Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Λάζαρον

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλία Α΄: Η παραβολή του Λαζάρου, η καταδίκη της τρυφής και η καρτερία των δικαίων

Εισαγωγή στην παραβολή του Πλουσίου και του Λαζάρου. Καταδικάζεται η σκληρότητα και η πολυτελής διαβίωση του πλουσίου, ενώ εξάρεται η υπομονή του Λαζάρου εν μέσω φτώχειας, ασθένειας και εγκατάλειψης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 16

Δεῖ δὲ λοιπὸν ἐπὶ τὴν τῶν τρυφώντων κατηγορίαν βαδίσαι. Ἕως γὰρ ἂν ἑστήκῃ ἡ ἑορτὴ αὕτη, καὶ τὰ ἕλκη τῆς μέθης ἐν ταῖς τῶν μεθυόντων ἐργάζεται ψυχαῖς ὁ διάβολος, καὶ ἡμᾶς τὰ φάρμακα ἐπιτιθέναι χρή. ϛʹ. Χθὲς μὲν οὖν τὸν Παῦλον αὐτοῖς ἐπετειχίσαμεν λέγοντα· Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Σήμερον δὲ τὸν Παύλου Δεσπότην δείξομεν αὐτοῖς, οὐχὶ παραινοῦντα μόνον, οὐδὲ συμβουλεύοντα ἀπέχεσθαι τρυφῆς, ἀλλὰ καὶ κολάζοντα τὸν ἐν τρυφῇ ζῶντα, καὶ τιμωρούμενον.

Ἡ γὰρ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου καὶ τῶν ἑκατέροις συμβάντων ἱστορία οὐδὲν ἕτερον ἢ τοῦτο ἐνδείκνυται. Μᾶλλον δὲ, ἵνα μὴ παρέργως τοῦτο ποιήσωμεν, ἄνωθεν ὑμῖν αὐτὴν ἀναγνώσομαι τὴν παραβολήν. Ἄνθρωπός τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος καθ᾽ ἡμέραν λαμπρῶς· πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο εἰς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος, καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι, περιέλειχον τὰ ἕλκη αὐτοῦ. Τίνος μὲν οὖν ἕνεκεν ἐν παραβολαῖς ἐλάλει ὁ Δεσπότης, καὶ τί δήποτε τῶν παραβολῶν τὰς μὲν ἔλυε, τὰς δὲ οὐκ ἔλυε, καὶ τί πότ᾽ ἐστιν ἡ παραβολὴ, καὶ ὅσα τοιαῦτα, εἰς ἕτερον καιρὸν ταμιευσόμεθα, ὥστε μὴ τοῦ κατεπείγοντος ἀποστῆναι λόγου νῦν· ἐκεῖνο δὲ τέως πρὸς ὑμᾶς ἐροῦμεν μόνον, τίς ἐστι τῶν εὐαγγελιστῶν ὁ τὴν παραβολὴν ταύτην εἰρηκέναι τὸν Χριστὸν εἰπών. Τίς οὖν ἐστιν; Ὁ Λουκᾶς μόνος.

Καὶ γὰρ καὶ τοῦτο ἀναγκαῖον εἰδέναι, ὅτι τῶν εἰρημένων τὰ μὲν οἱ τέσσαρες εἶπον, τὰ δὲ κατ᾽ ἰδίαν ἕκαστος ἀπολαβών. Τίνος ἕνεκεν; Ἵνα καὶ τῶν λοιπῶν ἀναγκαία ἡμῖν ἡ ἀνάγνωσις γένηται, καὶ τὸ τῆς συμφωνίας ἐξαίρετον διαφανῇ. Εἰ μὲν γὰρ πάντες ἅπαντα εἶπον, οὐκ ἂν πᾶσι μετὰ σπουδῆς προσείχομεν, ἀρκοῦντος ἑνὸς διδάξαι τὸ πᾶν· εἰ δὲ πάντες πάντα ἐξηλλαγμένα εἶπον, οὐκ ἂν ἐφάνη τὸ τῆς συμφωνίας ἐξαίρετον. Διὰ τοῦτο καὶ κοινῇ πάντες πολλὰ ἔγραψαν, καὶ κατ᾽ ἰδίαν ἕκαστος ἀπολαβών. Ὅπερ οὖν Χριστὸς διὰ τῆς παραβολῆς διδάσκει, τοῦτό ἐστιν.

Ἄνθρωπός τις, φησὶν, ἦν πλούσιος κακίᾳ πολλῇ συζῶν, οὐδεμιᾶς πεῖραν ἐδέχετο συμφορᾶς, ἀλλὰ πάντα αὐτῷ ὥσπερ ἐκ πηγῶν ἐπέῤῥει. Ὅτι γὰρ οὐδὲν τῶν ἀδοκήτων συνέβαινεν αὐτῷ, οὐδ᾽ ἀθυμίας ὑπόθεσις, οὐδ᾽ ἀνωμαλία τις βιωτικὴ, αὐτὸ τοῦτο ᾐνίξατο τὸ εἰπεῖν, ὅτι ηὐφραίνετο καθ᾽ ἡμέραν. Ὅτι δὲ κακίᾳ συνέζη, δῆλον μὲν καὶ ἐκ τοῦ λαχόντος αὐτῷ τέλους, καὶ πρὸ τοῦ τέλους δὲ ἐκ τῆς περὶ τὸν πένητα γενομένης ὑπεροψίας. Ὅτι γὰρ οὐ μόνον ἐκεῖνον τὸν ἐν τῷ πυλῶνι, ἀλλ᾽ οὐδ᾽ ἄλλον τινὰ ἠλέει, αὐτὸς ἐκεῖνος τοῦτο ἔδειξεν. Εἰ γὰρ τὸν ἐν τῷ πυλῶνι διηνεκῶς ἐῤῥιμμένον, καὶ πρὸ τῶν ὀφθαλμῶν κείμενον, ὃν καθ᾽ ἑκάστην ἡμέραν, καὶ ἅπαξ, καὶ δὶς, καὶ πλεονάκις, ὁρᾷν ἠναγκάζετο εἰσιὼν καὶ ἐξιών· οὐ γὰρ ἐν ἀμφόδῳ, οὐδ᾽ ἐν κρυπτῷ καὶ στενωπῷ κατέκειτο τόπῳ, ἀλλ᾽ ἔνθα συνεχεῖς τὰς εἰσόδους καὶ τὰς ἐξόδους ποιούμενος ὁ πλούσιος, ἄκων αὐτὸν ὁρᾷν ἠναγκάζετο· εἰ τοίνυν τοῦτον οὐκ ἠλέησε, τὸν ἐν τοσούτῳ χαλεπῷ πάθει κατακείμενον, καὶ ἀπορίᾳ τοσαύτῃ συζῶντα, μᾶλλον δὲ διὰ παντὸς τοῦ βίου ἀῤῥωστίᾳ ταλαιπωροῦντα, καὶ ἀῤῥωστίᾳ χαλεπωτάτῃ· πρὸς τίνα ἂν τῶν ἐντυγχανόντων ἐπεκάμφθη ποτέ; Καὶ γὰρ εἰς τὴν προτέραν ἡμέραν παρέδραμε, τὴν δευτέραν εἰκὸς ἦν τι παθεῖν· εἰ δὲ καὶ ἐν ταύτῃ παρεῖδεν, ἀλλὰ τὴν τρίτην, ἢ τὴν τετάρτην, ἢ τὴν μετ᾽ ἐκείνην, πάντως αὐτὸν ἐπικαμφθῆναι ἔδει, καὶ εἰ τῶν θηρίων ἀγριώτερος ἦν.

