Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Λάζαρον

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλία ΣΤ΄: Η θεία ανταπόδοση και η τελική κρίση

Ερμηνεία του ρήματος «απέλαβες» από την παραβολή. Διευκρινίζεται ότι κανείς δεν είναι απόλυτα αναμάρτητος, και εξηγείται πώς η παρούσα διανομή θλίψεων και ανέσεων προετοιμάζει την τελική θεία δικαιοκρισία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 14 από 16

Τί ὄφελος ἀνθρώπῳ χρήματα κεκτημένῳ, ἀρετὴν δὲ μὴ κεκτημένῳ; Τί λαμβάνεις τὰ τῶν ἄλλων, καὶ τὰ σὰ ἀπολλύεις; Ἔχω, φησὶ, χώραν εὔφορον. Καὶ τί τοῦτο; ἀλλὰ ψυχὴν οὐκ ἔχεις εὔφορον. Ἔχω ἀνδράποδα. Ἀλλ᾽ ἀρετὴν οὐκ ἔχεις. Ἔχω ἱμάτια. Ἀλλ᾽ εὐλάβειαν οὐ κέκτησαι. Τὰ μὲν ἄλλου ἔχεις, τὰ δὲ σὰ οὐκ ἔχεις. Ἐάν τίς σοι δώσῃ παρακαταθήκην, μὴ δύναμαί σε καλέσαι πλούσιον; Οὐχί. Διὰ τί; Ἀλλότρια γὰρ κέκτησαι. Τοῦτο γὰρ παρακαταθήκη ἐστίν· εἴθε γὰρ παρακαταθήκη μόνον ἦν, καὶ μὴ προσθήκη σοι τιμωρίας ἐγίνετο. Ἰδὼν οὖν ὁ πλούσιος τὸν Λάζαρον, λέγει· Πάτερ Ἀβραὰμ, ἐλέησόν με. Πένητος ῥήματα, προσαίτου, πτωχοῦ. Πάτερ Ἀβραὰμ, ἐλέησόν με. Τί θέλεις; Πέμψον Λάζαρον. Ὃν μυριάκις παρέδραμες, ὃν οὐδὲ ἰδεῖν ἠθέλησας, τοῦτον νῦν αἰτεῖς πεμφθῆναί σοι εἰς σωτηρίαν; Πέμψον Λάζαρον.

Καὶ ποῦ νῦν οἱ οἰνοχόοι σου; ποῦ οἱ τάπητες; ποῦ οἱ παράσιτοι; ποῦ οἱ κόλακες; ποῦ ὁ τῦφος; ποῦ ἡ ἀπόνοια; ποῦ τὸ χρυσίον τὸ κατορωρυγμένον; ποῦ τὰ ἱμάτια τὰ σητόβρωτα; ποῦ ὁ ἄργυρος ὁ τιμώμενος παρὰ σοῦ; ποῦ ἡ φαντασία καὶ ἡ ἀπόλαυσις;

Φύλλα ἦν· χειμὼν κατέλαβε, καὶ πάντα ἐξηράνθη· ὄναρ ἦν· ὡς δὲ ἡμέρα ἐγένετο, ἀπῆλθε τὸ ὄναρ· σκιὰ ἦν· ἦλθεν ἡ ἀλήθεια, καὶ παρέδραμεν ἡ σκιά. Πέμψον Λάζαρον. Καὶ διὰ τί οὐδένα βλέπει δίκαιον ἄλλον; οὐ τὸν Νῶε, οὐ τὸν Ἰακὼβ, οὐ τὸν Λὼτ, οὐ τὸν Ἰσαὰκ, ἀλλὰ τὸν Ἀβραάμ; Διὰ τί; Ἐπειδὴ φιλόξενος ἦν ὁ Ἀβραὰμ, καὶ τοὺς ὁδοιποροῦντας εἰς τὴν σκηνὴν εἷλκε. Τῆς τοίνυν ἀπανθρωπίας τούτου ἡ ἐκείνου φιλοξενία μείζων γίνεται κατήγορος. Πέμψον Λάζαρον.

