Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Λάζαρον

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλία Α΄: Το καθήκον του κήρυκα και η αδιάκοπη νουθεσία των πιστών

Εισαγωγή στον πρώτο λόγο. Ανάπτυξη της ευθύνης του διδασκάλου να νουθετεί το ποίμνιο, ανεξαρτήτως της αποδοχής του μηνύματος, και η μακροθυμία του Χριστού απέναντι στον Ιούδα ως πρότυπο επιμονής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 16

Μετὰ τὰς Καλάνδας τῇ ἑξῆς ἐν Ἀντιοχείᾳ λεχθεὶς κατὰ μεθυόντων, καὶ περὶ τῶν εἰς καπηλεῖα εἰσιόντων καὶ εἰς τὴν πόλιν χορείας τελούντων, καὶ ὅτι τὸν διδάσκαλον οὐ χρὴ ἀπογινώσκειν τῶν μαθητῶν, κἂν πρὸς τὸ παρὸν μὴ πείθωνται, καὶ εἰς τὸν πτωχὸν Λάζαρον καὶ τὸν πλούσιον. Λόγος πρῶτος. αʹ. Τὴν χθὲς ἡμέραν, ἑορτὴν οὖσαν σατανικὴν, ἐποιήσατε ὑμεῖς ἑορτὴν πνευματικὴν, μετὰ πολλῆς τῆς εὐνοίας τοὺς παρ᾽ ἡμῶν δεξάμενοι λόγους, καὶ τὸ πλέον ἐνταῦθα τῆς ἡμέρας διατρίψαντες, καὶ μέθην μεθυσθέντες σωφροσύνης γέμουσαν, καὶ μετὰ τοῦ Παύλου χορεύσαντες. Διπλοῦν τοίνυν οὕτω τὸ κέρδος ὑμῖν γέγονεν, ὅτι καὶ τῆς ἀτάκτου τῶν μεθυόντων ἀπηλλάγητε χορείας, καὶ σκιρτήματα ἐσκιρτήσατε πνευματικὰ, πολλὴν εὐταξίαν ἔχοντα· καὶ μετέσχετε κρατῆρος, οὐκ ἄκρατον ἐκχέοντος, ἀλλὰ διδασκαλίας πεπληρωμένου πνευματικῆς· καὶ αὐλὸς ἐγένεσθε καὶ κιθάρα τῷ Πνεύματι τῷ ἁγίῳ· καὶ τῶν ἄλλων τῷ διαβόλῳ χορευόντων, ὑμεῖς ὄργανα καὶ σκεύη πνευματικὰ κατασκευάσαντες ἑαυτοὺς, διὰ τῆς ἐνταῦθα διατριβῆς, ἐδώκατε τῷ Πνεύματι κροῦσαι τὰς ὑμετέρας ψυχὰς, καὶ τὴν παρ᾽ ἑαυτοῦ χάριν ἐμπνεῦσαι ταῖς ὑμετέραις καρδίαις· ὅθεν καὶ παναρμόνιον ἠχήσατε μέλος, οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ τὰς ἄνω δυνάμεις εὐφραῖνον.

Φέρε οὖν καὶ σήμερον κατὰ μέθης ὁπλίσωμεν τὴν γλῶσσαν, καὶ τὸν ὑγρὸν καὶ διαῤῥέοντα καταβάλωμεν βίον· κατηγορήσωμεν τῶν ἐν αὐτῇ διημερευόντων, οὐχ ἵνα αὐτοὺς καταισχύνωμεν, ἀλλ᾽ ἵνα αὐτοὺς αἰσχύνης ἀπαλλάξωμεν· οὐχ ἵνα αὐτοὺς ὀνειδίσωμεν, ἀλλ᾽ ἵνα αὐτοὺς διορθωσώμεθα· οὐχ ἵνα αὐτοὺς ἐκπομπεύσωμεν, ἀλλ᾽ ἵνα πομπῆς ἀσχήμονος ἀπαγάγωμεν, καὶ τῶν τοῦ διαβόλου χειρῶν ἐξαρπάσωμεν· ὁ γὰρ ἐν μέθῃ διημερεύων καὶ τρυφῇ καὶ ἀδηφαγίᾳ, ὑπ᾽ αὐτὴν τοῦ διαβόλου τὴν τυραννίδα γεγένηται. Καὶ γένοιτο μέν τι πλέον γενέσθαι ἐκ τῶν ἡμετέρων ῥημάτων· ἂν δ᾽ ἄρα τοῖς αὐτοῖς ἐπιμένωσι καὶ μετὰ τὴν παραίνεσιν, οὐδὲ οὕτως ἡμεῖς ἀποστησόμεθα τῆς πρὸς αὐτοὺς συμβουλῆς· καὶ γὰρ αἱ κρῆναι, κἂν μηδεὶς ὑδρεύηται, ῥέουσι, καὶ αἱ πηγαὶ, κἂν μηδεὶς ἀρύηται, ἀναβλύζουσι, καὶ οἱ ποταμοὶ, κἂν μηδεὶς πίνῃ, τρέχουσι. Δεῖ τοίνυν καὶ τὸν λέγοντα, κἂν μηδεὶς προσέχῃ, τὰ παρ᾽ ἑαυτοῦ πάντα πληροῦν.