Ἀλλ᾽ οὐδὲν ἔπαθε τοιοῦτον· ἀλλὰ καὶ ἐκείνου τοῦ δικαστοῦ, τοῦ μήτε τὸν Θεὸν φοβουμένου, μήτε ἀνθρώπους αἰδουμένου καὶ ἰταμώτερος καὶ ἀπηνέστερος γέγονεν. Ἐκεῖνον μὲν γὰρ ἡ τῆς χήρας συνέχεια, καὶ ταῦτα ὠμὸν ὄντα καὶ ἄγριον, δοῦναι τὴν χάριν ἔπεισε, καὶ πρὸς τὴν ἱκετηρίαν ἐπέκαμψε· τοῦτον δὲ οὐδὲ τοῦτο ἴσχυσεν ἐπικάμψαι πρὸς τὴν τοῦ πένητος ἀντίληψιν· καίτοι γε οὐκ ἴση ἦν ἡ αἴτησις, ἀλλ᾽ αὕτη πολλῷ εὐκολωτέρα καὶ δικαιοτέρα. Ἡ μὲν γὰρ κατὰ τῶν ἐχθρῶν αὐτὸν παρεκάλει, οὗτος δὲ ἠξίου λῦσαι λιμὸν, καὶ μὴ περιιδεῖν ἀπολλύμενον· κἀκείνη μὲν ἠνώχλει παρακαλοῦσα, οὗτος δὲ πολλάκις τῆς ἡμέρας ἐφαίνετο τῷ πλουσίῳ σιγῇ κείμενος· πολὺ δὲ τοῦτο ἱκανὸν μαλάξαι μᾶλλον καὶ λιθίνην διάνοιαν. Ἐνοχλούμενοι γὰρ πολλάκις καὶ παροξυνόμεθα· ὅταν δὲ τοὺς δεομένους βοηθείας ἴδωμεν σιγῇ πολλῇ παρεστῶτας, καὶ μηδὲν φθεγγομένους, ἀλλ᾽ ἀποτυγχάνοντας μὲν ἀεὶ, μὴ δυσχεραίνοντας δὲ, ἀλλὰ σιγῇ φαινομένους μόνον ἡμῖν, κἂν αὐτῶν τῶν λίθων ὦμεν ἀναισθητότεροι, τὴν ὑπερβολὴν τῆς ἐπιεικείας αἰδεσθέντες κατακαμπτόμεθα. Καὶ ἕτερον δέ τι πρὸς τούτοις τούτων οὐκ ἔλαττον ἦν, τὸ καὶ τὴν ὄψιν αὐτὴν ἐλεεινὴν εἶναι τοῦ πένητος, λιμῷ καὶ ἀῤῥωστίᾳ μακρᾷ κατεργασθεῖσαν. Ἀλλ᾽ ὅμως οὐδὲν τούτων τὸν ἀνήμερον ἐκεῖνον ἐμάλαξε.

ζʹ. Πρώτη μὲν οὖν κακία αὕτη ὠμότητος, καὶ ἀπανθρωπία ὑπερβολὴν οὐκ ἔχουσα. Οὐ γάρ ἐστιν ἴσον ἐν πενίᾳ ζῶντα μὴ βοηθεῖν τοῖς δεομένοις, καὶ τοσαύτης ἀπολαύοντα τρυφῆς, λιμῷ τηκομένους ἑτέρους περιορᾷν. Πάλιν οὐκ ἔστιν ἴσον, ἅπαξ ἢ δεύτερον ἰδόντα πτωχὸν, παραδραμεῖν, καὶ καθ᾽ ἑκάστην ἡμέραν βλέποντα μηδὲ ὑπὸ τῆς κατὰ τὴν ὄψιν συνεχείας πρὸς τὸν ἔλεον καὶ τὴν φιλανθρωπίαν διαναστῆναι ταύτην. Πάλιν οὐκ ἔστιν ἴσον ἐν συμφοραῖς ὄντα καὶ ἀθυμίαις καὶ κακῶς τὴν ψυχὴν διακείμενον μὴ βοηθεῖν τοῖς πλησίον, καὶ τοσαύτης ἀπολαύοντα εὐφροσύνης καὶ διηνεκοῦς εὐπραγίας, λιμῷ τηκομένους ἑτέρους περιορᾷν, καὶ ἀποκλεῖσαι τὰ σπλάγχνα, καὶ μηδὲ ὑπὸ τῆς χαρᾶς αὐτῆς γενέσθαι φιλανθρωπότερον.

Ἴστε γὰρ δήπου τοῦτο, ὅτι κἂν ἁπάντων ὦμεν ἀγριώτεροι, ταῖς εὐπραγίαις ἡμερώτεροι καὶ χρηστότεροι πεφύκαμεν γίνεσθαι. Ἀλλ᾽ ἐκεῖνος οὐδὲ ὑπὸ τῆς εὐημερίας βελτίων ἐγένετο, ἀλλ᾽ ἔμενεν ἐκτεθηριωμένος, μᾶλλον δὲ καὶ θηρίου παντὸς ὠμότητα καὶ ἀπανθρωπίαν τοῖς τρόποις ἀπέκρυψεν. Ἀλλ᾽ ὅμως ὁ μὲν ἐν πονηρίᾳ ζῶν καὶ ἀπανθρωπίᾳ πάσης ἀπήλαυεν εὐπραγίας, ὁ δὲ δίκαιος καὶ ἀρετῆς ἐπιμελούμενος ἐν ἐσχάτοις ἦν κακοῖς. Ὅτι γὰρ δίκαιος ὁ Λάζαρος ἦν, πάλιν καὶ ἐνταῦθα τὸ τέλος ἀπέδειξε, καὶ πρὸ τοῦ τέλους αὐτὴ ἡ κατὰ τὴν πενίαν ὑπομονή. Ἆρα οὐ δοκεῖτε αὐτὰ παρόντα τὰ πράγματα ὁρᾷν; Πλήρης τῷ πλουσίῳ ἡ ναῦς τῆς ἐμπορίας ἦν, καὶ ἐξ οὐρίας ἔπλει. Ἀλλὰ μὴ θαυμάσητε· εἰς ναυάγιον γὰρ ἠπείγετο, ἐπειδὴ τὸν φόρτον οὐκ ἠθέλησε διαθέσθαι μετ᾽ εὐλαβείας. Βούλει σοι καὶ ἑτέραν εἴπω κακίαν αὐτοῦ;