Ἀκούοντες φοβηθῶμεν, ἀγαπητοὶ, μὴ καὶ ἡμεῖς ἴδωμεν πένητας, καὶ παραδράμωμεν, μὴ ἀντὶ Λαζάρου πολλοὶ ἡμῖν τότε γένωνται κατήγοροι. Πέμψον Λάζαρον, ἵνα τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατι βάψας, ἐπιστάξῃ μου τῇ γλώττῃ, ὅτι ἀποτηγανίζομαι. ᾯ γὰρ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Οὐ μετέδωκας ψιχίων; οὐ μεταλαμβάνεις σταγόνος.

Πέμψον Λάζαρον, ἵνα ἄκρῳ τῷ δακτύλῳ ἐπιστάξῃ μου τῇ γλώττῃ, ὅτι ἀποτηγανίζομαι. Καὶ τί πρὸς αὐτὸν ὁ Ἀβραάμ; Τέκνον, ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακὰ αὐτοῦ· καὶ νῦν οὗτος ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Πάλιν ἐνταῦθα οὐκ εἶπεν, Ἔλαβες, ἀλλὰ, Ἀπέλαβες. Πολλὴν διαφορὰν ἔχει ἡ προσθήκη τοῦ συνδέσμου. Ὅπερ γὰρ πολλάκις εἶπον ὑμῶν τῇ ἀγάπῃ, καὶ περὶ τὰς συλλαβὰς ὀφείλομεν εἶναι ἐρευνηταί· Ἐρευνᾶτε γὰρ, φησὶ, τὰς Γραφάς· ἰῶτα γὰρ ἓν, ἢ μία κεραία πολλάκις νόημα ἐγείρει. Ἵνα δὲ μάθῃς ὅτι καὶ προσθήκη ἑνὸς στοιχείου ποιεῖ νόημα, οὗτος ὁ πατριάρχης Ἀβραὰμ Ἁβρὰμ ἐλέγετο πρότερον.

Καὶ λέγει αὐτῷ ὁ Θεός. Οὐκ ἔσται τὸ ὄνομά σου Ἁβρὰμ, ἀλλ᾽ Ἀβραάμ. Ἄλφα προσέθηκε, καὶ πατέρα αὐτὸν πολλῶν ἐθνῶν ἐποίησεν. Ἰδοὺ τοίνυν ἑνὸς στοιχείου προσθήκη πολλὴν εὐγένειαν ἔδειξε. Μὴ παράτρεχε οὖν ἁπλῶς τὰ τοιαῦτα. Οὐ γὰρ εἶπεν, Ἔλαβες τὰ ἀγαθά σου, ἀλλὰ, Ἀπέλαβες· ὁ δὲ ἀπολαμβάνων, τὰ κεχρεωστημένα ἀπολαμβάνει. Πρόσεχε ὃ λέγω· ἄλλο γὰρ τὸ λαβεῖν, καὶ ἄλλο τὸ ἀπολαβεῖν· ἀπολαμβάνει γάρ τις ἅπερ εἶχε, λαμβάνει δὲ πολλάκις ἅπερ οὐκ ἐκέκτητο. Ἀπέλαβες τὰ ἀγαθά σου, καὶ Λάζαρος τὰ κακὰ αὐτοῦ. Ἰδοὺ καὶ ὁ πλούσιος τὰ ἀγαθὰ αὐτοῦ ἀπέλαβε, καὶ ὁ Λάζαρος τὰ κακὰ αὐτοῦ. Ταῦτα δέ μοι πάντα εἴρηται διὰ τοὺς ἐνταῦθα κολαζομένους, καὶ μὴ ἐκεῖ, διὰ τοὺς ἐνταῦθα τρυφῶντας, καὶ ἐκεῖ κολαζομένους. Πρόσεχε τοίνυν ὃ λέγω· Ἀπέλαβες τὰ ἀγαθά σου, καὶ Λάζαρος τὰ κακὰ αὐτοῦ, τὰ κεχρεωστημένα, τὰ ὀφειλόμενα.