Καὶ γὰρ νόμος ἡμῖν τοῖς τὴν τοῦ λόγου διακονίαν ἐγκεχειρισμένοις παρὰ τοῦ φιλανθρώπου κεῖται Θεοῦ, μηδέποτε τὰ παρ᾽ ἑαυτῶν ἐλλιμπάνειν, μηδὲ σιγᾷν, κἂν ἀκούῃ τις, κἂν παρατρέχῃ. Ὁ γοῦν Ἱερεμίας, ἐπειδὴ πολλὰ τοῖς Ἰουδαίοις ἀπειλῶν, καὶ τὰ μέλλοντα προαναφωνῶν δεινὰ, παρὰ τῶν ἀκουόντων ἐκωμῳδεῖτο, καὶ δι᾽ ὅλης ἐγελᾶτο τῆς ἡμέρας, ἐβουλεύσατό ποτε τῆς προφητείας ἀποστῆναι ἐκείνης, ἀνθρώπινόν τι παθὼν, καὶ τὰ σκώμματα καὶ τὰς λοιδορίας οὐκ ἐνεγκών. Καὶ ἄκουε αὐτοῦ τοῦτο δηλοῦντος δι᾽ ὧν φησιν· Ἐγενόμην εἰς γέλωτα ὅλην τὴν ἡμέραν· εἶπον· οὐ μὴ λαλήσω, οὐδὲ μὴ ὀνομάσω τὸ ὄνομα Κυρίου. Καὶ ἐγένετο ἐν ἐμοὶ ὡς πῦρ καιόμενον καὶ φλεγμαῖνον ἐν τοῖς ὀστέοις μου· παρεῖμαι πάντοθεν, καὶ οὐ δύναμαι φέρειν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἐβουλευσάμην ἀποστῆναι τῆς προφητείας, φησὶν, ἐπειδὴ οὐκ ἤκουον οἱ Ἰουδαῖοι· καὶ ἅμα τοῦτο ἐβουλευσάμην, καθάπερ πῦρ εἰς τὴν ψυχὴν ἐνέπεσε τὴν ἐμὴν ἡ τοῦ πνεύματος ἐνέργεια, καὶ πάντα τὰ ἔνδον κατέφλεγεν, ἐπιδαπανῶσά μου τὰ ὀστᾶ, καὶ κατεσθίουσα οὕτως, ὡς μὴ δύνασθαί με ἐνεγκεῖν τὸν ἐμπρησμὸν ἐκεῖνον.

Εἰ δὲ ὁ γελώμενος καὶ χλευαζόμενος ἐκεῖνος καὶ καθ᾽ ἑκάστην λοιδορούμενος τὴν ἡμέραν, ἐπειδὴ ἐβουλεύσατο σιγῆσαι, τοσαύτην ὑπέστη τιμωρίαν, τίνος ἂν εἴημεν ἡμεῖς συγγνώμης ἄξιοι, τοιοῦτον μὲν οὐδέπω παθόντες οὐδὲν, διὰ δὲ τὴν ῥᾳθυμίαν τινῶν μικροψυχήσαντες, καὶ τῆς διδασκαλίας ἀποστάντες τῆς πρὸς ἐκείνους, καὶ μάλιστα, ὅταν τοσοῦτοι οἱ προσέχοντες ὦσι;

βʹ. Ταῦτα δὲ λέγω, οὐκ ἐμαυτὸν παραμυθούμενος, οὐδὲ παρακαλῶν· καὶ γὰρ πέπεικα τὴν ἐμαυτοῦ ψυχὴν, ἕως ἂν ἐμπνέω, καὶ δοκῇ τῷ Θεῷ κατὰ τὸν παρόντα βίον ἡμᾶς εἶναι, ταύτην πληροῦν τὴν διακονίαν, καὶ ἄν τε προσέχῃ τις, ἄν τε μὴ προσέχῃ, τὸ ἐπιταχθὲν ποιεῖν· ἀλλ᾽ ἐπειδή τινές εἰσιν οἱ τὰς τῶν πολλῶν ἐκλύοντες χεῖρας, καὶ πρὸς τῷ μηδὲν αὐτοὺς χρήσιμον εἰς τὸν βίον εἰσφέρειν τὸν ἡμέτερον, καὶ τὴν ἑτέρων παραλύοντες σπουδὴν, χλευάζοντες καὶ διακωμῳδοῦντες, καὶ λέγοντες· ἀπόστηθι συμβουλεύων, παῦσαι παραινῶν· οὐ βούλονταί σοι προσέχειν, μηδὲν κοινὸν ἔχε πρὸς αὐτούς· ἐπειδή τινές εἰσι ταῦτα λέγοντες, τὴν πονηρὰν καὶ ἀπάνθρωπον ταύτην γνώμην καὶ διαβολικὴν ἐπιβουλὴν τῆς ψυχῆς τῶν πολλῶν ἐκκόψαι βουλόμενος, μακρότερον τοῦτον ποιῶ τὸν λόγον. Καὶ γὰρ καὶ χθὲς οἶδα πολλοὺς εἰρηκότας ταῦτα τὰ ῥήματα, οἳ, ἐπειδάν τινας εἶδον ἐν καπηλείῳ διατρίψαντας, γελῶντες καὶ χλευάζοντες ἔλεγον· πάνυγε γὰρ ἐπείσθησαν· ὅλως οὐδεὶς εἰς καπηλεῖον εἰσῆλθε· ἅπαντες ἐσωφρόνησαν.