Τὸ καθ᾽ ἑκάστην ἡμέραν τρυφᾷν ἀδεῶς. Καὶ γὰρ καὶ τοῦτο κακία ἐσχάτη, οὐχὶ νῦν, ὅτε τοσαύτην ἀπαιτούμεθα φιλοσοφίαν, ἀλλὰ καὶ ἐν ἀρχῇ ἐπὶ τῆς Παλαιᾶς, ὅτε οὐ τοσαύτης φιλοσοφίας ἐπίδειξις ἦν. Ἄκουσον γοῦν τί φησιν ὁ προφήτης· Οὐαὶ οἱ ἐρχόμενοι εἰς ἡμέραν κακὴν, οἱ ἐγγίζοντες καὶ ἁπτόμενοι σαββάτων ψευδῶν. Τί ἐστιν, οἱ ἁπτόμενοι σαββάτων ψευδῶν;

Οἱ Ἰουδαῖοι νομίζουσιν, ὅτι δι᾽ ἀργίαν αὐτοῖς τὸ σάββατον δέδοται. Οὐκ ἔστι δὲ αὕτη ἡ αἰτία, ἀλλ᾽ ἵνα τῶν βιωτικῶν ἑαυτοὺς ἀπαγαγόντες, τὴν σχολὴν ἅπασαν εἰς τὰ πνευματικὰ ἀναλίσκωσιν. Ὅτι γὰρ οὐκ ἀργίας ἐστὶ τὸ σάββατον, ἀλλ᾽ ἐργασίας ἐστὶ πνευματικῆς ὑπόθεσις, ἀπ᾽ αὐτῶν τῶν πραγμάτων δῆλον. Ὁ γοῦν ἱερεὺς διπλοῦν ἔργον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ποιεῖ καὶ καθ᾽ ἑκάστην ἡμέραν ἁπλῆς ἀναφερομένης θυσίας, διπλῆν ἀναφέρειν κελεύεται τότε.

Εἰ δὲ καθάπαξ ἀργίας ἦν τὸ σάββατον, πρὸ τῶν ἄλλων τὸν ἱερέα ἀργεῖν ἐχρῆν. Ἐπεὶ οὖν οἱ Ἰουδαῖοι τῶν βιωτικῶν ἀπαλλαγέντες πραγμάτων, τοῖς πνευματικοῖς οὐ προσεῖχον, σωφροσύνῃ καὶ ἐπιεικείᾳ καὶ ἀκροάσει θείων λογίων, ἀλλὰ τοὐναντίον ἐποίουν, γαστριζόμενοι, μεθύοντες, διαῤῥηγνύμενοι, τρυφῶντες, διὰ τοῦτο κατηγόρησεν αὐτῶν ὁ προφήτης. Εἰπὼν γὰρ, Οὐαὶ οἱ ἐρχόμενοι εἰς ἡμέραν κακὴν, καὶ ἐπαγαγὼν, Οἱ ἐφαπτόμενοι σαββάτων ψευδῶν, ἔδειξε διὰ τῆς ἐπαγωγῆς, πῶς ἦν αὐτοῖς τὰ σάββατα ψευδῆ. Πῶς οὖν αὐτὰ ἐποίουν ψευδῆ; Τῷ κακίαν ἐργάζεσθαι, τρυφῶντες, μεθύοντες, καὶ τὰ μυρία αἴσχιστα καὶ χαλεπὰ πράσσοντες. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τῶν ἑξῆς. Δείκνυσι γὰρ ὃ λέγω δι᾽ ὧν εὐθὺς ἐπάγει καὶ λέγει· Οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ κατασπαταλῶντες ἐπὶ τῶν στρωμνῶν αὐτῶν, οἱ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων, καὶ μοσχάρια ἐκ βουκολίων γαλαθηνὰ, οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι. Ἔλαβες τὸ σάββατον, ἵνα τῆς πονηρίας ἀπαλλάξῃς τὴν ψυχήν· σὺ δὲ αὐτὴν κατεργάζῃ πλέον. Τί γὰρ ἂν γένοιτο τῆς βλακείας ταύτης χεῖρον, ἢ τὸ ἐπὶ κλινῶν ἐλεφαντίνων καθεύδειν; Αἱ ἄλλαι ἁμαρτίαι κἂν μικράν τινα ἡδονὴν ἔχωσιν, οἷον ἡ μέθη, ἡ πλεονεξία καὶ ἀσωτία· τὸ δὲ ἐπὶ κλινῶν ἐλεφαντίνων καθευδῆσαι, ποίαν ἡδονὴν ἔχει; ποίαν παραμυθίαν;

Μὴ γὰρ ἡδίω καὶ γλυκύτερον ἡμῖν τὸν ὕπνον ἐργάζεται τῆς κλίνης τὸ κάλλος; Φορτικώτατον μᾶλλον μὲν οὖν καὶ ἐπαχθέστατον τοῦτο, ἐὰν νοῦν ἔχωμεν. Ὅταν γὰρ ἐννοήσῃς ὅτι, σοῦ καθεύδοντος ἐπὶ κλίνης ἐλεφαντίνης, ἕτερος οὐδ᾽ ἄρτου μετὰ ἀδείας ἀπολαύειν ἔχει, οὐ καταγνώσεταί σου τὸ συνειδὸς, καὶ ἐπαναστήσεται κατηγοροῦν τῆς ἀνωμαλίας ταύτης; Εἰ δὲ τὸ ἐπὶ ἐλεφαντίνων κλινῶν καθεύδειν ἔγκλημα, ὅταν καὶ ἀργύρῳ περιβεβλημέναι πάντοθεν ὦσι, ποίαν ἕξομεν ἀπολογίαν; Βούλει κάλλος κλίνης ἰδεῖν; Ἐγώ σοι δείκνυμι νῦν, οὐκ ἰδιωτικῆς, οὐδὲ στρατιωτικῆς, ἀλλὰ βασιλικῆς κλίνης εὐπρέπειαν.

