Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Λάζαρον

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλία Ε΄: Η χριστιανική θεώρηση του θανάτου και η αποφυγή του υπερβολικού πένθους

Έναρξη του πέμπτου λόγου με ερμηνεία των αποστολικών ρήσεων. Ο θάνατος προσεγγίζεται ως κοίμηση εν αναμονή της αναστάσεως, και ελέγχονται οι απρεπείς θρήνοι και η απελπισία κατά τις κηδείες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 10 από 16

ΕΙΣ ΤΟ ΡΗΤΟΝ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ἵνα μὴ λυπῆσθε· καὶ εἰς τὸν Ἰὼβ καὶ τὸν Ἀβραάμ. αʹ. Ἡμέρας τέσσαρας ἀνηλώσαμεν τὴν κατὰ τὸν Λάζαρον παραβολὴν ὑμῖν ἐξηγούμενοι, τὸν θησαυρὸν ἐξαντλοῦντες, ὃν εὑρήκαμεν ἐν ἡλκωμένῳ κείμενον σώματι· θησαυρὸν οὐχὶ χρυσίον καὶ ἀργύριον καὶ λίθους ἔχοντα πολυτελεῖς, ἀλλὰ φιλοσοφίαν, καὶ ἀνδρείαν, καὶ ὑπομονὴν, καὶ καρτερίαν πολλήν. Καθάπερ γὰρ ἐπὶ τῶν αἰσθητῶν θησαυρῶν τούτων συμβαίνει, τὴν μὲν ἐπιφάνειαν ἀκάνθας ἔχειν καὶ τριβόλους ἁπλῶς καὶ γῆν τραχυτέραν, εἰ δέ τις κάτω διασκάψειε, πολὺς ὁ πλοῦτος φαίνεται· οὕτω δὴ καὶ ἐπὶ τοῦ Λαζάρου συνέβαινεν· ἄνωθεν τραύματα, καὶ κάτωθεν πλοῦτος ἄφατος· παρειμένον τὸ σῶμα, ἀλλὰ γενναία καὶ ἐγρηγορυῖα ψυχὴ, καὶ τὸ ἀποστολικὸν ἦν ἰδεῖν ἐκεῖνο πληρούμενον ἐπὶ τούτου· Ὅσον ὁ ἔξω ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἐντὸς ἀνακαινοῦται.

Καὶ ἐνῆν μὲν καὶ τήμερον εἰς τὴν αὐτὴν παραβολὴν εἰπεῖν, καὶ πρὸς τοὺς αἱρετικοὺς μαχήσασθαι τοὺς τὴν Παλαιὰν διαβάλλοντας, τοὺς τῶν πατριαρχῶν κατηγοροῦντας, τοὺς κατὰ τοῦ δημιουργοῦ τῶν ὅλων Θεοῦ τὴν γλῶτταν ἠκονηκότας· ἀλλ᾽ ἵνα μὴ προσκορὴς ὑμῖν ὁ λόγος γένηται, τούτους εἰς ἕτερον ταμιευσάμενοι καιρὸν τοὺς ἀγῶνας, φέρε, πρὸς ἄλλην ὑπόθεσιν τὸν λόγον ἀγάγωμεν· ἐπεὶ καὶ τράπεζα μονοειδὴς μὲν οὖσα κόρον ἐντίθησιν, αἱ δὲ ποικίλαι τῇ συνεχείᾳ διεγείρουσι τὴν ὄρεξιν. Ἵν᾽ οὖν καὶ ἐπὶ τῆς ἀκροάσεως τοῦτο γένηται, πρὸς τὸν μακάριον Παῦλον διὰ μακροῦ τοῦ χρόνου τήμερον ἐπανέλθωμεν· καὶ γὰρ εἰς εὔκαιρον ἡμῖν τήμερον τὸ χωρίον ἀνεγνώσθη τὸ ἀποστολικὸν, καὶ συνῳδὰ ἔσται τοῖς πρώην λεχθεῖσι τὰ ῥηθησόμενα. Ἠκούσατε τοίνυν τοῦ Παύλου σήμερον βοῶντος καὶ λέγοντος· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα.