Τί λέγεις, ἄνθρωπε; τοῦτο γὰρ ὑπεσχόμεθα πάντας ἐν μιᾷ σαγηνεύειν ἡμέρᾳ; Εἰ γὰρ δέκα μόνον ἐπείσθησαν, εἰ γὰρ πέντε μόνον, εἰ γὰρ εἷς, οὐχ ἱκανὸν ἡμῖν εἰς παραμυθίαν; Ἐγὼ δὲ καὶ ὑπερβολὴν ἑτέραν ποιοῦμαι. Κείσθω μηδένα πεπεῖσθαι τοῖς ἡμετέροις λόγοις, ὅπερ ἀδύνατον εἰς τοσαύτας ἀκοὰς σπειρόμενον λόγον ἄκαρπον γενέσθαι ποτέ· πλὴν ἀλλὰ κείσθω τοῦτο αὐτό· οὐδὲ οὕτως ἀκερδὴς ἡμῖν ὁ λόγος.

Εἰ γὰρ καὶ εἰσῆλθον εἰς καπηλεῖον, ἀλλ᾽ οὐ μετὰ τῆς αὐτῆς ἀναισχυντίας εἰσῆλθον, ἀλλὰ καὶ ἐπὶ τῆς τραπέζης πολλάκις τῶν ἡμετέρων ἐμνήσθησαν λόγων, τῆς ἐπιτιμήσεως, τῆς ἐπιπλήξεως, καὶ μνησθέντες ᾐσχύνθησαν, ἠρυθρίασαν κατὰ διάνοιαν· οὐ μετὰ τοσαύτης ἰταμότητος τὰ εἰωθότα ἔπραξαν.

Τοῦτο δὲ ἀρχὴ σωτηρίας καὶ μεταβολῆς ἀρίστης, τὸ ὅλως αἰσχυνθῆναι, τὸ ὅλως καταγνῶναι τῶν γινομένων. Πρὸς τούτοις δὲ οὐκ ἔλαττον καὶ ἕτερον ἡμῖν ἐκ τούτου γεγένηται κέρδος. Ποῖον δὴ τοῦτο; Τὸ καὶ τοὺς σωφρονοῦντας σεμνοτέρους ποιῆσαι, καὶ πεῖσαι διὰ τῶν εἰρημένων ὅτι ἄριστα πάντων εἰσὶ βεβουλευμένοι, μὴ συναπαγόμενοι τοῖς πολλοῖς. Οὐκ ἀνέστησα τοὺς νοσοῦντας; ἀλλὰ τοὺς ὑγιεῖς ἀσφαλεστέρους ἐποίησα· οὐκ ἀπήγαγέ τινας τῆς κακίας ὁ λόγος; ἀλλὰ τοὺς ἐν ἀρετῇ ζῶντας ἀκριβεστέρους εἰργάσατο. Εἴπω τι καὶ πρὸς τούτοις τρίτον.

Οὐκ ἔπεισα σήμερον; ἀλλ᾽ αὔριον ἴσως δυνήσομαι πεῖσαι. Ἀλλ᾽ οὐδὲ αὔριον; ἀλλὰ μετὰ τὴν αὔριον, ἢ καὶ μετ᾽ ἐκείνην ἴσως. Ὁ σήμερον ἀκούσας καὶ διακρουσάμενος, αὔριον ἴσως ἀκούσεται καὶ καταδέξεται· ὁ δὲ σήμερον καὶ αὔριον καταφρονήσας, μετὰ πλείους ἴσως ἡμέρας προσέξει τοῖς λεγομένοις.

Καὶ γὰρ καὶ ἁλιεὺς πολλάκις δι᾽ ὅλης τῆς ἡμέρας κενὸν ἀνασπάσας τὸ δίκτυον, ἐν ἑσπέρᾳ πολλάκις ἀναχωρεῖν μέλλων, τὸν δι᾽ ὅλης αὐτὸν τῆς ἡμέρας διαφυγόντα ἰχθὺν ἁλιεύσας ἀπῆλθεν. Εἰ δὲ μέλλοιμεν διὰ τὰς ἀεὶ γινομένας ἀποτυχίας ἐν ἀργίᾳ εἶναι, καὶ τῶν πραγμάτων ἀφίστασθαι πάντων, ἅπας ἡμῖν ὁ βίος ἀπολεῖται· καὶ οὐχὶ τὰ πνευματικὰ μόνον, ἀλλὰ καὶ τὰ βιωτικὰ οἰχήσεται πάντα.

Καὶ γὰρ ὁ γεωργὸς, εἰ μέλλοι διὰ τὰς ἅπαξ καὶ δὶς καὶ πολλάκις γινομένας τῶν ἀέρων ἀνωμαλίας τῆς γεωργίας ἀποπηδᾷν, λιμῷ ταχέως ἀπολούμεθα πάντες. Καὶ κυβερνήτης δὲ, εἰ διὰ τὸν ἅπαξ καὶ δὶς καὶ πολλάκις συμβάντα χειμῶνα φύγοι τὴν θάλατταν, ἄπλωτον ἡμῖν ἔσται τὸ πέλαγος, καὶ ἄχρηστος καὶ ἐντεῦθεν ἡμῖν ὁ βίος πάλιν γενήσεται.

Καθ᾽ ἑκάστην δὲ τέχνην ἐπιὼν, εἰ ταῦτα παραινοίης καὶ συμβουλεύοις, πάντα ἄρδην ἀπολεῖται, καὶ ἀοίκητος ἔσται ἡ γῆ. Ἅπερ οὖν ἅπαντες εἰδότες, κἂν ἅπαξ, κἂν δὶς, κἂν πολλάκις ἀποτύχωσι τοῦ τέλους τῶν πραγμάτων, ἐν οἷς εἰσι καὶ διατρίβουσι, πάλιν αὐτῶν ἐπιλαμβάνονται μετὰ τῆς αὐτῆς προθυμίας.

