίαν· ἐγὼ δὲ οὐ τούτους, ἀλλὰ τοὺς καὶ ἐνταῦθα καὶ ἐκεῖ κολαζομένους. Ὁ μὲν γὰρ ἐνταῦθα τιμωρίαν δοὺς, κουφοτέρας αἰσθήσεται τῆς ἐκεῖ κολάσεως· ὁ δὲ πᾶσαν ἀναγκαζόμενος ἐκεῖ τὴν κόλασιν ὑπομεῖναι, ἀπαραίτητον ἕξει τὴν δίκην· καθάπερ καὶ οὗτος ὁ πλούσιος ἐνταῦθα μηδὲν διαλυσάμενος τῶν οἰκείων ἁμαρτημάτων, οὕτω χαλεπῶς ἐκολάζετο, ὡς μηδὲ σταγόνος μικρᾶς δυνηθῆναι ἐπιτυχεῖν. Καὶ τούτων δὲ αὐτῶν τῶν ἁμαρτανόντων μὲν, μηδὲν δὲ ἐνταῦθα πασχόντων δεινὸν, πολλῷ μᾶλλον ἐκείνους ταλανίζω τοὺς μετὰ τοῦ μὴ τιμωρεῖσθαι ἐνταῦθα καὶ τρυφῆς καὶ ἀδείας ἀπολαύοντας. Ὥσπερ γὰρ τὸ μὴ δοῦναι δίκην ἐνταῦθα τῶν ἁμαρτημάτων χαλεπωτέραν ἐκεῖ ποιεῖ τὴν τιμωρίαν· οὕτω δὴ τὸ πολλῆς ἀνέσεως ἀπολαύειν τοὺς ἁμαρτάνοντας καὶ τρυφῆς καὶ εὐπορίας, ἐφόδιον αὐτοῖς καὶ ὑπόθεσις κολάσεως καὶ τιμωρίας ἐκεῖ γίνεται μείζονος. Ὅταν γὰρ ἁμαρτάνοντες τιμώμεθα ὑπὸ τοῦ Θεοῦ, αὐτὸ τοῦτο ἡμᾶς μάλιστα εἰς τὸ πῦρ μειζόνως ἐμβαλεῖν δυνήσεται.

Εἰ γὰρ μακροθυμίας τις ἀπολαύων μόνον, ἂν εἰς δέον αὐτῇ μὴ χρήσηται, χαλεπωτέραν ἕξει τὴν τιμωρίαν· ὅταν μετὰ τῆς μακροθυμίας καὶ τιμὰς ἔχῃ μεγίστας, εἶτα ἐπιμένῃ τῇ πονηρίᾳ, τίς αὐτὸν ἐξελεῖται τῆς κολάσεως ἐκείνης; Ὅτι γὰρ οἱ μακροθυμίας ἐνταῦθα ἀπολαύοντες συνάγουσιν ἑαυτοῖς ὁλόκληρον ἐκεῖ τὸ κακὸν, ἐὰν μὴ μετανοήσωμεν, ἄκουσον τί φησιν ὁ Παῦλος· Λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ; Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ.

Ὅταν οὖν ἴδωμέν τινας πλουτοῦντας, τρυφῶντας, μύρων ὄζοντας, ἐν μέθῃ διημερεύοντας, ἐν δυναστείᾳ ὄντας καὶ δόξῃ πολλῇ καὶ πολλῇ τῇ φαντασίᾳ καὶ περιφανείᾳ, καὶ ἁμαρτάνοντας, καὶ μηδὲν πάσχοντας δεινὸν, δι᾽ αὐτὸ τοῦτο αὐτοὺς μάλιστα δακρύωμεν καὶ θρηνῶμεν, ὅτι ἁμαρτάνοντες οὐ κολάζονται.

Ὥσπερ γὰρ εἴ τινα εἶδες ὑδέρῳ ἢ σπληνὶ κατεχόμενον, ἢ σηπεδόνα τινὰ ἔχοντα καὶ ἕλκη μυρία πάντοθεν, εἶτα ἐπὶ πᾶσι τούτοις μεθύοντα, τρυφῶντα, καὶ τὸ νόσημα ἐπιτείνοντα, οὐ μόνον οὐ θαυμάζεις, οὐδὲ μακαρίζεις διὰ τὴν τρυφὴν, ἀλλὰ δι᾽ αὐτὸ τοῦτο μάλιστα ταλανίζεις αὐτόν· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς λογίζου. Ὅταν ἴδῃς ἄνθρωπον πονηρίᾳ συζῶντα, καὶ πολλῆς ἀπολαύοντα τῆς εὐημερίας, καὶ οὐδὲν πάσχοντα δεινὸν, διὰ τοῦτο μᾶλλον θρήνησον, ὅτι νοσήματι κατεχόμενος καὶ σηπεδόνι χαλεπωτάτῃ, τὴν ἀῤῥωστίαν ἐπιτείνει, διὰ τῆς τρυφῆς καὶ τῆς ἀνέσεως χείρων γινόμενος. Οὐ γὰρ ἡ κόλασις κακὸν, ἀλλ᾽ ἡ ἁμαρτία κακόν. Αὕτη μὲν γὰρ τοῦ Θεοῦ διίστησιν, ἐκείνη δὲ συνάγει ἡμᾶς πρὸς τὸν Θεὸν, καὶ καταλύει τὴν ὀργήν. Πόθεν τοῦτο δῆλον; Ἄκουσον τοῦ προφήτου λέγοντος· Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, ἱερεῖς, λαλήσατε ἐπὶ τὴν καρδίαν Ἱερουσαλὴμ, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Καὶ πάλιν· Κύριος ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν.