Προσέχετε τῷ ζητήματι· φθάνω γὰρ εἰς τὸν τόπον· ἄφες ὑφάνω τὸν ἱστόν. Ἀλλὰ μὴ θορυβεῖσθε ἐν τῷ προοιμίῳ· ἀλλ᾽ ὅταν τι τοιοῦτον λέγω, ἀναμείνατε τὴν λύσιν. Βούλομαι γὰρ ὀξυδερκεῖς ὑμᾶς καταστῆσαι, καὶ μὴ ἁπλῶς ἐπιπολαίως γυμνάζειν, ἀλλὰ καὶ εἰς βυθὸν καταφέρειν τῶν θείων Γραφῶν, βυθὸν οὐκ ἔχοντα χειμῶνα, βυθὸν γαλήνης ἀσφαλέστερον.

Ὅσον οὖν καταβῇς, πλείονα ἀσφάλειαν εὑρίσκεις. Οὐ γάρ ἐστιν ἐνταῦθα ὑδάτων ἄτακτος ῥύμη, ἀλλ᾽ εὔτακτος νοημάτων διάθεσις. Ἀπέλαβες τὰ ἀγαθά σου, καὶ Λάζαρος τὰ κακὰ αὐτοῦ· καὶ νῦν οὗτος παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Ζήτημα μέγα ἐστίν· εἶπον, ὅτι ὁ ἀπολαμβάνων, τὰ κεχρεωστημένα ἀπολαμβάνει. Εἰ τοίνυν ὁ Λάζαρος δίκαιος ἦν, ὥσπερ οὖν καὶ ἦν, καὶ ἔδειξεν ὁ κόλπος τοῦ Ἀβραὰμ, ὁ στέφανος, τὰ βραβεῖα, ἡ ἄνεσις, ἡ ἀπόλαυσις, ἡ καρτερία, ἡ ὑπομονή· οὗτος δὲ ἁμαρτωλὸς καὶ παμπόνηρος καὶ ἀπάνθρωπος, τρυφῇ καὶ μέθῃ προσέχων, Συβαριτικὴν παρατιθέμενος τράπεζαν, ἐν ἀσελγείᾳ τοσαύτῃ καὶ ἀκολασίᾳ στρεφόμενος, διὰ τί αὐτῷ λέγει, ὅτι Ἀπέλαβες; ἐχρεωστεῖτο γάρ τι αὐτῷ, ἀνθρώπῳ πλουτοῦντι, ἀνθρώπῳ ἀσώτῳ καὶ ἀπανθρώπῳ; τί γὰρ αὐτῷ ἐχρεωστεῖτο; διὰ τί γὰρ μὴ εἶπεν, Ἔλαβες, ἀλλ᾽, Ἀπέλαβες;