γʹ. Ἅπερ ἅπαντα δὴ καὶ ἡμεῖς εἰδότες, ἀγαπητοὶ, μὴ, παρακαλῶ, μὴ ταῦτα φθεγγώμεθα, μηδὲ λέγωμεν· τί δεῖ λόγων ἡμῖν τοσούτων; οὐδὲν ἐκ τῶν λόγων τούτων ὄφελος γίνεται, Καὶ γὰρ ὁ γηπόνος ἅπαξ καὶ δὶς καὶ πολλάκις τὴν αὐτὴν σπείρας ἄρουραν, καὶ ἀποτυχὼν τοῦ κέρδους, πάλιν αὐτὴν εἰργάσατο, καὶ ἐν ἑνὶ πολλάκις ἐνιαυτῷ τοῦ παντὸς χρόνου τὴν ζημίαν ἀνέσωσε. Καὶ ἔμπορος δὲ ναυάγια πολλὰ πολλάκις ὑπομείνας, οὐκ ἀπέστη τοῦ λιμένος, ἀλλὰ καὶ πλοῖον καθείλκυσε, καὶ ναύτας ἐμισθώσατο, καὶ χρήματα δανεισάμενος τῶν αὐτῶν ἥψατο πραγμάτων, καίτοι τοῦ μέλλοντος ὁμοίως ὄντος ἀδήλου.

Καὶ ἕκαστος δὲ τῶν ὁτιοῦν μετιόντων οὕτω ποιεῖν εἰώθασιν, ὥσπερ ὁ γεωργὸς καὶ ὁ ἔμπορος. Εἶτα ἐκεῖνοι μὲν τοσαύτῃ χρῶνται πρὸς τὰ βιωτικὰ σπουδῇ, καίτοι τοῦ τέλους ὄντος ἀδήλου, ἡμεῖς δὲ, ἂν εἰπόντες μὴ ἀκουσθῶμεν, εὐθέως ἀποστησόμεθα; καὶ ποίαν ἕξομεν συγγνώμην; τίνα δὲ ἀπολογίαν;

Καίτοι ἐκείνοις μὲν ἐν ταῖς ἀποτυχίαις οὐδείς ἐστιν ὁ τὴν ζημίαν παραμυθησόμενος, οἷον ἐὰν ἐπικλύσῃ τὸ πλοῖον ἡ θάλασσα, οὐδεὶς τὴν πενίαν τοῦ ναυαγοῦντος διορθώσεται· ἂν καταχώσῃ τὴν ἄρουραν ἐπομβρία, καὶ ἀποπνίξῃ τὰ σπέρματα, ἀνάγκη κεναῖς τὸν γεωργὸν οἴκαδε ἀναχωρῆσαι χερσίν. Ἐφ᾽ ἡμῶν δὲ τῶν λεγόντων καὶ παραινούντων οὐχ οὕτως.

Ἀλλὰ κἂν καταβάλῃς τὰ σπέρματα, καὶ ὁ ἀκροατὴς μὴ δέξηται, μηδὲ ἐνέγκῃ τὸν καρπὸν τῆς ὑπακοῆς, σὺ τὸν μισθὸν ἔχεις ἀπηρτισμένον παρὰ τοῦ Θεοῦ τῆς συμβουλῆς, καὶ τοσαύτην ἀπολήψῃ τὴν ἀμοιβὴν, καὶ παρακούσαντος ἐκείνου, ὅσην ἔλαβες ἂν, εἰ ὑπήκουσε· τὸ γὰρ σαυτοῦ πᾶν ἐπλήρωσας.

Τοῦ μὴ πεῖσαι τοὺς ἀκούοντας οὐκ ἐσμὲν ὑπεύθυνοι, ἀλλὰ τοῦ συμβουλεῦσαι μόνον· τὸ μὲν γὰρ παραινέσαι ἡμέτερον, τὸ δὲ πεισθῆναι ἐκείνων. Καὶ καθάπερ ἂν ἡμῶν μὴ παραινεσάντων μυρία κατορθώσωσιν ἐκεῖνοι, μόνοις αὐτοῖς ἅπας ὁ μισθὸς κείσεται, ἡμῖν δὲ οὐδὲν ἔσται τὸ κέρδος, ἐπειδὴ μὴ συνεβουλεύσαμεν· οὕτως ἂν ἡμῶν παραινεσάντων ἐκεῖνοι μὴ προσέχωσιν, ἅπασα αὐτοὺς ἡ τιμωρία καταλήψεται, ἡμῖν δὲ οὐδὲν ἔσται ἔγκλημα, ἀλλὰ καὶ πολὺς ὁ μισθὸς ἀπαντήσεται παρὰ τοῦ Θεοῦ· τὸ γὰρ ἡμῶν ἅπαν ἐπληρώσαμεν. Καταβαλεῖν μόνον κελευόμεθα τὰ ἀργύρια ἐπὶ τοὺς τραπεζίτας, εἰπεῖν καὶ συμβουλεῦσαι. Εἰπὲ τοίνυν, καὶ παραίνεσον τῷ ἀδελφῷ. Ἀλλ᾽ οὐκ ἤκουσεν; Ἀλλὰ σὺ τὸν μισθὸν ἔχεις ἀπηρτισμένον, μόνον ἂν ἀεὶ τοῦτο ποιῇς, ἂν μηδέποτε ἀποστῇς, ἕως ἂν πείσῃς, ἕως ἂν ἐμπνέῃς.