Ἐκείνη εὐαγγελικὴ νευρὰ ἡ τοῦ Λαζάρου, οὗτος ἀποστολικὸς ὁ φθόγγος, ἀλλὰ μία ἡ συμφωνία. Καὶ γὰρ καὶ ἐν ἐκείνῃ τῇ παραβολῇ πολλὰ περὶ ἀναστάσεως καὶ τῶν ἐκεῖ δικαστηρίων ἐφιλοσοφήσαμεν, καὶ νῦν εἰς τὴν αὐτὴν ἡμᾶς ὑπόθεσιν ὁ λόγος ἤγαγε πάλιν.

Ὥστε εἰ καὶ ἀποστολικὸν ἀνορύττομεν χωρίον, ἀλλὰ τὸν αὐτὸν καὶ ἐνταῦθα θησαυρὸν εὑρήσομεν. Καὶ γὰρ καὶ τότε ὁ λόγος ἡμῖν ἅπας τοῦτο παιδεῦσαι τοὺς ἀκροατὰς ἔσπευδε, μηδὲν τοῦ παρόντος βίου τὰ λαμπρὰ νομίζειν εἶναι πράγματα, ἀλλὰ περαιτέρω προϊέναι ταῖς ἐλπίσι, καὶ τὰς ἐκεῖ ψήφους καθ᾽ ἑκάστην ἐννοεῖν τὴν ἡμέραν, καὶ τὸ φοβερὸν κριτήριον, καὶ τὸν ἀπαραλόγιστον δικαστήν. Ταῦτα καὶ ὁ Παῦλος διὰ τῶν ἀνεγνωσμένων ἡμῖν συμβουλεύει τήμερον. Ἀλλὰ προσέχετε· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα.

Εἰ γὰρ πιστεύομεν, ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Τοῦτο πρῶτον ἄξιον ἐπιστήσαντας ἐξετάσαι, τί δήποτε, ὅταν μὲν περὶ τοῦ Χριστοῦ διαλέγηται, θάνατον καλεῖ τὸν ἐκείνου θάνατον· ὅταν δὲ περὶ τῆς ἡμετέρας τελευτῆς, κοίμησιν αὐτὴν καὶ οὐ θάνατον ὀνομάζει. Οὐ γὰρ εἶπε, Περὶ δὲ τῶν ἀποθανόντων, ἀλλὰ τί; Περὶ δὲ τῶν κεκοιμημένων. Καὶ πάλιν· Οὕτως ὁ Θεὸς καὶ τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ· καὶ οὐκ εἶπε, Τοὺς ἀποθανόντας.

Καὶ πάλιν· Ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Καὶ οὐδὲ ἐνταῦθα εἶπε τοὺς ἀποθανόντας, ἀλλὰ τρίτον μνημονεύσας, τὸ τρίτον κοίμησιν τὸν θάνατον αὐτῶν ὠνόμασε. Περὶ δὲ τοῦ Χριστοῦ οὐχ οὕτως, ἀλλὰ πῶς; Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε. Καὶ οὐκ εἶπεν, Ἐκοιμήθη, ἀλλὰ, Ἀπέθανε. Τίνος οὖν ἕνεκεν τὸν μὲν τοῦ Χριστοῦ θάνατον ἐκάλεσε, τὸν δὲ ἡμέτερον κοίμησιν; Οὐ γὰρ ἁπλῶς, οὐδὲ παρέργως ταύτῃ κέχρηται τῶν λέξεων τῇ παρατηρήσει, ἀλλὰ σοφόν τι καὶ μέγα κατασκευάζων.