θʹ. Πρόσεχε τῷ λεγομένῳ· Ἐχρεωστοῦντο αὐτῷ τιμωρίαι, ἐχρεωστοῦντο αὐτῷ κολάσεις, ἐχρεωστοῦντο αὐτῷ ὀδύναι. Διὰ τί μὴ εἶπεν, ὅτι Αὐτὰ ἔλαβες, ἀλλὰ Ἀπέλαβες τὰ ἀγαθά σου ἐκεῖνα, τὸν βίον ἐκεῖνον λέγων, καὶ Λάζαρος τὰ κακὰ αὐτοῦ; Ἀλλὰ σύντεινόν σου τὴν διάνοιαν· εἰς βάθος γὰρ καταβαίνω νοημάτων. Τῶν ἀνθρώπων ἁπάντων τῶν ὄντων οἱ μὲν εἰσὶν ἁμαρτωλοὶ, οἱ δὲ δίκαιοι. Πρόσεχε τοίνυν καὶ ἐν τοῖς δικαίοις διαφοράν· ὁ μὲν δίκαιος, ὁ δὲ πλεῖον δίκαιος· ὁ μὲν ὑψηλότερος, ὁ δὲ μείζων· καὶ καθάπερ ἀστέρες εἰσὶ πολλοὶ καὶ ἥλιος καὶ σελήνη, οὕτω καὶ διαφορὰ δικαίων. Ἄλλη γὰρ δόξα ἡλίου, καὶ ἄλλη σελήνης, καὶ ἄλλη δόξα ἀστέρων. Τὰ μὲν γὰρ διαφέρει ἐν δόξῃ, τὰ δὲ ἐλαττοῦται· καὶ καθάπερ εἰσὶ σώματα ἐπουράνια; οὕτω καὶ σώματα ἐπίγεια· καὶ ὥσπερ ἐν τοῖς σώμασιν ὁ μὲν ἔλαφος, ὁ δὲ κύων, ὁ δὲ λέων, ὁ δὲ ἄλλο θηρίον, ὁ δὲ ἀσπὶς, ὁ δὲ ἄλλο τι τῶν τοιούτων· οὕτω καὶ ἐν τοῖς ἁμαρτήμασι διαφοραί.

Τῶν ἀνθρώπων τοίνυν οἱ μὲν εἰσὶ δίκαιοι, οἱ δὲ ἁμαρτωλοί· ἀλλὰ καὶ ἐν τοῖς δικαίοις πολλὴ διαφορὰ, καὶ ἐν τοῖς ἁμαρτωλοῖς πολλὴ καὶ ἄπειρος. Ἀλλὰ πρόσεχε· Εἰ καὶ δίκαιος ᾖ τις, κἂν μυριάκις ᾖ δίκαιος, καὶ πρὸς αὐτὴν ἀναβῇ τὴν κορυφὴν, ὥστε ἀπηλλάχθαι ἁμαρτημάτων, οὐ δύναται καθαρὸς εἶναι κηλῖδος, κἂν μυριάκις ᾖ δίκαιος, ἀλλ᾽ ἄνθρωπός ἐστι.

Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; Διὰ τοῦτο κελευόμεθα εἰς τὴν εὐχὴν λέγειν· Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ἵνα τῇ συνηθείᾳ τῆς εὐχῆς ἀναμνησθῶμεν ἐκεῖ ὅτι ὑπεύθυνοί ἐσμεν κολάσεσι.

Καὶ γὰρ Παῦλος ὁ ἀπόστολος, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ ναὸς τοῦ Θεοῦ, τὸ στόμα τοῦ Χριστοῦ, ἡ λύρα τοῦ Πνεύματος, ὁ διδάσκαλος τῆς οἰκουμένης, ὁ γῆν καὶ θάλασσαν περιελθὼν, ὁ τὰς ἀκάνθας τῶν ἁμαρτιῶν ἀνασπάσας, ὁ τὰ σπέρματα τῆς εὐσεβείας καταβαλὼν, ὁ βασιλέων εὐπορώτερος, ὁ πλουσίων δυνατώτερος, ὁ στρατιωτῶν ἰσχυρότερος, ὁ φιλοσόφων φιλοσοφώτερος, ὁ ῥητόρων εὐγλωττότερος, ὁ μηδὲν ἔχων καὶ πάντα κεκτημένος, ὁ ἐν τῇ σκιᾷ αὐτοῦ θάνατον λύων, ὁ ἐν τοῖς ἱματίοις αὐτοῦ τὰ νοσήματα φυγαδεύων, ὁ ἐν θαλάσσῃ τρόπαια στήσας, ὁ ἁρπαγεὶς ἕως τρίτου οὐρανοῦ, καὶ εἰς παράδεισον εἰσελθὼν, ὁ τὸν Χριστὸν Θεὸν ἀνακηρύξας, ἐκεῖνος λέγει· Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ᾽ οὐκ ἐν τούτῳ δεδικαίωμαι. Ὁ τοσοῦτον καὶ τηλικοῦτον κεκτημένος ἀρετῶν πλῆθος, λέγει· Ὁ δὲ ἀνακρίνων με Κύριός ἐστι.