Κἂν γὰρ φιλοτιμότατος ᾖς πάντων, εὖ οἶδα ὅτι τῆς τοῦ βασιλέως κλίνης οὐκ ἐθελήσεις ἔχειν εὐπρεπεστέραν· καὶ τὸ δὴ μεῖζον, οὐ τοῦ τυχόντος βασιλέως, ἀλλὰ τοῦ πρώτου, καὶ τοῦ πάντων βασιλέων βασιλικωτέρου, καὶ μέχρι νῦν ᾀδομένου πανταχοῦ τῆς οἰκουμένης· δείκνυμί σοι κλίνην τὴν τοῦ μακαρίου Δαυΐδ. Ποταπὴ τοίνυν ἦν ἐκείνη; Οὐκ ἀργύρῳ καὶ χρυσῷ, ἀλλὰ δάκρυσι καὶ ἐξομολογήσεσι πάντοθεν ἦν κεκαλλωπισμένη. Καὶ ταῦτα αὐτός φησιν οὕτω λέγων· Λούσω καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην μου· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Ὥσπερ γὰρ μαργαρῖται τὰ δάκρυα αὐτῇ ἐπεπήγει πάντοθεν.

ηʹ. Καὶ σκόπει μοι φιλόθεον ψυχήν· ἐπειδὴ γὰρ ἐν ἡμέρᾳ πολλαὶ αἱ φροντίδες ἀρχόντων, ταξιαρχῶν, ἐθνῶν, δήμων, στρατιωτῶν, πολέμων, εἰρήνης, τῶν πολιτικῶν πραγμάτων, τῶν κατὰ τὴν οἰκίαν, τῶν πόῤῥωθεν, τῶν πλησίον, περιεῖλκον αὐτὸν καὶ ἀπῆγον· τὴν σχολὴν, ἣν πάντες εἰς τὸ καθεύδειν ἀναλίσκομεν, εἰς ἐξομολόγησιν καὶ εὐχὰς καὶ δάκρυα ἀνήλισκεν ἐκεῖνος. Καὶ οὐχὶ μίαν τοῦτο ἐποίησε νύκτα, τὴν δὲ δευτέραν ἐπαύσατο, οὐδὲ δύο καὶ τρεῖς, τὰς δὲ μεταξὺ διέλιπεν, ἀλλὰ καθ᾽ ἑκάστην νύκτα τοῦτο ἔπραττε. Λούσω γὰρ καθ᾽ ἑκάστην νύκτα, φησὶ, τὴν κλίνην μου· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω, τὴν δαψίλειαν τῶν δακρύων καὶ τὴν συνέχειαν ἐμφαίνων. Πάντων γὰρ ἡσυχαζόντων, καὶ ἐν ἠρεμίᾳ ὄντων, μόνος τῷ Θεῷ τότε ἐνετύγχανε, καὶ παρῆν ὁ ἀκοίμητος ὀφθαλμὸς ὀδυρομένῳ καὶ θρηνοῦντι καὶ τὰ οἰκεῖα ἐξαγγέλλοντι κακά. Τοιαύτην καὶ σὺ κατασκεύασον κλίνην. Ὁ μὲν γὰρ ἄργυρος περικείμενος καὶ φθόνον παρὰ ἀνθρώπων ἐγείρει, καὶ ὀργὴν ἐκκαίει τὴν ἄνωθεν.

Τὰ δὲ τοιαῦτα δάκρυα, οἷα τὰ τοῦ Δαυῒδ, καὶ αὐτὸ τὸ τῆς γεέννης οἶδε κατασβέσαι πῦρ. Βούλει σοι καὶ ἑτέραν δείξω κλίνην; τὴν τοῦ Ἰακὼβ λέγω. Ἔδαφος εἶχεν ὑποκείμενον, καὶ λίθον ὑπὸ τὴν κεφαλὴν αὐτοῦ· διὰ τοῦτο καὶ τὸν νοητὸν εἶδε λίθον, καὶ τὴν κλίμακα ἐκείνην, δι᾽ ἧς ἀνέβαινον καὶ κατέβαινον ἄγγελοι. Τοιαύτας ἐπινοῶμεν κλίνας καὶ ἡμεῖς, ἵνα καὶ τοιαῦτα βλέπωμεν ὀνείρατα. Ἂν δὲ ἐπὶ τῆς ἀργυρᾶς ὦμεν κατακείμενοι, οὐ μόνον οὐδεμίαν ἡδονὴν καρπωσόμεθα, ἀλλὰ καὶ ἀθυμίαν ὑπομενοῦμεν. Ὅταν γὰρ ἐννοήσῃς, ὅτι ἐν κρυμῷ ἐσχάτῳ, ἐν νυκτὶ μέσῃ, σοῦ καθεύδοντος ἐπὶ κλίνης, ὁ πένης ἐπὶ στιβάδος ἔῤῥιπται ἐν τοῖς τῶν βαλανείων προπυλαίοις, καλάμην περιβεβλημένος, τρέμων, πηγνύμενος τῷ κρύει, ἀγχόμενος τῷ λιμῷ· κἂν ἁπάντων μᾶλλον λίθινος ᾖς, εὖ οἶδα, ὅτι καταγνώσῃ σαυτοῦ, σὺ μὲν ὑπὲρ τὴν χρείαν τρυφῶν, ἐκεῖνον δὲ μηδὲ τῶν κατὰ χρείαν ἀπολαύειν ἀφείς. Οὐδεὶς στρατευόμενος, φησὶν, ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις. Στρατιώτης εἶ πνευματικός· στρατιώτης δὲ τοιοῦτος οὐ καθεύδει ἐπὶ κλίνης ἐλεφαντίνης, ἀλλὰ ἐπὶ ἐδάφους· οὐ χρίεται μύροις· τῶν γὰρ ἡταιρηκότων καὶ διεφθαρμένων ἡ τοιαύτη σπουδὴ, τῶν ἐπὶ τῆς σκηνῆς, τῶν ἐν ἀμελείᾳ ζώντων· σὲ δὲ οὐχὶ μύρων, ἀλλ᾽ ἀρετῆς ἀποπνεῖν δεῖ. Οὐδὲν ψυχῆς ἀκαθαρτότερον, ὅταν τὸ σῶμα τοιαύτην ἔχῃ τὴν εὐωδίαν.