Πέρας ἔστω τῆς συμβουλῆς ἡ ὑπακοὴ τοῦ τὴν παραίνεσιν ὑποδεχομένου. Ὁ διάβολος κατὰ τῆς σωτηρίας ἀεὶ τρέχει τῆς ἡμετέρας, οὐδὲν αὐτὸς κερδαίνων, ἀλλὰ καὶ τὰ μέγιστα βλαπτόμενος ἀπὸ τῆς σπουδῆς· ἀλλ᾽ ὅμως τοσαύτην ἔχει μανίαν, ὡς καὶ πολλάκις ἀδυνάτοις ἐπιχειρεῖν πράγμασι, καὶ ἐπιθέσθαι μὴ μόνον ἐκείνοις, οὓς προσδοκᾷ πάντως ὑποσκελίζειν καὶ περιτρέπειν, ἀλλὰ καὶ οὓς εἰκὸς περιέσεσθαι τῶν μηχανημάτων αὐτοῦ. Τὸν γοῦν Ἰὼβ ἀκούων ἐπαινούμενον παρὰ τοῦ τὰ ἀπόῤῥητα πάντα εἰδότος Θεοῦ, προσεδόκησε δυνήσεσθαι καὶ περιτρέπειν· καὶ οὐκ ἀπέστη πάντα κινῶν καὶ μηχανώμενος ὁ δόλιος, ὥστε ὑποσκελίσαι τὸν ἄνθρωπον· καὶ οὐκ ἀπεγίνωσκεν ὁ μιαρὸς καὶ παμπόνηρος δαίμων ἐκεῖνος, καίτοι τοῦ Θεοῦ τοσαύτην τῷ δικαίῳ ψηφισαμένου τὴν ἀρετήν. Εἶτα οὐκ αἰσχυνόμεθα, οὐδὲ ἐρυθριάζομεν, εἰπέ μοι, εἰ, τοῦ διαβόλου μηδέποτε ἀπογινώσκοντος τῆς ἀπωλείας ἡμῶν, ἀλλ᾽ ἀεὶ προσδοκῶντος αὐτὴν, αὐτοὶ τῆς τῶν ἀδελφῶν ἀπογνωσόμεθα σωτηρίας; Καίτοι ἐκεῖνον μὲν καὶ πρὸ τῆς πείρας ἀποστῆναι τῶν παλαισμάτων ἔδει· Θεὸς γὰρ ἦν ὁ μαρτυρῶν τῷ δικαίῳ τὴν ἀρετήν· ἀλλ᾽ ὅμως οὐκ ἀπέστη, ἀλλ᾽ ὑπὸ πολλῆς μανίας τῆς καθ᾽ ἡμῶν καὶ μετὰ τὴν τοῦ Θεοῦ μαρτυρίαν ἤλπισε περιέσεσθαι τοῦ γενναίου τότε ἐκείνου. Ἡμᾶς δὲ οὐδέν ἐστι τοιοῦτον τὸ ποιοῦν εἰς ἀπόγνωσιν ἐμπίπτειν, καὶ ὅμως ἀφιστάμεθα.

Καὶ ὁ μὲν διάβολος, καίτοι τοῦ Θεοῦ κωλύοντος, οὐκ ἀναχωρεῖ τῆς καθ᾽ ἡμῶν μάχης· σὺ δὲ, τοῦ Θεοῦ προτρέποντός σε καὶ διεγείροντος εἰς τὴν ἀντίληψιν τῶν πεπτωκότων, ἀποπηδᾷς;

Ἤκουσεν ὁ διάβολος τοῦ Θεοῦ λέγοντος· Ἄνθρωπος δίκαιος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, καὶ ὅτι οὐδείς ἐστι τοιοῦτος τῶν ἐπὶ τῆς γῆς· καὶ μετὰ τοσαύτας καὶ τοιαύτας ψήφους ἐνέμεινεν ὅμως λέγων· μήποτε τῇ συνεχείᾳ καὶ τῷ μεγέθει τῶν ἐπαγομένων αὐτῷ κακῶν δυνηθῶ αὐτοῦ περιγίνεσθαι, καὶ τὸν μέγαν τοῦτον καθελεῖν πύργον;