Τίς οὖν καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτίας; Ἀμήχανον τοίνυν εἶναι ἄνθρωπόν τινα ἀναμάρτητον. Τί γὰρ λέγεις; δίκαιός ἐστιν; ἐλεήμων ἐστί; φιλόπτωχός ἐστιν; Ἀλλ᾽ ἔχει τι ἐλάττωμα· ἢ ὑβρίζει ἀκαίρως, ἢ κενοδοξεῖ, ἢ ἄλλο τι τοιοῦτον ποιεῖ· οὐ γὰρ δεῖ πάντα καταλέγειν. Ὁ μὲν ἐλεήμων, ἀλλ᾽ οὐ σώφρων πολλάκις· ὁ δὲ σώφρων μὲν, ἀλλ᾽ οὐκ ἐλεήμων· ὁ μὲν ἐν ταύτῃ τῇ ἀρετῇ ὀνομάζεται, ὁ δὲ ἐν ἐκείνῃ.

Ἔστω τις δίκαιος· καὶ πολλάκις μὲν δίκαιός ἐστι, καὶ ἔχει πάντα τὰ ἀγαθὰ, καὶ ἔσχεν ἀπόνοιαν διὰ τὴν δικαιοσύνην, καὶ ἐλυμήνατο αὐτῷ τὴν δικαιοσύνην ἡ ἀπόνοια. Ὁ Φαρισαῖος οὐκ ἦν δίκαιος, νηστεύων δὶς τοῦ σαββάτου; καὶ τί φησιν; Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες καὶ πλεονέκται. Καὶ πολλάκις ἀπὸ καθαροῦ συνειδότος εἰς ἀπόνοιαν ἦλθέ τις· καὶ ὅπερ οὐκ ἔβλαψεν αὐτὸν ἡ ἁμαρτία, ἔβλαψεν αὐτὸν ἡ ἀπόνοια. Οὐκ ἔστι γοῦν ἄνθρωπον καθ᾽ ὅλου οὕτως εἶναι δίκαιον, ὡς καθαρὸν εἶναι ἀπὸ ἁμαρτίας, καὶ πάλιν, οὐκ ἔστιν ἄνθρωπον οὐδένα κακὸν εἶναι, ὡς μὴ ἔχειν τι κἂν μικρὸν ἀγαθόν. Οἷόν τι λέγω· Ὁ δεῖνα ἁρπάζει καὶ πλεονεκτεῖ καὶ λυμαίνεται, ἀλλ᾽ ἐνίοτε ἐλεημοσύνην δίδωσιν, ἀλλ᾽ ἐνίοτε σώφρων ἐστὶν, ἀλλ᾽ ἐνίοτε λόγον ἔχει χρηστὸν, ἀλλ᾽ ἐνίοτε κἂν ἑνὶ ἀνδρὶ ἐβοήθησεν, ἀλλ᾽ ἐνίοτε ἔκλαυσεν, ἀλλ᾽ ἐνίοτε ἐστύγνασεν. Οὔτε οὖν δίκαιός ἐστι χωρὶς ἁμαρτίας, οὔτε ἐστὶν ἁμαρτωλὸς καθόλου ἔρημος ἀγαθοῦ.