Τῆς γὰρ δυσωδίας τῆς ἔνδον καὶ τῆς ἀκαθαρσίας δεῖγμα ἡ τοῦ σώματος καὶ τῶν ἱματίων εὐωδία γένοιτ᾽ ἄν. Ὅταν γὰρ ἐπελθὼν ὁ διάβολος διαθρύψῃ τὴν ψυχὴν, καὶ βλακείας ἐμπλήσῃ πολλῆς, τότε καὶ εἰς τὸ σῶμα τῆς οἰκείας διαφθορᾶς τὴν κηλῖδα ἐναπομάσσεται διὰ τῶν μύρων. Καὶ καθάπερ οἱ κορύζῃ τινὶ καὶ κατάῤῥῳ διηνεκῶς ἁλισκόμενοι, καὶ τὰ ἱμάτια καὶ τὰς χεῖρας καὶ τὴν ὄψιν μολύνουσι, τὸ διὰ τῶν ῥινῶν ῥέον συνεχῶς ἐναπομασσόμενοι· οὕτω δὴ καὶ ἡ ψυχὴ τοῦ πονηροῦ τούτου ῥεύματος τὴν κακίαν εἰς τὸ σῶμα ἐναπομάσσεται.

Τίς γὰρ γενναῖόν τι καὶ χρηστὸν ὑπολήψεται περὶ τοῦ μύρων ὄζοντος καὶ γυναικιζομένου, μᾶλλον δὲ ἑταιριζομένου, καὶ ὀρχηστικὸν ἀναιρουμένου βίον; Πνείτω σου πνευματικῆς εὐωδίας ἡ ψυχὴ, ἵνα καὶ σαυτὸν καὶ τοὺς συγγινομένους σοι ὠφελῇς τὰ μέγιστα.

Οὐδὲν γὰρ, οὐδὲν τρυφῆς χαλεπώτερον. Ἄκουσον τί περὶ αὐτῆς φησι πάλιν ὁ Μωϋσῆς· Ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Καὶ οὐκ εἶπεν, ὅτι ἀπέστη, ἀλλ᾽, Ἀπελάκτισεν ὁ ἠγαπημένος, τὸ γαῦρον καὶ δυσήνιον αὐτοῦ παρεμφαίνων ἡμῖν. Καὶ πάλιν ἀλλαχοῦ· Φαγὼν καὶ πιὼν πρόσεχε σεαυτῷ, μήποτε ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου. Οὕτως ἡ τρυφὴ πρὸς λήθην ἐξάγειν εἴωθε. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, ἐὰν καθίσῃς ἐπὶ τῆς τραπέζης, ἀναμνήσθητι ὅτι μετὰ τὴν τράπεζαν εὔχεσθαί σε δεῖ· καὶ οὕτω συμμέτρως ἔμπλησον τὴν γαστέρα, ἵνα μὴ βαρυνόμενος ἀδυνατήσῃς γόνυ κλῖναι, καὶ τὸν Θεὸν παρακαλέσαι. Οὐχ ὁρᾶτε τὰ ὑποζύγια, ὅτι μετὰ τὴν φάτνην ὁδοιπορίας ἅπτεται, καὶ ἀχθοφορεῖ, καὶ τὴν οἰκείαν διακονίαν ἀποπληροῖ; Σὺ δὲ μετὰ τὴν τράπεζαν ἄχρηστος πρὸς πᾶν ἔργον καὶ ἀνεπιτήδειος γίνῃ. Καὶ πῶς οὐκ ἔσῃ καὶ τῶν ὄνων αὐτῶν ἀτιμότερος; Τίνος ἕνεκεν; Ὅτι τότε μάλιστα νήφειν χρὴ καὶ ἐγρηγορέναι. Ὁ γὰρ μετὰ τὴν τράπεζαν καιρὸς εὐχαριστίας ἐστὶ καιρός· τὸν δὲ εὐχαριστοῦντα οὐχὶ μεθύειν, ἀλλὰ νήφειν δεῖ καὶ ἐγρηγορέναι.

Ἀπὸ τραπέζης μὴ ἐπὶ κλίνην, ἀλλ᾽ ἐπ᾽ εὐχὴν τρεπώμεθα, ἵνα μὴ τῶν ἀλόγων ἀλογώτεροι γινώμεθα. θʹ. Οἶδα ὅτι πολλοὶ καταγνώσονται τῶν λεγομένων, ὡς καινήν τινα καὶ παράδοξον συνήθειαν εἰσαγόντων τῷ βίῳ· ἀλλ᾽ ἐγὼ μειζόνως τῆς πονηρᾶς καταγνώσομαι συνηθείας τῆς νῦν κατεχούσης ἡμᾶς. Ὅτι γὰρ μετὰ τροφὴν καὶ τράπεζαν οὐχ ὕπνον οὐδὲ εὐνὴν, ἀλλ᾽ εὐχὰς καὶ θείων Γραφῶν ἀνάγνωσιν διαδέχεσθαι χρὴ, τοῦτο σαφέστερον ἐδήλωσεν ὁ Χριστός. Τὰ γοῦν ἄπειρα πλήθη τότε ἑστιάσας ἐπὶ τῆς ἐρήμου, οὐκ ἐπὶ κλίνην καὶ ὕπνον αὐτοὺς ἔπεμψεν, ἀλλ᾽ ἐπὶ θείων ἀκρόασιν ἐκάλεσε λογίων. Οὐ γὰρ διέῤῥηξεν αὐτῶν τὰς γαστέρας, οὐδὲ εἰς μέθην ἐξέβαλεν, ἀλλὰ πληρώσας αὐτῶν τὴν χρείαν, πρὸς τὴν πνευματικὴν ἦγε τροφήν.

Οὕτω καὶ ἡμεῖς ποιῶμεν, καὶ τοσοῦτον ἐθίσωμεν ἑαυτοὺς ἐσθίειν, ὅσον πρὸς τὸ ζῇν μόνον, οὐχ ὅσον διασπᾶσθαι καὶ βαρύνεσθαι. Οὐ γὰρ διὰ τοῦτο ἐγενόμεθα καὶ ζῶμεν, ἵνα φάγωμεν καὶ πίωμεν· ἀλλὰ διὰ τοῦτο ἐσθίωμεν, ἵνα ζῶμεν.

Οὐ τὸ ζῇν διὰ τὸ φαγεῖν, ἀλλὰ διὰ τὸ ζῇν τὸ φαγεῖν γέγονεν ἐξ ἀρχῆς. Ἡμεῖς δὲ ὡς διὰ τοῦτο ἐλθόντες εἰς τὸν κόσμον, οὕτως ἅπαντα εἰς τοῦτο καταναλίσκομεν. Ἀλλ᾽ ἵνα σφοδροτέρα γένηται τῆς τρυφῆς ἡ κατηγορία, καὶ μάλα καθίκηται τῶν ἐν αὐτῇ ζώντων, φέρε, πάλιν ἐπὶ τὸν Λάζαρον τὸν λόγον ἀγάγωμεν.