Ἐπὶ μὲν γὰρ τοῦ Χριστοῦ θάνατον ἐκάλεσεν, ἵνα τὸ πάθος πιστώσηται· ἐπὶ δὲ ἡμῶν κοίμησιν ἐκάλεσεν, ἵνα τὴν ὀδύνην παραμυθήσηται. Ἔνθα μὲν γὰρ προεχώρησεν ἡ ἀνάστασις, θαῤῥῶν καλεῖ θάνατον· ἔνθα δὲ ἐν ἐλπίσιν ἐστὶ τὸ πρᾶγμα, κοίμησιν καλεῖ, καὶ δι᾽ αὐτῆς παραμυθούμενος τῆς προσηγορίας ἡμᾶς, καὶ χρηστὰς ὑποτείνων ἐλπίδας. Ὁ γὰρ κοιμώμενος ἀναστήσεται πάντως, καὶ οὐδὲν ἕτερόν ἐστι θάνατος, ἀλλ᾽ ἢ ὕπνος μακρός. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι οὔτε ἀκούει, οὔτε φθέγγεται, οὔτε ὁρᾷ, οὔτε αἰσθάνεται ὁ τετελευτηκώς· οὐδὲ γὰρ ὁ καθεύδων. Εἰ δὲ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, τοῦ μὲν καθεύδοντος καὶ ἡ ψυχή πως καθεύδει· τοῦ δὲ τελευτήσαντος οὐχ οὕτως, ἀλλ᾽ ἐγρήγορεν. Ἀλλ᾽ ὁ τελευτήσας σήπεται καὶ διαφθείρεται, φησὶ, καὶ κόνις γίνεται καὶ τέφρα. Καὶ τί τοῦτο, ἀγαπητέ; δι᾽ αὐτὸ μὲν οὖν τοῦτο μάλιστα χαίρειν δεῖ. Καὶ γὰρ οἰκίαν τις μέλλων οἰκοδομεῖν σαθρωθεῖσαν καὶ παλαιὰν γενομένην, ἐκβαλὼν πρῶτον τοὺς οἰκοῦντας, οὕτω καταλύει τὴν οἰκίαν, καὶ ἀνοικοδομεῖ λαμπροτέραν.

Καὶ τοὺς ἐκβληθέντας οὐ λυπεῖ τὸ γινόμενον, ἀλλὰ καὶ εὐφραίνει πλέον· οὐ γὰρ τῇ καθαιρέσει προσέχουσι τῇ βλεπομένῃ, ἀλλὰ τὴν μέλλουσαν οἰκοδομὴν φαντάζονται τὴν οὐ βλεπομένην. Οὕτω δὴ καὶ ὁ Θεὸς ποιεῖν μέλλων καταλύει ἡμῶν τὸ σῶμα, καὶ τὴν ἐνοικοῦσαν ἐν αὐτῷ ψυχὴν ἐξάγει πρότερον, καθάπερ ἐξ οἰκίας τινὸς, ἵνα λαμπροτέραν αὐτὴν οἰκοδομήσας, μετὰ πλείονος αὐτὴν δόξης εἰσαγάγῃ πάλιν. Μὴ τοίνυν τῇ καθαιρέσει προσέχωμεν, ἀλλὰ τῇ μελλούσῃ λαμπρότητι.

βʹ. Πάλιν ἀνδριάντα τις ἔχων ἰῷ καὶ χρόνῳ διεφθαρμένον, καὶ πολλὰ τῶν μερῶν ἀποτεθλασμένον, συντρίψας αὐτὸν εἰς χωνευτήριον ἐμβάλλει, καὶ τήξας αὐτὸν ἀκριβῶς, οὕτω λαμπρότερον ἀποδίδωσιν. Ὥσπερ οὖν ἡ ἐν τῷ χωνευτηρίῳ συντριβὴ οὐκ ἀφανισμὸς, ἀλλὰ ἀνακαινισμός τίς ἐστι τοῦ ἀνδριάντος ἐκείνου· οὕτω καὶ τῶν ἡμετέρων σωμάτων ὁ θάνατος οὐκ ἀπώλειά τίς ἐστιν, ἀλλὰ ἀνανέωσις. Ὅταν τοίνυν ἴδῃς, καθάπερ ἐν χωνευτηρίῳ, καταῤῥέουσαν ἡμῶν τὴν σάρκα καὶ σηπομένην, μὴ στῇς μέχρι τῆς ὄψεως ταύτης, ἀλλὰ τὴν ἀναχώνευσιν ἀνάμενε· καὶ μηδὲ τῷ μέτρῳ τοῦ παραδείγματος ἀρκεσθῇς τούτῳ, ἀλλ᾽ ἐπὶ τὸ πρότερον πρόελθε τῷ λόγῳ. Ὁ μὲν γὰρ ἀνδριαντοποιὸς χαλκοῦν ἐμβαλὼν σῶμα, οὐ χρυσοῦν καὶ ἀθάνατόν σοι ἀποδίδωσι τὸν ἀνδριάντα, ἀλλὰ χαλκοῦν ἐργάζεται πάλιν· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ πήλινον καὶ θνητὸν ἐμβαλὼν σῶμα, χρυσοῦν καὶ ἀθάνατον ἀποδίδωσί σοι τὸν ἀνδριάντα· φθαρτὸν γὰρ ἡ γῆ δεξαμένη τὸ σῶμα καὶ ἐπίκηρον, ἄφθαρτον καὶ ἀκήρατον ἀποδίδωσι τὸ αὐτό. Μὴ τοίνυν ἴδῃς ἐκεῖνον τὸν μεμυκότα τοὺς ὀφθαλμοὺς, τὸν ἄφωνον κείμενον, ἀλλὰ τὸν ἀνιστάμενον, τὸν ἀπολαμβάνοντα δόξαν ἄῤῥητον καὶ φρικώδη καὶ θαυμαστὴν, καὶ ἀπὸ τῆς παρούσης ὄψεως πρὸς τὴν μέλλουσαν ἐλπίδα μετάγαγε τοὺς λογισμούς. Ἀλλὰ συνήθειαν ἐπιζητεῖς, καὶ διὰ τοῦτο ὀδύρῃ καὶ θρηνεῖς;