Τί τοῦ Ἀχαὰβ χαλεπώτερον; ἥρπασε καὶ ἐφόνευσεν· ἀλλ᾽ ὅμως ἐπειδὴ ἐστύγνασε, λέγει τῷ Ἠλίᾳ ὁ Θεός· Εἶδες πῶς κατενύγη Ἀχαὰβ, εἶδες ἐν τοσούτῳ βυθῷ κακῶν πῶς εὑρέθη τι μικρὸν ἀγαθόν; Τί Ἰούδα χεῖρον τοῦ προδότου, τοῦ αἰχμαλωτισθέντος ὑπὸ τῆς φιλαργυρίας; ἀλλ᾽ ὅμως καὶ αὐτὸς ἐποίησε κἂν μικρόν τι μετὰ ταῦτα ἀγαθόν. Ἥμαρτον γὰρ, φησὶ, παραδοὺς αἷμα ἀθῶον. Ὅπερ οὖν ἔλεγον· οὐ γάρ ἐστι φύσει ἡ κακία, ἵνα μὴ ἔχῃ χώραν ἡ ἀρετή. Τὸ πρόβατον οὐδέποτε δύναται γενέσθαι ἄγριον, φύσει γὰρ ἔχει τὸ ἥμερον· ὁ λύκος οὐδέποτε δύναται γενέσθαι ἥμερος, φύσει γὰρ ἔχει τὸ ἄγριον. Οὐ λύονται οὖν οἱ νόμοι τῆς φύσεως, οὐδὲ σαλεύονται, ἀλλὰ μένουσιν ἀκίνητοι. Ἐπὶ ἐμοῦ τοῦτο οὐκ ἔνι, ἀλλὰ καὶ ἄγριος γίνομαι ὅταν βούλωμαι, καὶ ἥμερος ὅταν θέλω· οὐ γὰρ φύσει δέδεμαι, ἀλλ᾽ ἐλευθερίᾳ προαιρέσεως τετίμημαι. Ὅπερ οὖν εἶπον, οὔτε ἀγαθός τις οὕτως ἐστὶν, ὡς μὴ ἔχειν μικρὰν κηλῖδα, οὔτε πονηρός τις οὕτως ἐστὶν, ὡς μὴ ἔχειν κἂν μικρὸν ἀγαθόν.

Ἐπεὶ οὖν πάντων ἀντίδοσίς ἐστι, καὶ πάντων ἐστὶν ἀμοιβή· κἂν γὰρ φονεὺς ᾖ τις, κἂν πονηρός τις ᾖ, κἂν πλεονέκτης, ποιήσῃ δὲ καλὸν, μένει αὐτῷ τοῦ καλοῦ ἡ ἀνταπόδοσις, καὶ οὐ διὰ τὰ κακὰ, ἃ ἐποίησεν, ἄμισθον γίνεται τὸ καλόν. Καὶ πάλιν, κἂν μυρία τις ἐργάζηται ἀγαθὰ, ποιήσῃ δέ τι φαῦλον, μένει αὐτῷ τοῦ φαύλου ἡ ἀνταπόδοσις. Κάτεχε ταῦτα, τήρει αὐτὰ ὀχυρὰ καὶ ἀκίνητα. Οὔτε ἀγαθός τίς ἐστι χωρὶς ἁμαρτίας, οὔτε κακός τίς ἐστι χωρὶς δικαιοσύνης.

Τὰ αὐτὰ γὰρ λέγω πάλιν, ἵνα ῥιζώσω, ἵνα φυτεύσω, ἵνα εἰς βάθος θήσω. Ἐμβάλλει γάρ τινας μερίμνας ὁ διάβολος εἰς τὴν ψυχὴν, βουλόμενος ἀποβουκολῆσαι ὑμῶν τὴν διάνοιαν, καὶ λυμήνασθαι τὰ παρ᾽ ἐμοῦ λεγόμενα· διὰ τοῦτο εἰς βάθος αὐτὰ καταφέρω.