Οὕτω γὰρ ἡμῖν ἀληθεστέρα τε καὶ ἐναργεστέρα ἡ παραίνεσις ἔσται καὶ ἡ συμβουλὴ, ὅταν μὴ διὰ ῥημάτων, ἀλλὰ διὰ πραγμάτων ἴδητε παιδευομένους καὶ κολαζομένους τοὺς ἀδηφαγίᾳ προσέχοντας. Ὁ μὲν οὖν πλούσιος τοσαύτῃ πονηρίᾳ συνέζη, καὶ καθ᾽ ἑκάστην ἐνετρύφα τὴν ἡμέραν, καὶ ἐνεδιδύσκετο λαμπρῶς, χαλεπωτέραν ἑαυτῷ ἀνάπτων τὴν κόλασιν, καὶ μεῖζον τὸ πῦρ ἐργαζόμενος καὶ ἀπαραμύθητον ἑαυτῷ ποιῶν τὴν δίκην, καὶ ἀσύγγνωστον τὴν τιμωρίαν.

Ὁ δὲ πένης ἔῤῥιπτο παρὰ τὸν πυλῶνα αὐτοῦ, καὶ οὔτ᾽ ἀπεδυσπέτησεν, οὔτ᾽ ἐβλασφήμησεν, οὔτ᾽ ἠγανάκτησεν· οὐκ εἶπε πρὸς ἑαυτὸν, ὃ πολλοὶ λέγουσι· τί ποτε τοῦτό ἐστιν; οὗτος μὲν πονηρίᾳ συζῶν καὶ ὠμότητι καὶ ἀπανθρωπίᾳ, καὶ τῶν ὑπὲρ τὴν χρείαν ἀπολαύει πάντων, καὶ οὐδ᾽ ἀθυμίαν ὑπομένει, οὐδ᾽ ἄλλο τι τῶν ἀδοκήτων, οἷα πολλὰ τὰ παρὰ ἀνθρώποις ἐστὶν, ἀλλὰ καὶ καθαρὰν καρποῦται τὴν ἡδονήν· ἐγὼ δὲ οὐδὲ τῆς ἀναγκαίας ἔχω τροφῆς μετασχεῖν. Ἀλλὰ τούτῳ μὲν εἰς παρασίτους καὶ κόλακας καὶ μέθην τὰ ὄντα ἅπαντα δαπανῶντι, ὥσπερ ἐκ πηγῶν ἅπαντα ἐπιῤῥεῖ· ἐγὼ δὲ παράδειγμα τοῖς ὁρῶσι κεῖμαι καὶ αἰσχύνη καὶ γέλως, λιμῷ τηκόμενος. Ἆρα ταῦτα προνοίας; ἆρα ἐφορᾷ δίκη τις τὰ ἀνθρώπινα πράγματα;

Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησε. Πόθεν τοῦτο δῆλον; Ἐξ ὧν ἀπήγαγον αὐτὸν οἱ ἄγγελοι δορυφοροῦντες, καὶ εἰς τὸν κόλπον τοῦ Ἀβραὰμ ἀποκατέστησαν· οὐκ ἂν δὲ, εἰ βλάσφημος ἦν, τοσαύτης ἀπέλαυσε τιμῆς. Οὕτω μὲν οὖν οἱ πολλοὶ διὰ τοῦτο θαυμάζουσι τὸν ἄνθρωπον μόνον, ὅτι ἐν πενίᾳ ἦν· ἐγὼ δὲ δείκνυμι τιμωρίας ἐννέα τὸν ἀριθμὸν αὐτὸν ὑπομείναντα, οὐχ ἵνα κολάζηται, ἀλλ᾽ ἵνα λαμπρότερος γίνηται· ὅπερ οὖν καὶ ἐγένετο.

Δεινὸν μὲν γὰρ ὄντως καὶ ἡ πενία, καὶ ἴσασιν ὅσοι πεῖραν ταύτης εἰλήφασι· λόγος γὰρ οὐδεὶς παραστῆσαι δυνήσεται τὴν ὀδύνην, ὅσην ὑπομένουσιν οἱ πτωχείᾳ συζῶντες, καὶ φιλοσοφεῖν οὐκ εἰδότες. Ἐπὶ δὲ τοῦ Λαζάρου οὐ τοῦτο μόνον ἦν τὸ δεινὸν, ἀλλὰ καὶ ἀῤῥωστία αὐτῷ συνέζευκτο, καὶ αὕτη μεθ᾽ ὑπερβολῆς.

Καὶ ὅρα πῶς ἑκατέρας τὰς συμφορὰς δείκνυσιν εἰς ἄκρον ἐλθούσας. Ὅτι μὲν γὰρ πᾶσαν πενίαν ἡ τοῦ Λαζάρου πενία τότε ἐνίκησεν, ἔδειξεν εἰπὼν, ὅτι οὐδὲ τῶν ψιχίων ἀπήλαυε τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ὅτι δὲ καὶ ἡ ἀῤῥωστία πρὸς τὸ αὐτὸ μέτρον ἐφθάκει τῇ πενίᾳ, μεθ᾽ ὃ λοιπὸν ἐκταθῆναι οὐκ ἦν, καὶ τοῦτο αὐτὸ πάλιν ἐδήλωσεν, εἰπὼν ὅτι οἱ κύνες ἀπέλειχον τὰ ἕλκη αὐτοῦ. Οὕτως ἦν ἐξησθενηκὼς, ὡς μηδὲ τοὺς κύνας ἀποσοβῆσαι δύνασθαι, ἀλλὰ νεκρὸς ἔμψυχος ἔκειτο, ἐπιόντας μὲν αὐτοὺς θεωρῶν, ἀμύνασθαι δὲ οὐκ ἰσχύων. Οὕτως αὐτῷ τὰ μέλη παρεῖτο, οὕτω τεταρίχευτο τῇ ἀῤῥωστίᾳ, οὕτω δεδαπάνητο τῷ πειρασμῷ. Εἶδες μετ᾽ ἄκρας ὑπερβολῆς καὶ τὴν πενίαν καὶ τὴν ἀῤῥωστίαν πολιορκοῦσαν αὐτοῦ τὸ σῶμα; Εἰ δὲ καθ᾽ ἑαυτὸ τούτων ἕκαστον ἀφόρητον καὶ δεινὸν, ὅταν ὁμοῦ συμπεπλεγμένα ᾖ, πῶς οὐκ ἀδάμας τις ἦν ὁ ταῦτα ὑπομένων; Πολλοὶ πολλάκις ἀῤῥωστοῦσιν, ἀλλὰ τῆς ἀναγκαίας οὐκ ἀποροῦσι τροφῆς· ἄλλοι πενίᾳ μὲν συζῶσιν ἐσχάτῃ, ἀλλ᾽ ὑγιείας ἀπολαύουσι, καὶ θάτερον θατέρου παραμυθία γίνεται· ἐνταῦθα δὲ ἀμφότερα ταῦτα συνεδεδραμήκει.