δʹ. Τίς οὖν ἡμῖν ἔσται συγγνώμη, ἀγαπητοὶ, τίς δὲ ἀπολογία, εἰ τοσαύτῃ τοῦ πονηροῦ δαίμονος καθ᾽ ἡμῶν κεχρημένου μανίᾳ, ἡμεῖς μηδὲ τὸ πολλοστὸν τῆς τοσαύτης σπουδῆς εἰς τὴν σωτηρίαν τῶν ἡμετέρων ἀδελφῶν εἰσενέγκοιμεν, καὶ ταῦτα τὸν Θεὸν σύμμαχον ἔχοντες; Ὅταν γοῦν ἴδῃς σκληρὸν καὶ ἀπηνῆ τὸν ἀδελφὸν, καὶ μὴ προσέχοντά σοι, λέγε πρὸς σεαυτόν· Μήποτε τῷ χρόνῳ δυνηθῶμεν πεῖσαι; Οὕτω καὶ Παῦλος ἐκέλευσε ποιεῖν· Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ᾽ ἤπιον εἶναι πρὸς πάντας, ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δώῃ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας. Οὐχ ὁρᾷς τοὺς πατέρας, πῶς πολλάκις τῶν υἱῶν αὐτοῖς ἀπεγνωσμένων, παρακάθηνται δακρύοντες, θρηνοῦντες, καταφιλοῦντες, τὰ παρ᾽ ἑαυτῶν εἰσφέροντες ἅπαντα ἕως ἐσχάτης ἀναπνοῆς; Τοῦτο καὶ σὺ περὶ τὸν ἀδελφὸν ποίησον. Καίτοι ἐκεῖνοι μὲν ἀπὸ τῶν θρήνων καὶ τῶν δακρύων οὔτε τὴν ἀῤῥωστίαν ἀπελάσαι, οὔτε τὸν θάνατον ἐπελθόντα ἀποκρούσασθαι δύνανται· σὺ δὲ ψυχὴν ἀπογνωσθεῖσαν τῇ καρτερίᾳ καὶ τῇ προσεδρίᾳ δυνήσῃ πολλάκις διὰ τῶν θρήνων καὶ τῶν δακρύων ἐπισπάσασθαι καὶ ἀναστῆσαι. Συνεβούλευσας, καὶ οὐκ ἔπεισας; δάκρυσον, καὶ καθάψῃ πολλάκις· στέναξον πικρὸν, ἵνα αἰδεσθείς σου τὴν κηδεμονίαν, ἐπιστρέψῃ πρὸς τὴν σωτηρίαν. Τί δυνήσομαι ἐγὼ μόνος ποιεῖν;

οὐ γὰρ δὴ πᾶσιν ὑμῖν καθ᾽ ἑκάστην συγγίνεσθαι δύναμαι μόνος τὴν ἡμέραν, οὐδὲ ἀρκῶ πλήθει τοσούτῳ διαλέγεσθαι μόνος.

Ὑμεῖς δὲ, εἰ βουληθείητε τὴν ἀλλήλων διανείμασθαι σωτηρίαν, καὶ ἕκαστος ἕνα ἀπολαβεῖν τῶν ἠμελημένων ἀδελφῶν, ταχέως ἡμῖν τὰ τῆς οἰκοδομῆς αὐξηθήσεται. Καὶ τί χρὴ λέγειν τῶν μετὰ πολλὴν παραίνεσιν ἀνακτωμένων ἑαυτούς; Οὐδὲ γὰρ ἐκείνων τῶν ἀνίατα νοσούντων ἀφίστασθαι χρὴ καὶ ἀμελεῖν· κἂν προειδότες ὦμεν σαφῶς, ὅτι πολλῆς ἀπολαύσαντες τῆς σπουδῆς καὶ τῆς συμβουλῆς, οὐδὲν κερδανοῦσι πλέον. Εἰ δὲ παράδοξος ὑμῖν ὁ λόγος οὗτος εἶναι δοκεῖ, φέρε, ἀφ᾽ ὧν ὁ Χριστὸς ἐποίησέ τε καὶ εἶπεν, ἀπὸ τούτων αὐτὸν πιστωσόμεθα. Ἡμεῖς μὲν γὰρ οἱ ἄνθρωποι τὸ μέλλον ἀγνοοῦμεν, ὅθεν οὐδὲ διισχυρίζεσθαι δυνάμεθα περὶ τῶν ἀκουόντων, εἴτε πεισθήσονται, εἴτε ἀπειθήσουσι τοῖς παρ᾽ ἡμῶν λεγομένοις· ὁ δὲ Χριστὸς ταῦτα ἀμφότερα εἰδὼς σαφῶς, οὐ διέλιπε τὸν οὐκ ἀκουσόμενον αὐτοῦ διορθούμενος μέχρι τέλους.

Τὸν γοῦν Ἰούδαν εἰδὼς οὐκ ἀποστησόμενον τῆς προδοσίας, οὐ διέλιπε συμβουλαῖς, παραινέσεσιν, εὐεργεσίαις, ἀπειλαῖς, παντὶ τρόπῳ διδασκαλίας ἀναστέλλων αὐτὸν ἐκ τῆς προδοσίας, καὶ συνεχῶς ἀνακρουόμενος, ὥσπερ τινὶ χαλινῷ, τῷ λόγῳ. Τοῦτο δὲ ποιεῖ, παιδεύων ἡμᾶς, κἂν προειδότες ὦμεν, ὅτι οὐ πεισθήσονται οἱ ἀδελφοὶ, τὰ παρ᾽ ἑαυτῶν ἅπαντα ἀποπληροῦν, ὡς ἀπηρτισμένου τῆς συμβουλῆς ἡμῖν τοῦ μισθοῦ. Καὶ ὅρα πῶς συνεχῶς αὐτὸν καὶ σοφῶς ἀνέστελλε δι᾽ ὧν ἔλεγεν· Εἷς ἐξ ὑμῶν παραδώσει με. Καὶ πάλιν· Οὐ περὶ πάντων ὑμῶν λέγω· οἶδα οὓς ἐξελεξάμην. Καὶ πάλιν· Εἷς ἐξ ὑμῶν διάβολός ἐστι. Καὶ ἠνείχετο πάντας ἐν ἀγωνίᾳ καθιστᾷν, ὥστε μὴ ἐκπομπεῦσαι τὸν προδότην, καὶ ἀναισχυντότερον ποιῆσαι τῇ τῶν ἐλέγχων περιφανείᾳ. Ὅτι γὰρ καὶ τοῖς ἄλλοις ἀγωνίαν καὶ φόβον ἐνέβαλε τὰ λεγόμενα, καίτοι μηδὲν ἑαυτοῖς συνειδόσι πονηρὸν, ἄκουσον πῶς ἕκαστος ἀγωνιῶν ἔλεγε· Μήτι ἐγώ εἰμι, Κύριε; Οὐ διὰ ῥημάτων δὲ μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων αὐτὸν ἐπαίδευεν.