Καὶ ἵνα μάθητε ὅτι οἱ μὲν ἐνταῦθα, οἱ δὲ ἐκεῖ κολάζονται, οἱ δὲ καὶ ἐνταῦθα καὶ ἐκεῖ, ἀκούσατε τι φησιν ὁ Παῦλος κατηγορῶν τῶν ἀναξίως κοινωνούντων τοῖς μυστηρίοις· εἰπὼν γὰρ, ὅτι Ὁ ἐσθίων καὶ πίνων τὸ σῶμα καὶ αἷμα ἀναξίως τοῦ Κυρίου ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ, ἐπήγαγεν εὐθέως· Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· νῦν δὲ κρινόμενοι ὑπὸ τοῦ Κυρίου, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.

Ὁρᾷς πῶς ἡ ἐνταῦθα κόλασις ἐξαρπάζει τῆς ἐκεῖ τιμωρίας ἡμᾶς; Καὶ περὶ τοῦ πεπορνευκότος δέ φησι· Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ ἀπὸ τοῦ Λαζάρου δὲ τοῦτο δῆλον, ὅτι εἴ τι κακὸν ἐποίησεν, ἐνταῦθα τοῦτο ἀπονιψάμενος, οὕτως ἀπῆλθεν ἐκεῖ καθαρός· καὶ ἀπὸ τοῦ παραλελυμένου δὲ τοῦτό ἐστι δῆλον, ὃς τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ, διὰ τοῦ μήκους τῆς ἀῤῥωστίας καὶ τὰ ἁμαρτήματα ἀπέθετο. Ὅτι δὲ ἐξ ἁμαρτημάτων οὕτω διέκειτο, ἄκουσον τί φησιν ὁ Χριστός· Ἴδε, ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Ὅτι μὲν οὖν τινες ἐνταῦθα κολάζονται, καὶ τὰ ἁμαρτήματα ἀποτίθενται, δῆλον ἐκ τούτων.

ϛʹ. Ὅτι δέ τινες καὶ ἐνταῦθα καὶ ἐκεῖ κολάζονται, ὅταν μὴ τὴν ἀξίαν τοῦ μεγέθους τῶν ἁμαρτημάτων ἐνταῦθα ἀπολάβωσι τιμωρίαν, ἄκουσον περὶ τῶν Σοδομιτῶν τί φησιν ὁ Χριστός· εἰπὼν γὰρ, ὅτι Ὃς ἂν μὴ δέξηται ὑμᾶς, ἀποτινάξετε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν, ἐπήγαγε λέγων· Ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ. Τῷ γὰρ εἰπεῖν ἀνεκτότερον, τοῦτο ἐδήλωσεν, ὅτι κἀκεῖνοι κολασθήσονται μὲν, κουφότερον δὲ, ἐπειδὴ καὶ ἐνταῦθα ἔδωκαν δίκην.

Ὅτι δέ εἰσί τινες οἱ ἐνταῦθα μὲν οὐδὲν πάσχοντες δεινὸν, ἐκεῖ δὲ πᾶσαν ὑπομένοντες τιμωρίαν, ἐδήλωσεν ἡμῖν ὁ πλούσιος οὗτος, ἀπαραίτητον ἐκεῖ κόλασιν ὑπομένων, καὶ μηδὲ μικρᾶς ἀπολαύων παραμυθίας διὰ τὸ πᾶσαν ἐκεῖ τηρηθῆναι αὐτῷ τὴν τιμωρίαν.

Ὥσπερ οὖν ἐπὶ τῶν ἁμαρτανόντων οἱ μηδὲν παθόντες ἐνταῦθα δεινὸν, μείζονα ὑφίστανται τὴν τιμωρίαν ἐκεῖ, οὕτως ἐπὶ τῶν κατορθούντων οἱ πολλὰ παθόντες ἐνταῦθα δεινὰ, πολλῆς ἀπολαύσονται τιμῆς ἐκεῖ. Καὶ καθάπερ ἁμαρτωλῶν ὄντων δύο, ἂν ὁ μὲν ἐνταῦθα κολασθῇ, ὁ δὲ μὴ κολασθῇ, μακαριώτερός ἐστιν ὁ κολασθεὶς τοῦ μὴ κολασθέντος· οὕτω δὴ καὶ δικαίων ἐνταῦθα ὄντων δύο, ἂν ὁ μὲν πλείους, ὁ δὲ ἐλάττους ὑπομείνῃ τὰς θλίψεις, μακαριώτερος ὁ τὰς πλείους ὑπομένων ἐστὶν, ἐπειδὴ ἑκάστῳ ἀποδώσει κατὰ τὰ ἔργα αὐτοῦ.