Ἐὰν γὰρ ὧδε τηρήσῃς ἀσφαλῶς, κἂν ἔξω ἀπέλθῃς, ἀπολέσαι αὐτὰ οὐ δύνασαι. Ὥσπερ γὰρ, ἐὰν βάλω χρυσίον εἰς βαλάντιον, σφίγγω καὶ σφραγίζομαι, ἵνα καὶ ἐμοῦ ἀπόντος ὁ λῃστὴς μὴ λάβῃ, οὕτω καὶ ἐπὶ τῆς ὑμετέρας ἀγάπης ποιῶ· τῇ συνεχείᾳ τῆς διδασκαλίας σφίγγω καὶ σφραγῖδας ἐπιτίθημι, καὶ ἀσφαλίζομαι ὑμῶν τὴν γνώμην, ἵνα μὴ γένηται ἐξίτηλος τῇ ῥᾳθυμίᾳ, ἀλλ᾽ ἵνα τηρήσας μᾶλλον, τῇ ἐνταῦθα γαλήνῃ τὸν ἔξω θόρυβον ἀποκρούσωμαι. Οὐ τοίνυν ταῦτα πολυλογίας τὰ λεγόμενα, ἀλλ᾽ ἐπιμελείας καὶ φιλοστοργίας καὶ πόθου τοῦ διδασκάλου, ἵνα μὴ ἀποῤῥυῇ τὰ λεγόμενα. Ταῦτα γὰρ λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές· διδάξαι βούλομαι, οὐχ ἁπλῶς ἐπιδείξασθαι. Οὐκ ἔστιν οὖν τις δίκαιος, ὃς οὐκ ἔχει ἁμαρτίαν· καὶ οὐκ ἔστι τις ἁμαρτωλὸς ὃς οὐκ ἔχει ἀγαθόν· ἀλλ᾽ ἐπειδὴ ἑκάστων ἐστὶν ἀντίδοσις, βλέπε τί γίνεται· Ὁ ἁμαρτωλὸς ἀπολαμβάνει τῶν ἀγαθῶν αὐτοῦ ἰσόῤῥοπον τὴν ἀντίδοσιν, ἐάν τι ἔχῃ κἂν μικρὸν ἀγαθόν· καὶ ὁ δίκαιος ἀπολαμβάνει τῆς ἁμαρτίας αὐτοῦ τὴν ἰσόῤῥοπον κρίσιν, κἂν μικρόν τι ποιήσῃ κακόν. Τί οὖν γίνεται, καὶ τί ποιεῖ ὁ Θεός; Ἀφώρισε νόσον τῇ ἁμαρτίᾳ, τὸν παρόντα βίον καὶ τὸν μέλλοντα αἰῶνα.

Ἐὰν οὖν ᾖ τις δίκαιος, καὶ ἐργάσηταί τι φαῦλον, καὶ νοσήσῃ ὧδε, καὶ τιμωρίᾳ παραδοθῇ, μὴ θορυβηθῇς, ἀλλ᾽ ἐννόησον πρὸς ἑαυτὸν, καὶ εἰπὲ, ὅτι οὗτος ὁ δίκαιος πώποτε μικρόν τι κακὸν ἐποίησε, καὶ ἀπολαμβάνει ὧδε, ἵνα μὴ ἐκεῖ κολασθῇ.