Καὶ πῶς οὐκ ἄτοπον, εἰ μὲν νυμφίῳ τὸ θυγάτριον δοίης, εἶτα λαβὼν εἰς μακρὰν ἐκεῖνος ἀπέλθοι χώραν, καὶ καλῶς πράττων διατελοίη, μηδὲν ἡγεῖσθαι δεινὸν τὸ γεγενημένον, τῇ τῆς εὐπραγίας φήμῃ παραμυθεῖσθαι τῆς ἀποδημίας τὴν ἀθυμίαν· ἐνταῦθα δὲ οὐκ ἀνθρώπου, οὐδὲ συνδούλου τινὸς, ἀλλ᾽ αὐτοῦ τοῦ Δεσπότου λαβόντος τὸν προσήκοντα, ἀλγεῖν καὶ ὀδύρεσθαι;

Καὶ πῶς οἷόν τε, φησὶ, μὴ ἀλγεῖν ἄνθρωπον ὄντα; Οὐδὲ ἐγὼ τοῦτο λέγω· οὐδὲ τὴν ἀθυμίαν, ἀλλὰ τὴν ἐπίτασιν τῆς ἀθυμίας ἀναιρῶ· τὸ μὲν γὰρ ἀθυμεῖν τῆς φύσεως, τὸ δὲ πέρα τοῦ μέτρου τοῦτο ποιεῖν μανίας καὶ παραφροσύνης καὶ γυναικώδους ψυχῆς.

Ἄλγησον, δάκρυσον, ἀλλὰ μὴ ἀποδυσπετήσῃς, μὴ δυσχεράνῃς, μὴ ἀγανακτήσῃς· εὐχαρίστησον τῷ λαμβάνοντι, ἵνα κοσμήσῃς τὸν ἀπελθόντα, καὶ λαμπρὰ ταῦτα αὐτῷ συμπέμψῃ ἐντάφια. Ἂν μὲν γὰρ δυσχεράνῃς, κἀκεῖνον καθύβρισας, καὶ τὸν λαβόντα παρώξυνας, καὶ σαυτὸν κατέβλαψας· ἂν δὲ εὐχαριστήσῃς, κἀκεῖνον ἐκόσμησας, καὶ τὸν λαβόντα ἐδόξασας, καὶ σαυτὸν ὠφέλησας. Δάκρυσον ὡς ὁ Δεσπότης σου ἐδάκρυσε τὸν Λάζαρον, μέτρα τιθεὶς ἡμῖν καὶ κανόνας καὶ ὅρους ἀθυμίας, οὓς ὑπερβαίνειν οὐ δεῖ. Οὕτω καὶ Παῦλος εἶπε· Περὶ δὲ τῶν κεκοιμημένων, φησὶν, οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Λυποῦ, φησὶν, ἀλλὰ μὴ ὡς Ἕλλην ὁ ἀπογινώσκων ἀναστάσεως, ὁ ἀπελπίζων τὴν μέλλουσαν ζωήν.