Ἀλλ᾽ ἔχεις μοί τινα εἰπεῖν καὶ ἐν ἀῤῥωστίᾳ ὄντα καὶ ἐν πενίᾳ. Ἀλλ᾽ οὐκ ἐν ἐρημίᾳ τοσαύτῃ. Εἰ γὰρ καὶ μὴ παρ᾽ ἑαυτοῦ μηδὲ οἴκοθεν, ἀλλ᾽ ὑπὸ τῶν ὁρώντων ἐλεεῖσθαι δύναιτο ἂν εἰς τὸ μέσον προκείμενος· τούτῳ δὲ τὰ προειρημένα δεινὰ χαλεπώτερα ἐποίει γίνεσθαι τῶν προστησομένων ἡ ἐρημία· καὶ αὐτὴν ταύτην πάλιν χαλεπωτέραν ἐποίει φαίνεσθαι τὸ ἐν πυλῶνι κεῖσθαι τοῦ πλουσίου. Εἰ μὲν γὰρ ἐπὶ τῆς ἐρήμου καὶ τῆς ἀοικήτου κείμενος, ταῦτ᾽ ἔπασχε καὶ παρεωρᾶτο, οὐκ ἂν οὕτως ἤλγησε· τὸ γὰρ μηδένα παρεῖναι καὶ ἄκοντα φέρειν ἔπειθε τὰ συμβαίνοντα· τὸ δὲ ἐν μέσῳ τοσούτων κείμενον μεθυόντων, εὐημερούντων, παρὰ μηδενὸς μηδὲ τῆς τυχούσης ἐπιμελείας τυγχάνειν, δριμυτέραν ἐποίει τῶν ὀδυνῶν γίνεσθαι τὴν αἴσθησιν, καὶ τὴν ἀθυμίαν ἐξέκαιε μᾶλλον. Οὐ γὰρ οὕτως ἀπόντων τῶν βοηθούντων, ὡς παρόντων μὲν, οὐκ ἐθελόντων δὲ ὀρέξαι χεῖρα, δάκνεσθαι πεφύκαμεν ἐν ταῖς συμφοραῖς· ὅπερ οὖν κἀκεῖνος τότε ἔπασχεν. Οὐδεὶς γὰρ ἦν, οὐχ ὁ λόγῳ παρακαλῶν, οὐχ ὁ ἔργῳ παραμυθούμενος, οὐ φίλος, οὐ γείτων, οὐ συγγενὴς, οὐ τῶν ὁρώντων οὐδεὶς, πάσης τῆς τοῦ πλουσίου διεφθαρμένης οἰκίας.

ιʹ. Ἔτι πρὸς τούτοις ἑτέραν αὐτῷ προσθήκην ὀδύνης ἐνεποίει τὸ καὶ ἕτερον εὐπραγοῦντα ὁρᾷν· οὐκ ἐπειδὴ βάσκανος ἦν καὶ πονηρὸς, ἀλλ᾽ ἐπειδὴ πεφύκαμεν ἅπαντες ἐν ταῖς ἑτέρων εὐημερίαις ἀκριβέστερον τὰς οἰκείας καταμανθάνειν συμφοράς. Ἐπὶ δὲ τοῦ πλουσίου καὶ μεῖζον προσῆν αὐτῷ ἕτερον τὸ δυνάμενον αὐτὸν δακεῖν. Οὐ γὰρ δὴ μόνον ταῖς εὐημερίαις ταῖς ἐκείνου συγκρίνων τὴν ἑαυτοῦ δυσπραγίαν, μείζονα τὴν αἴσθησιν ἐλάμβανε τῶν οἰκείων κακῶν, ἀλλὰ καὶ λογιζόμενος, ὅτι ὁ μὲν μετ᾽ ὠμότητος καὶ ἀπανθρωπίας ζῶν, ἐν ἅπασιν εὐοδοῦται, οὗτος δὲ μετὰ ἀρετῆς καὶ ἐπιεικείας τὰ ἔσχατα πάσχει δεινά· καὶ ἔνθεν ἀπαραμύθητον τὴν ἀθυμίαν πάλιν ὑπέμενεν. Εἰ γὰρ δίκαιος ἦν, εἰ γὰρ ἐπιεικὴς, εἰ γὰρ θαυμαστὸς ὁ ἀνὴρ, εἰ γὰρ πάσης γέμων ἀρετῆς, οὐκ ἂν αὐτὸν ἐλύπησε· νυνὶ δὲ καὶ πονηρίᾳ συζῶν, καὶ πρὸς ἔσχατον κακίας ἐληλακὼς, καὶ τοσαύτην ἀπανθρωπίαν ἐπιδεικνύμενος, καὶ τὰ τῶν ἐχθρῶν αὐτῶν διατιθεὶς, καὶ ὥσπερ λίθον αὐτὸν παρατρέχων ἀναισχύντως καὶ ἀνιλέως, καὶ μετὰ ταῦτα πάντα τοσαύτης ἀπολαύων εὐπορίας· ἐννόησον πῶς εἰκὸς ἦν, ὥσπερ ἐπαλλήλοις κύμασι βαπτίζειν αὐτὸν τοῦ πένητος τὴν ψυχήν· ἐννόησον τὸν Λάζαρον, οἷον εἰκὸς ἦν εἶναι, ὁρῶντα παρασίτους, κόλακας, οἰκέτας ἀναβαίνοντας, καταβαίνοντας, ἐξιόντας, εἰσιόντας, κατατρέχοντας, θορυβοῦντας, μεθύοντας, πηδῶντας, καὶ πᾶσαν ἄλλην ἀσέλγειαν ἐπιδεικνυμένους.

Ὥσπερ γὰρ δι᾽ αὐτὸ τοῦτο ἐλθὼν, ἵνα μάρτυς ᾖ τῶν ἀλλοτρίων ἀγαθῶν, οὕτως εἰς τὸν πυλῶνα ἔῤῥιπτο, τοσοῦτον ζῶν, ὅσον αἰσθάνεσθαι εἶχε τῶν οἰκείων κακῶν μόνον, ἐν λιμένι ναυάγιον ὑπομένων, πλησίον πηγῆς δίψῃ χαλεπωτάτῃ τὴν ψυχὴν ἀγχόμενος.