Ἐπειδὴ γὰρ τὴν ἑαυτοῦ φιλανθρωπίαν ἐπεδείξατο πολλάκις καὶ διὰ πάντων, λεπροὺς καθαίρων, δαίμονας ἀπελαύνων, νοσοῦντας ἰώμενος, νεκροὺς ἐγείρων, παραλελυμένους σφίγγων, καὶ πάντας μὲν εὐηργέτησεν, ἐκόλασε δὲ οὐδένα, καὶ συνεχῶς ἔλεγεν, Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ᾽ ἵνα σώσω τὸν κόσμον· ἵνα μὴ νομίσῃ ὁ Ἰούδας, ὅτι εὐεργετεῖν μὲν μόνον οἶδεν ὁ Χριστὸς, κολάζειν δὲ οὐκέτι, καὶ τοῦτο αὐτὸν διδάσκει τὸ μέρος, οἷον ὅτι καὶ κολάζειν δύναται καὶ τιμωρεῖσθαι τοὺς ἁμαρτάνοντας.

εʹ. Καὶ ὅρα πῶς σοφῶς καὶ προσηκόντως καὶ τοῦτον μὲν ἐπαίδευσε, καὶ ἀνθρώπων οὐδένα κολάσαι οὐδὲ τιμωρήσασθαι ἠνέσχετο. Πῶς οὖν; Ἵνα μάθῃ τὴν τιμωρητικὴν αὐτοῦ δύναμιν ὁ μαθητής. Εἰ μὲν γὰρ ἐκόλασέ τινα, ἔδοξεν ἂν ἐναντιοῦσθαι ἑαυτῷ λέγοντι· Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ᾽ ἵνα σώσω τὸν κόσμον. Πάλιν, εἰ μηδένα ἐκόλασεν, ἀδιόρθωτος ἔμενεν ὁ μαθητὴς, οὐ μανθάνων διὰ τῶν ἔργων τὴν κολαστικὴν αὐτοῦ δύναμιν. Τί οὖν ἵνα γένηται;

Ὥστε καὶ τὸν μαθητὴν φοβηθῆναι καὶ μὴ καταφρονήσαντα γενέσθαι χείρω, καὶ ἀνθρώπων μηδένα πληγῆναι, μηδὲ κόλασιν ὑπομεῖναι καὶ τιμωρίαν, εἰς τὴν συκῆν τὴν δύναμιν ταύτην ἐπιδείκνυται ὁ Χριστὸς, εἰπὼν, Μηκέτι ἐκ σοῦ καρπὸς γένηται, καὶ ῥήματι ψιλῷ ξηράνας αὐτὴν παραχρῆμα. Οὕτω γὰρ οἵ τε ἄνθρωποι πάντες ἔμενον ἀβλαβεῖς, αὐτός τε τὴν ἑαυτοῦ δύναμιν ἐπεδείκνυτο, τοῦ φυτοῦ δεξαμένου τὴν τιμωρίαν. Καὶ ὁ μαθητὴς δὲ εἰ προσεῖχε, μεγάλην ἂν ἀπὸ τῆς κολάσεως ταύτης ἐκαρπώσατο τὴν ὠφέλειαν· ἀλλ᾽ ὅμως οὐδὲ οὕτω διωρθώθη. Ὁ δὲ Χριστὸς καὶ τοῦτο προειδὼς, οὐχὶ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερον μετὰ τούτου πολλῷ μεῖζον τούτου ἐποίησεν.

Ὅτε γοῦν ἐπέθεντο αὐτῷ οἱ Ἰουδαῖοι μετὰ μαχαιρῶν καὶ ξύλων τὰς χεῖρας ὁπλίσαντες κατ᾽ αὐτοῦ, τότε πάντας αὐτοὺς ἐπήρωσε· τὸ γὰρ εἰπεῖν, Τίνα ζητεῖτε; τοῦτο ἐμφαίνοντος ἦν. Ἐπειδὴ γὰρ ἔλεγε συνεχῶς ὁ Ἰούδας· Τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν; βουλόμενος ὁ Κύριος καὶ τοὺς Ἰουδαίους πεῖσαι, κἀκεῖνον διδάξαι, ὅτι ἑκὼν ἔρχεται ἐπὶ τὸ πάθος, καὶ τὸ πᾶν αὐτοῦ ἐστιν, οὐ τῆς ἐκείνου πανουργίας δυνηθείσης αὐτοῦ περιγίνεσθαι, αὐτοῦ τοῦ προδότου μετὰ πάντων ἑστῶτος, φησὶ, Τίνα ζητεῖτε; οὕτως οὐκ ᾔδει ὃν ἔμελλε παραδιδόναι, ἀλλ᾽ ἐπήρωσεν αὐτοῦ τὴν ὄψιν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ὑπτίους ἅπαντας ἔῤῥιψε διὰ τῆς φωνῆς ταύτης. Καὶ ἐπειδὴ μηδὲ τοῦτο αὐτοὺς ἐπιεικεστέρους ἐποίησε, μηδὲ τὸν μιαρὸν ἐκεῖνον τῆς προδοσίας ἀπέστησεν, ἀλλ᾽ ἔμενεν ἀνίατος ὢν, οὐδὲ οὕτω πάλιν ὁ Χριστὸς ἀπέστη τῆς περὶ αὐτὸν εὐνοίας τε καὶ ἐπιμελείας· ἀλλ᾽ ὅρα πῶς ἐντρεπτικώτατα τῆς ἀναιδοῦς καθάπτεται ψυχῆς, καὶ φθέγγεται ῥήματα ἱκανὰ καὶ λιθίνην μαλάξαι διάνοιαν. Ἐπειδὴ γὰρ ὥρμησεν αὐτὸν φιλῆσαι, τί φησιν; Ἰούδα, φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδίδως; οὐδὲ αὐτὸ τῆς προδοσίας αἰσχύνῃ τὸ σχῆμα; Ταῦτα δὲ ἔλεγεν ὁ Χριστὸς καθαπτόμενος αὐτοῦ, καὶ τῆς προτέρας ἀναμιμνήσκων συνηθείας.