Πάλιν, ἐὰν ἴδῃς ἁμαρτωλὸν ἁρπάζοντα, πλεονεκτοῦντα, μυρία ποιοῦντα κακὰ, κἂν εὐθυνῇ, ἐννόησον ὅτι ἐποίησέ ποτε ἀγαθόν τι, καὶ ἀπολαμβάνει ὧδε τὰ ἀγαθὰ, ἵνα μὴ ἐκεῖ ἀπαιτήσῃ τὸν μισθόν. Οὕτω κἂν δίκαιος ᾖ τις καὶ πάσχῃ δεινόν τι, διὰ τοῦτο ἀπολαμβάνει ὧδε, ἵνα ὧδε ἀπόθηται τὴν ἁμαρτίαν, καὶ ἀπέλθῃ ἐκεῖ καθαρός· κἂν ἁμαρτωλός τις ᾖ, γέμων κακῶν, καὶ μυρία ἀνίατα νοσῶν, ἁρπάζων, πλεονεκτῶν, διὰ τοῦτο ἀπολαύει ἐνταῦθα εὐημερίας, ἵνα μὴ ἐκεῖ ἀπαιτήσῃ μισθόν. Ἐπειδὴ οὖν συνέβαινε καὶ τὸν Λάζαρον ἔχειν τινὰ ἁμαρτήματα, καὶ τὸν πλούσιον ἔχειν τι ἀγαθὸν, διὰ τοῦτο ὁ Ἀβραὰμ λέγει· Ὧδε μηδὲν ζήτει· ἀπέλαβες τὰ ἀγαθά σου ἐκεῖ, καὶ ὁ Λάζαρος τὰ κακὰ αὐτοῦ. Καὶ ἵνα μάθῃς ὅτι οὐχ ἁπλῶς λέγω ταῦτα, ἀλλ᾽ οὕτως ἐστὶ, λέγει· Ἀπέλαβες τὰ ἀγαθά σου. Ποῖα; ἐποίησάς τι ἀγαθόν; ἀπέλαβές σου τὸν πλοῦτον, τὴν ὑγείαν, τὴν τρυφὴν, τὴν δυναστείαν, τὴν τιμήν· οὐδέν σοι κεχρεώστηται· ἀπέλαβες τὰ ἀγαθά σου. Τί οὖν; ὁ Λάζαρος οὐδὲν ἥμαρτε; Ναὶ, καὶ Λάζαρος τὰ κακὰ αὐτοῦ. Ὅτε σὺ ἀπελάμβανες τὰ ἀγαθὰ, τότε καὶ Λάζαρος τὰ κακά· διὰ τοῦτο νῦν οὗτος παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Ὥστε ὅταν ἴδῃς δίκαιον κολαζόμενον ὧδε, μακάριζε αὐτὸν, καὶ λέγε· Οὗτος ὁ δίκαιος ἢ ἁμαρτίαν ἔχει καὶ ἀπολαμβάνει αὐτήν, καὶ ἀπέρχεται ἐκεῖ καθαρὸς, ἢ πλέον τῶν ἁμαρτημάτων κολάζεται, καὶ προσθήκη δικαιοσύνης αὐτῷ λογίζεται.

Λόγος γὰρ γίνεται ἐκεῖ· καὶ λέγει ὁ Θεὸς τῷ δικαίῳ· Ἔχεις μου τόσον· τυχὸν δὲ πιστεύει αὐτῷ δέκα ὀβολοὺς καὶ ποιεῖ αὐτῷ λόγον τῶν δέκα ὀβολῶν. Ἐὰν δὲ δαπανήσῃ ἑξήκοντα ὀβολοὺς, λέγει αὐτῷ ὁ Θεός· Τοὺς δέκα ὀβολοὺς λογίζομαί σοι εἰς ἁμαρτίαν, καὶ τοὺς πεντήκοντα εἰς δικαιοσύνην. Ἵνα δὲ μάθῃς ὅτι τὸ λειπόμενον εἰς δικαιοσύνην αὐτῷ λογίζεται, Ἰὼβ δίκαιος ἦν, ἄμεμπτος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος· ἐκολάσθη αὐτοῦ τὸ σῶμα ὧδε, ἵνα ἐκεῖ μισθοὺς ἀπαιτήσῃ.

Τί γάρ φησιν ὁ Θεὸς πρὸς αὐτόν; Ἄλλως οἴει με κεχρηματικέναι σοι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Τὴν αὐτὴν τοίνυν τοῖς δικαίοις ὑπομονὴν ἐπιδειξάμενοι, καὶ τῇ ἀγαθῇ αὐτῶν πολιτείᾳ τὴν καρτερίαν ἰσόῤῥοπον ἐπιδειξάμενοι, ἀπολάβωμεν τὰ ἀγαθὰ τὰ εὐτρεπισμένα τοῖς ἁγίοις τοῖς ἀγαπῶσι τὸν Θεόν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.