Τί οὖν; οὐκ ἔστι τις καὶ ἐνταῦθα, φησὶ, καὶ ἐκεῖ ἀνέσεως ἀπολαύων; Ἀμήχανον τοῦτό ἐστιν, ἄνθρωπε, καὶ τῶν ἀδυνάτων ἕν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸν ἐνταῦθα ῥᾳθυμίας καὶ ἀδείας ἀπολαύοντα, καὶ τρυφῶντα συνεχῶς ἐν πᾶσι, καὶ τὸν εἰκῆ καὶ ἁπλῶς ζῶντα βίον, τιμῆς ἀπολαῦσαι ἐκεῖ. Κἂν γὰρ πενία μὴ ἐνοχλῇ, ἀλλ᾽ ἐπιθυμία ἐνοχλεῖ, καὶ διὰ ταύτης κατέχεται, καὶ οὐ μικρὸς ἐν τούτῳ ὁ πόνος· κἂν νόσος μὴ ἐπηρεάζῃ, ἀλλὰ θυμὸς ἐκκαίει, καὶ οὐχ ἡ τυχοῦσα ὀδύνη περιγενέσθαι ὀργῆς· κἂν πειρασμοὶ μὴ ἐπενεχθῶσιν, ἀλλὰ λογισμοὶ πονηροὶ συνεχῶς ἐπανίστανται.

Οὐκ ἔστι δὲ τὸ τυχὸν χαλινῶσαι ἐπιθυμίαν ἄτοπον, παῦσαι κενοδοξίαν, καταστεῖλαι ἀπόνοιαν, τρυφῆς ἀποστῆναι, ἐν σκληραγωγίᾳ διάγειν· τὸν γὰρ μὴ ταῦτα καὶ τὰ τοιαῦτα ποιοῦντα ἀμήχανον σωθῆναί ποτε. Καὶ ὅτι οἱ τρυφῶντες οὐ σώζονται, ἄκουσον τί φησιν ὁ Παῦλος περὶ γυναικὸς χήρας· Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν. Εἰ δὲ περὶ γυναικὸς τοῦτο εἴρηται, πολλῷ μᾶλλον περὶ ἀνδρός. Καὶ ὅτι οὐκ ἔστι τινὰ ἄνετον ζῶντα βίον ἐπιτυχεῖν τῶν οὐρανῶν, καὶ ὁ Χριστὸς τοῦτο αὐτὸ δῆλον ἐποίησεν, οὕτως εἰπών· Στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.

Πῶς οὖν λέγει, φησὶν, Ὁ ζυγός μου χρηστός ἐστι, καὶ τὸ φορτίον μου ἐλαφρόν; Εἰ γὰρ στενὴ ἡ ὁδὸς καὶ τεθλιμμένη, πῶς πάλιν αὐτὴν ἐλαφρὰν καὶ κούφην καλεῖ; Τὸ μὲν διὰ τὴν φύσιν τῶν πειρασμῶν, τὸ δὲ διὰ τὴν προαίρεσιν τῶν μετιόντων.

Ἔστι γάρ τι καὶ τὸ ἀφόρητον τῇ φύσει γενέσθαι κοῦφον, ὅταν μετὰ προθυμίας αὐτὸ δεχώμεθα· ὥσπερ οὖν καὶ οἱ ἀπόστολοι μαστιγωθέντες ὑπέστρεφον χαίροντες ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἀτιμασθῆναι· καίτοι ἡ φύσις τῶν βασάνων θλῖψιν εἴωθεν ἐμποιεῖν καὶ ὀδύνην, ἀλλ᾽ ἡ προαίρεσις τῶν μαστιγωθέντων καὶ τὴν φύσιν τῶν πραγμάτων ἐνίκησε. Διὰ τοῦτο καὶ ὁ Παῦλός φησι· Πάντες δὲ οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται. Ὥστε κἂν ἄνθρωπος μὴ διώκῃ, ἀλλ᾽ ὁ διάβολος πολεμεῖ· καὶ πολλῆς ἡμῖν δεῖ τῆς φιλοσοφίας καὶ μεγάλης τῆς καρτερίας, ἵνα ἐν ταῖς εὐχαῖς νήφωμεν καὶ ἀγρυπνῶμεν, ἵνα τῶν ἀλλοτρίων μὴ ἐπιθυμῶμεν, ἵνα τὰ ὄντα πρὸς τοὺς δεομένους διανεμώμεθα, ἵνα πάσῃ τρυφῇ στένειν καὶ οἰμώζειν εἴπωμεν, καὶ τῇ διὰ τῶν ἱματίων, καὶ τῇ διὰ τῆς τραπέζης, ἵνα πλεονεξίαν φύγωμεν, ἵνα μέθην, ἵνα λοιδορίαν, ἵνα γλώττης κρατῶμεν, ἵνα μηδὲ βοῶμεν ἀτάκτως (Πᾶσα γὰρ πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ᾽ ὑμῶν), ἵνα μὴ αἰσχρολογῶμεν, ἵνα μὴ ἀστεῖα λέγωμεν.