Ἀλλ᾽ ὅμως τοσαῦτα τοῦ Κυρίου καὶ ποιήσαντος καὶ εἰπόντος, οὐκ ἐγένετο βελτίων ἐκεῖνος, οὐ παρὰ τὴν τοῦ συμβουλεύσαντος ἀσθένειαν, ἀλλὰ παρὰ τὴν αὐτοῦ ῥᾳθυμίαν. Ὁ δὲ Χριστὸς, καίτοι ταῦτα πάντα προειδὼς, οὐ διέλιπεν ἐξ ἀρχῆς μέχρι τέλους τὰ παρ᾽ ἑαυτοῦ ἅπαντα ἐπιδεικνύμενος.

Ἅπερ οὖν ἅπαντα καὶ ἡμᾶς εἰδότας, ἀγαπητοὶ, συνεχῶς καὶ διαπαντὸς τοὺς ἠμελημένους τῶν ἀδελφῶν τῶν ἡμετέρων ῥυθμίζειν καὶ φιλεῖν χρὴ, κἂν μηδὲν ἐκ τῆς συμβουλῆς γίνηται κέρδος. Εἰ γὰρ ὁ τὸ τέλος εἰδὼς τοιοῦτον ἐσόμενον, τοσαύτῃ περὶ τὸν οὐδὲν μέλλοντα καρποῦσθαι ἐκ τῆς παραινέσεως ταύτης ἐχρήσατο προνοίᾳ, ποίας ἂν εἴημεν ἄξιοι συγγνώμης ἡμεῖς, ὅταν μηδὲ τὴν τῶν πραγμάτων ἔκβασιν εἰδότες, οὕτω τῆς τῶν πλησίον σωτηρίας ῥᾳθυμῶμεν, ἐκ πρώτης καὶ δευτέρας αὐτοὺς συμβουλῆς ἐγκαταλιμπάνοντες; Μετὰ δὲ τῶν εἰρημένων ἁπάντων καὶ τὰ καθ᾽ ἡμᾶς αὐτοὺς ἐννοήσωμεν, ὅτι καθ᾽ ἑκάστην ἡμέραν τοῦ Θεοῦ πρὸς ἡμᾶς διαλεγομένου διὰ τῶν προφητῶν, διὰ τῶν ἀποστόλων, καθ᾽ ἑκάστην παρακούομεν τὴν ἡμέραν· καὶ ὅμως οὐκ ἀφίσταται καὶ διαλεγόμενος καὶ παρακαλῶν ἀεὶ τοὺς ἀφηνιῶντας καὶ μὴ προσέχοντας. Καὶ βοᾷ Παῦλος λέγων· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν, δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ. Εἰ γὰρ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, οὐ τοσούτων ἐπαίνων ἄξιος ὁ προειδὼς, ὅτι πεισθήσεται πάντως ὁ δεχόμενος τὴν συμβουλὴν, καὶ οὕτω συμβουλεύων, ὡς ὁ πολλάκις μὲν εἰπὼν καὶ συμβουλεύσας καὶ ἀποτυχὼν, οὐκ ἀφιστάμενος δὲ οὐδὲ οὕτω.

Τὸν μὲν γὰρ πρότερον ἡ τοῦ πεισθήσεσθαι ἐλπὶς τὸν ἀκούοντα, κἂν ἁπάντων νωθέστερος ᾖ, διεγείρει πρὸς τὴν παραίνεσιν· οὗτος δὲ ὁ συνεχῶς συμβουλεύων καὶ παρακουόμενος, εἶτα οὐκ ἀφιστάμενος, θερμοτάτης καὶ γνησιωτάτης ἀγάπης τεκμήριον ἐπιδείκνυται, ἐλπίδι μὲν οὐδεμιᾷ τοιαύτῃ τρεφόμενος, διὰ δὲ τὸ πρὸς τὸν ἀκούοντα φίλτρον μόνον τῆς περὶ τὸν ἀδελφὸν οὐκ ἀφιστάμενος ἐπιμελείας. Ἀλλ᾽ ὅτι μὲν χρὴ μηδέποτε ἀφίστασθαι τῶν πεπτωκότων, κἂν προειδότες ὦμεν, ὅτι οὐ πεισθήσονται ἡμῖν, ἱκανῶς ἀποδέδεικται.