Αἰσχύνομαι, πιστεύσατε, καὶ ἐρυθριῶ, διὰ τῆς ἀγορᾶς χοροὺς γυναικῶν ὁρῶν ἀσχημονοῦντας, τρίχας τιλλομένας, βραχίονας τεμνομένας, παρειὰς σπαραττομένας, ὑπὸ τοῖς ὀφθαλμοῖς τῶν Ἑλλήνων ταῦτα γινόμενα. Τί γὰρ οὐκ ἐροῦσιν ἐκεῖνοι; τί δὲ οὐ φθέγξονται περὶ ἡμῶν; Οὗτοί εἰσιν οἱ περὶ ἀναστάσεως φιλοσοφοῦντες; Πάνυ γε. Οὐ γὰρ συμβαίνει τοῖς δόγμασι τὰ γινόμενα· ἐν ῥήμασι τὰ περὶ ἀναστάσεως φιλοσοφοῦσι, καὶ ἐν τοῖς πράγμασι τὰ τῶν ἀπεγνωκότων ποιοῦσιν· εἰ ἐθάῤῥουν οὗτοι, ὅτι ἀνάστασίς ἐστιν, οὐκ ἂν ταῦτα ἐποίησαν· εἰ πεπεικότες ἦσαν ἑαυτοὺς, ὅτι πρὸς βελτίονα λῆξιν ἀπῆλθεν οὗτος, οὐκ ἂν ἐθρήνησαν. Ταῦτα καὶ πλείονα τούτων λέγουσιν οἱ ἄπιστοι τῶν θρήνων ἐκείνων ἀκούοντες.

Αἰσχυνώμεθα τοίνυν, καὶ σοφρωνῶμεν, καὶ μὴ τοσαύτην καὶ ἑαυτοῖς καὶ τοῖς ὁρῶσι προξενῶμεν τὴν βλάβην. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, δακρύεις οὕτω τὸν ἀπελθόντα; ὅτι πονηρὸς ἦν; Οὐκοῦν διὰ τοῦτο εὐχαριστεῖν δεῖ, ὅτι ἐνεκόπη τὰ τῆς κακίας αὐτῷ. Ἀλλὰ χρηστὸς καὶ ἐπιεικής; Καὶ διὰ τοῦτο χαίρειν δεῖ, ὅτι ταχέως ἡρπάγη, πρὶν ἢ τῇ κακίᾳ ἀλλάξῃ σύνεσιν, καὶ ἀπῆλθεν εἰς χωρίον ἔνθα ἐπ᾽ ἀσφαλείας λοιπὸν ἕστηκε, καὶ μεταβολὴν οὐκ ἔστιν ὑποπτεῦσαί τινα. Ἀλλὰ νέος ἦν; Καὶ διὰ τοῦτο δόξασον τὸν λαβόντα, ὅτι ταχέως αὐτὸν πρὸς τὴν βελτίονα λῆξιν ἐκάλεσεν. Ἀλλὰ γεγηρακώς; Καὶ διὰ τοῦτο εὐχαρίστησον, καὶ τὸν λαβόντα δόξασον πάλιν.

Αἰσχύνθητι τὸ σχῆμα τῆς ἐκφορᾶς· ψαλμῳδίαι, καὶ εὐχαὶ, καὶ πατέρων σύλλογος, καὶ πλῆθος ἀδελφῶν τοσοῦτον, οὐχ ἵνα κλαίῃς καὶ ὀδύρῃ καὶ ἀποδυσπετῇς, ἀλλ᾽ ἵνα εὐχαριστῇς τῷ λαβόντι. Καθάπερ γὰρ τοὺς ἐπ᾽ ἀρχὴν καλουμένους πολλοὶ προπέμπουσι ταῖς εὐφημίαις, οὕτω καὶ τῶν ἁγίων τοὺς ἀπιόντας, ἅτε ἐπὶ μείζονα κληθέντας τιμὴν, μετὰ πολλῆς ἅπαντες προπέμπουσι τῆς εὐφημίας.

Ἀνάπαυσίς ἐστιν ὁ θάνατος, ἱδρώτων καὶ φροντίδων βιοτικῶν ἀπαλλαγή. Ὅταν οὖν ἴδῃς τινὰ τῶν προσηκόντων ἀπελθόντα ἐντεῦθεν, μὴ δυσχεράνῃς, ἀλλὰ κατανύγηθι, πρὸς σεαυτὸν ἐπάνελθε, τὸ συνειδὸς ἐξέτασον, σκόπησον ὅτι καὶ σὲ μικρὸν ὕστερον τοῦτο μένει τὸ τέλος. Γενοῦ σωφρονέστερος καὶ δέξαι φόβον ἀπὸ τῆς ἑτέρου τελευτῆς, καὶ ῥᾳθυμίαν περίκοψον ἅπασαν, ἀναλόγισαι τὰ πεπραγμένα, διόρθωσον τὰ ἡμαρτημένα, ἀρίστην ποίησον μεταβολήν.