Εἴπω τι καὶ ἕτερον πρὸς τούτοις κακόν; Οὐκ εἶχεν εἰς ἕτερον Λάζαρον ἰδεῖν. Ἡμεῖς μὲν γὰρ κἂν μυρία πάθωμεν κακὰ, ἀλλ᾽ ἔχομεν εἰς ἐκεῖνον ἰδόντες, ἱκανὴν δέχεσθαι παράκλησιν, καὶ πολλῆς ἀπολαῦσαι τῆς παραμυθίας. Τὸ γὰρ κοινωνοὺς εὑρίσκειν τῶν οἰκείων κακῶν ἢ ἐν πράγμασιν, ἢ ἐν διηγήμασι, πολλὴν φέρει τοῖς ὀδυνωμένοις παράκλησιν. Ἐκεῖνος δὲ οὐδένα ἕτερον εἶχεν ἰδεῖν τὸν τὰ αὐτὰ αὐτῷ πεπονθότα· μᾶλλον δὲ οὐδ᾽ ἀκοῦσαί τινος ἐπὶ τῶν προγόνων τῶν ἑαυτοῦ τοσαῦτα ὑπομείναντος. Ἱκανὸν δὲ τοῦτο σκοτῶσαι ψυχήν. Ἔστι καὶ ἕτερον πρὸς τούτοις εἰπεῖν, ὅτι οὐδέν τι περὶ ἀναστάσεως φιλοσοφεῖν ἠδύνατο, ἀλλὰ μέχρι τοῦ παρόντος βίου τὰ παρόντα ἐνόμιζε συγκεκλεῖσθαι πράγματα· τῶν γὰρ πρὸ τῆς χάριτος ἦν. Εἰ δὲ νῦν ἐφ᾽ ἡμῶν μετὰ τοσαύτην θεογνωσίαν, καὶ τὰς χρηστὰς τῆς ἀναστάσεως ἐλπίδας, καὶ τὰς κειμένας τοῖς ἁμαρτάνουσι τιμωρίας ἐκεῖ, καὶ τὰ ἡτοιμασμένα τοῖς κατορθοῦσιν ἀγαθὰ, οὕτω μικροψύχως τινὲς καὶ ταλαιπώρως διάκεινται, ὡς μηδὲ ταύταις διορθοῦσθαι ταῖς προσδοκίαις· τί πάσχειν εἰκὸς ἦν ἐκεῖνον καὶ ταύτης ἀπεστερημένον τῆς ἀγκύρας;

Ἐκεῖνος γὰρ οὐδὲν οὐδέπω τοιοῦτον φιλοσοφεῖν ἠδύνατο διὰ τὸ μηδέπω τὸν καιρὸν τούτων ἀφῖχθαι τῶν διδαγμάτων. Ἦν τι καὶ πρὸς τούτοις ἄλλο, τὸ καὶ τὴν δόξαν αὐτοῦ διαβεβλῆσθαι παρὰ τοῖς ἀνοήτοις τῶν ἀνθρώπων.

Καὶ γὰρ εἰώθασιν οἱ πολλοὶ, ἐπειδὰν ἴδωσί τινας ἐν λιμῷ καὶ νόσῳ διηνεκεῖ καὶ τοῖς ἐσχάτοις ὄντας κακοῖς, μηδὲ χρηστὴν περὶ αὐτῶν δόξαν ἔχειν, ἀλλ᾽ ἀπὸ τῆς συμφορᾶς τὰ κατὰ τὸν βίον κρίνειν, καὶ διὰ πονηρίαν νομίζειν πάντως αὐτοὺς οὕτω ταλαιπωρεῖσθαι· καὶ πολλὰ ἄλλα τοιαῦτα πρὸς ἀλλήλους λέγουσιν, ἀνοήτως μὲν, λέγουσι δὲ ὅμως· ὅτι οὗτος, εἰ τῷ Θεῷ φίλος ἦν, οὐκ ἂν εἴασεν αὐτὸν ἐν πενίᾳ, καὶ τοῖς ἄλλοις κακοῖς ταλαιπωρεῖσθαι. Οὕτω γοῦν καὶ ἐπὶ τοῦ Ἰὼβ, καὶ ἐπὶ τοῦ Παύλου συνέβη. Καὶ γὰρ ἐκείνῳ ἔλεγον, Μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ, ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει; Εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς, καὶ χεῖρας ἀσθενεῖς παρεκάλεσας, ἀσθενοῦντας δὲ ἐξανέστησας ῥήμασι, γόνασι δὲ ἀδυνατοῦσι περιέθηκας θάρσος· νυνὶ δὲ ἥκει ἐπὶ σὲ πόνος, σὺ δὲ ἐσπούδακας. Πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἴ τί σοι, φησὶν, ἀγαθὸν ἦν πεπραγμένον, οὐκ ἂν ταῦτα ἔπαθες ἅπερ ἔπαθες· ἀλλ᾽ ἁμαρτημάτων τίνεις δίκας καὶ παρανομίας. Καὶ τοῦτο ἦν ὃ μάλιστα ἔδακνε τὸν μακάριον Ἰώβ. Καὶ περὶ τοῦ Παύλου δὲ οἱ βάρβαροι τοῦτο ἔλεγον· ἐπειδὴ γὰρ εἶδον τὴν ἔχιν ἐκκρεμαμένην αὐτοῦ τῆς χειρὸς, οὐδὲν χρηστὸν περὶ αὐτοῦ ὑπενόησαν, ἀλλὰ τῶν τὰ ἔσχατα κακὰ τετολμηκότων αὐτὸν εἶναι ἐνόμιζον· καὶ δῆλον ἐξ ὧν ἔλεγον.

Τοῦτον γὰρ, φασὶν, ἐκ τῆς θαλάσσης σωθέντα ἡ δίκη ζῇν οὐκ εἴασεν. Οὐχ ὡς ἔτυχε δὲ καὶ τοῦτο ἡμᾶς εἴωθε θορυβεῖν. Ἀλλ᾽ ὅμως τοσούτων ὄντων τῶν κυμάτων, καὶ ἐπαλλήλων φερομένων οὐ κατεποντίσθη τὸ σκάφος· ἀλλ᾽ ὡς ἐν καμίνῳ κείμενος, καθάπερ δρόσου διηνεκοῦς ἀπολαύων, οὕτως ἐφιλοσόφει.

ιαʹ. Οὐ γὰρ εἶπε πρὸς ἑαυτὸν οὐδὲν τοιοