Πάλιν, ἐὰν ἴδῃς ἁμαρτωλὸν ἁρπάζοντα, πλεονεκτοῦντα, μυρία ποιοῦντα κακὰ, κἂν εὐθυνῇ, ἐννόησον ὅτι ἐποίησέ ποτε ἀγαθόν τι, καὶ ἀπολαμβάνει ὧδε τὰ ἀγαθὰ, ἵνα μὴ ἐκεῖ ἀπαιτήσῃ τὸν μισθόν. Οὕτω κἂν δίκαιος ᾖ τις καὶ πάσχῃ δεινόν τι, διὰ τοῦτο ἀπολαμβάνει ὧδε, ἵνα ὧδε ἀπόθηται τὴν ἁμαρτίαν, καὶ ἀπέλθῃ ἐκεῖ καθαρός· κἂν ἁμαρτωλός τις ᾖ, γέμων κακῶν, καὶ μυρία ἀνίατα νοσῶν, ἁρπάζων, πλεονεκτῶν, διὰ τοῦτο ἀπολαύει ἐνταῦθα εὐημερίας, ἵνα μὴ ἐκεῖ ἀπαιτήσῃ μισθόν. Ἐπειδὴ οὖν συνέβαινε καὶ τὸν Λάζαρον ἔχειν τινὰ ἁμαρτήματα, καὶ τὸν πλούσιον ἔχειν τι ἀγαθὸν, διὰ τοῦτο ὁ Ἀβραὰμ λέγει· Ὧδε μηδὲν ζήτει· ἀπέλαβες τὰ ἀγαθά σου ἐκεῖ, καὶ ὁ Λάζαρος τὰ κακὰ αὐτοῦ. Καὶ ἵνα μάθῃς ὅτι οὐχ ἁπλῶς λέγω ταῦτα, ἀλλ᾽ οὕτως ἐστὶ, λέγει· Ἀπέλαβες τὰ ἀγαθά σου. Ποῖα; ἐποίησάς τι ἀγαθόν; ἀπέλαβές σου τὸν πλοῦτον, τὴν ὑγείαν, τὴν τρυφὴν, τὴν δυναστείαν, τὴν τιμήν· οὐδέν σοι κεχρεώστηται· ἀπέλαβες τὰ ἀγαθά σου. Τί οὖν; ὁ Λάζαρος οὐδὲν ἥμαρτε; Ναὶ, καὶ Λάζαρος τὰ κακὰ αὐτοῦ. Ὅτε σὺ ἀπελάμβανες τὰ ἀγαθὰ, τότε καὶ Λάζαρος τὰ κακά· διὰ τοῦτο νῦν οὗτος παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Ὥστε ὅταν ἴδῃς δίκαιον κολαζόμενον ὧδε, μακάριζε αὐτὸν, καὶ λέγε· Οὗτος ὁ δίκαιος ἢ ἁμαρτίαν ἔχει καὶ ἀπολαμβάνει αὐτήν, καὶ ἀπέρχεται ἐκεῖ καθαρὸς, ἢ πλέον τῶν ἁμαρτημάτων κολάζεται, καὶ προσθήκη δικαιοσύνης αὐτῷ λογίζεται.