Τούτῳ διεστήκαμεν τῶν ἀπίστων, τῷ κρίσεις ἑτέρας περὶ τῶν πραγμάτων ἔχειν. Ὁρᾷ τὸν οὐρανὸν ὁ ἄπιστος, καὶ προσκυνεῖ· θεὸν γὰρ εἶναι νομίζει· ὁρᾷ τὴν γῆν, καὶ θεραπεύει, καὶ πρὸς τὰ αἰσθητὰ κέχηνεν. Ἀλλ᾽ ἡμεῖς οὐχ οὕτως· ἀλλ᾽ ὁρῶμεν τὸν οὐρανὸν, καὶ τὸν πεποιηκότα αὐτὸν θαυμάζομεν· οὐ γὰρ θεὸν αὐτὸν, ἀλλ᾽ ἔργον εἶναι Θεοῦ πεπιστεύκαμεν. Ὁρῶ τὴν κτίσιν ἅπασαν, καὶ δι᾽ αὐτῆς χειραγωγοῦμαι πρὸς τὸν δημιουργόν. Ὁρᾷ πλοῦτον ἐκεῖνος, καὶ κέχηνε καὶ ἐκπέπληκται· ὁρῶ πλοῦτον ἐγὼ, καὶ καταγελῶ. Ὁρᾷ πενίαν ἐκεῖνος, καὶ ὀδύρεται· ὁρῶ πενίαν ἐγὼ, καὶ ἀγάλλομαι. Ἑτέρως ἐγὼ βλέπω τὰ πράγματα, καὶ ἑτέρως ἐκεῖνος.

Οὕτω καὶ ἐπὶ τοῦ θανάτου ποιοῦμεν· ὁρᾷ νεκρὸν ἐκεῖνος, καὶ νομίζει νεκρὸν εἶναι· ὁρῶ νεκρὸν ἐγὼ, καὶ ὕπνον ἀντὶ θανάτου βλέπω. Καὶ καθάπερ ἐπὶ τῶν γραμμάτων τοῖς μὲν αὐτοῖς ὁρῶμεν αὐτὰ ὀφθαλμοῖς οἵ τε εἰδότες, οἵ τε ἀγνοοῦντες τὰ γράμματα, οὐ τῇ αὐτῇ δὲ διανοίᾳ, ἀλλ᾽ οἱ μὲν οὐκ εἰδότες γράμματα, ἁπλῶς εἶναι νομίζουσι τὰ βλεπόμενα, οἱ δὲ ἐπιστάμενοι μετὰ πολλῆς τέχνης τὸν ἐναποκείμενον νοῦν ἀναλέγονται· οὕτω δὴ καὶ ἐπὶ τῶν πραγμάτων τοῖς μὲν αὐτοῖς ὀφθαλμοῖς ὁρῶμεν τὰ συμβαίνοντα, οὐ τῇ αὐτῇ δὲ διανοίᾳ καὶ γνώμῃ. Οἱ τοίνυν ἐπὶ τῶν ἄλλων ἁπάντων διεστηκότες αὐτῶν, ἐν ταῖς περὶ τοῦ θανάτου συμπέσωμεν ψήφοις, γʹ. Ἐννόησον πρὸς τίνα ἀπῆλθε, καὶ λαβὲ παραμυθίαν· ἔνθα Παῦλός ἐστιν, ἔνθα Πέτρος, ἔνθα τῶν ἁγίων ὁ χορὸς ἅπας· ἐννόησον πῶς ἀναστήσεται, μεθ᾽ ὅσης δόξης καὶ λαμπρότητος· ἐννόησον ὅτι πενθῶν καὶ ὀδυρόμενος οὔτε τὸ γεγενημένον δυνήσῃ διορθώσασθαι τοῖς ὀδυρμοῖς, καὶ σαυτὸν καταβλάψεις τὰ ἔσχατα· ἐννόησον τίνας μιμῇ τοῦτο ποιῶν, καὶ φεῦγε τὴν κοινωνίαν τῆς ἁμαρτίας. Τίνας οὖν μιμῇ καὶ ζηλοῖς;

Τοὺς ἀπίστους, τοὺς οὐκ ἔχοντας ἐλπίδα, καθάπερ καὶ ὁ Παῦλος εἶπεν· Ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Καὶ πρόσεχε τῇ τοῦ ῥήματος ἀκριβείᾳ· οὐ γὰρ εἶπεν, Οἱ μὴ ἔχοντες ἐλπίδα ἀναστάσεως, ἀλλ᾽ ἁπλῶς, Οἱ μὴ ἔχοντες ἐλπίδα. Ὁ γὰρ ἐλπίδα τῆς ἐκεῖ κρίσεως μὴ ἔχων, οὐδεμίαν ἐλπίδα ἔχει, οὐδ᾽ ὅτι Θεός ἐστιν οἶδεν, οὐδ᾽ ὅτι προνοεῖται τῶν παρόντων πραγμάτων, οὐδ᾽ ὅτι τὰ πάντα θεία τις ἐφορᾷ δίκη. Ὁ ταῦτα δὲ οὐκ εἰδὼς οὐδὲ νομίζων, θηρίου παντός ἐστιν ἀλογώτερος, καὶ νόμους καὶ δικαστήρια καὶ θεσμοὺς καὶ πάντα ἁπλῶς τὰ ἀγαθὰ ἀπὸ τῆς οἰκείας ἐξορίσας ψυχῆς· ὁ γὰρ μὴ προσδοκῶν εὐθύνας ὑφέξειν τῶν πεπραγμένων, πάσης μὲν ἀρετῆς ἀφέξεται, πάσης δὲ κακίας ἀνθέξεται.

Ταῦτ᾽ οὖν ἐννοήσαντες, καὶ τὴν ἄνοιαν καὶ τὴν παραπληξίαν τῶν Ἑλλήνων, οἷς κοινωνοῦμεν διὰ τῶν θρήνων, λογισάμενοι, φεύγωμεν τὴν πρὸς αὐτοὺς συμφωνίαν. Διὰ γὰρ τοῦτο καὶ Παῦλος αὐτῶν ἀνεμνήσθη, ἵνα τὴν ἀτιμίαν ἐννοήσας πρὸς ἣν καταπίπτεις, ἐκ τῆς πρὸς ἐκείνους συμφωνίας ἀνανήψῃς, καὶ πρὸς τὴν οἰκείαν εὐγένειαν ἐπανέλθῃς. Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ πολλαχοῦ τοῦτο ποιεῖ καὶ συνεχῶς ὁ μακάριος Παῦλος. Ὅταν γὰρ ἀπαγαγεῖν τῶν ἁμαρτημάτων βούληται, δείκνυσι τίσι κοινωνοῦμεν διὰ τῶν ἁμαρτημάτων, ἵνα τῇ ποιότητι τοῦ προσώπου δηχθεὶς, τὴν κοινωνίαν φύγῃς. Θεσσαλονικεῦσι γοῦν γράφων, οὕτως ἔλεγεν· Ἕκαστος τὸ ἑαυτοῦ σῶμα κτᾶσθε ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἀτιμίας, καθάπερ ἔθνη τὰ μὴ εἰδότα Θεόν. Καὶ πάλιν· Μὴ καθὼς τὰ λοιπὰ ἔθνη περιπατεῖτε ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν. Οὕτω δὴ καὶ ἐνταῦθα· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Οὐ γὰρ ἡ φύσις τῶν πραγμάτων, ἀλλ᾽ ἡ προαίρεσις ἡ ἡμετέρα λυπεῖν ἡμᾶς εἴωθεν· οὐχ ὁ θάνατος τοῦ ἀπελθόντος, ἀλλ᾽ ἡ ἀσθένεια τῶν θρηνούντων. Τὸν γοῦν πιστὸν οὐδὲν τῶν παρόντων λυπῆσαι δυνήσεται, ἀλλὰ πρὸ τῶν μελλόντων ἀγαθῶν καὶ ἐν τῷ παρόντι διέστηκε τῶν ἀπίστων, οὐ μικρὰ ἀπολαμβάνων ἐκ τῆς κατὰ Χριστὸν φιλοσοφίας ἀγαθὰ, καὶ μεγίστην ἐκ τούτου καρπούμενος εὐθυμίαν καὶ διηνεκῆ χαράν.

Διὸ καὶ ὁ Παῦλός φησι· Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε. Ὥστε καὶ πρὸ τῆς ἀναστάσεως οὐ μικρὰν ταύτην ἐλάβομεν ἀμοιβὴν, τῷ μὴ καταπίπτειν ἐπὶ μηδενὶ τῶν συμπιπτόντων δεινῶν, ἀλλὰ τῇ τῶν μελλόντων ἐλπίδι παραμυθίας ἀπολαύειν πολλῆς. Ὥσπερ οὖν ἑκατέρωθεν ἡμεῖς κερδαίνομεν, οὕτως ὁ ἄπιστος ἑκατέρωθεν καταβλάπτεται, καὶ τῷ κολάζεσθαι ὕστερον διὰ τὴν τῆς ἀναστάσεως ἀπιστίαν, καὶ τῷ καταπίπτειν ἐπὶ τοῖς παροῦσι πράγμασι, διὰ τὸ μηδὲν προσδοκᾷν μετὰ ταῦτα χρηστόν. Οὐ τοίνυν διὰ τὴν ἀνάστασιν μόνον ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ, ἀλλὰ καὶ διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως, ἣ καὶ τὴν ὀδυνωμένην δύναται παραμυθήσασθαι ψυχὴν, καὶ πεῖσαι περὶ τῶν ἀπελθόντων θαῤῥεῖν, ὡς ἀναστησομένων πάλιν καὶ συνεσομένων ἡμῖν. Εἰ γὰρ ἀλγεῖν χρὴ καὶ πενθεῖν, τοὺς ἐν ἁμαρτίαις ζῶντας πενθεῖν δεῖ καὶ ὀδύρεσθαι, οὐ τοὺς ἀπελθόντας μετ᾽ ἀρετῆς. Οὕτω καὶ Παῦλος ποιεῖ· Κορινθίοις γὰρ ἐπιστέλλων φησί· Μή πως ἐλθόντα με πρὸς ὑμᾶς ταπεινώσῃ ὁ Θεὸς, καὶ πενθήσω πολλούς. Οὐκ εἶπε τῶν ἀποθανόντων, ἀλλὰ τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀσελγείᾳ καὶ ἀκαθαρσίᾳ ᾗ ἔπραξαν· τούτους δεῖ πενθεῖν. Οὕτω καὶ ἄλλος παραινεῖ λέγων· Κλαῦσον ἐπὶ νεκρῷ, ἐξέλιπε γὰρ φῶς· καὶ ἐπὶ μωρῷ κλαῦσον, ἐξέλιπε γὰρ σύνεσις. Ὀλίγον κλαῦσον ἐπὶ νεκρῷ, ὅτι ἀναπέπαυται, τοῦ δὲ μωροῦ ὑπὲρ τὸν θάνατον ἡ ζωὴ πονηρά.

Εἰ δὲ ὁ συνέσεως ἀπεστερημένος διαπαντὸς ἄξιος ἂν εἴη θρηνεῖσθαι, πολλῷ μᾶλλον ὁ δικαιοσύνης ἔρημος, καὶ τῆς κατὰ Θεὸν ἐλπίδος ἐκπεπτωκώς. Τούτους οὖν πενθῶμεν ἡμεῖς· τοῦτο μὲν γὰρ ἔχει κέρδος τὸ πένθος. Πολλάκις γοῦν τοὺς τοιούτους θρηνοῦντες διωρθωσάμεθα.

Τὸ δὲ ἐπὶ τοῖς ἀπελθοῦσιν, ἀνόνητον ὁμοῦ καὶ βλαβερόν. Μὴ τοίνυν ἀντιστρέψωμεν τὴν τάξιν, ἀλλ᾽ ἁμαρτίαν θρηνῶμεν μόνον· τὰ δὲ ἄλλα πάντα, κἂν πενία, κἂν νόσος, κἂν θάνατος ἄωρος, κἂν ἐπήρεια, κἂν συκοφαντία, κἂν ὁτιοῦν προσπίπτῃ τῶν ἀνθρωπίνων κακῶν, πάντα γενναίως φέρωμεν. Ὑπόθεσις γὰρ ἡμῖν τὰ δεινὰ ταῦτα στεφάνων εἰσὶ πλειόνων, ἂν νήφωμεν.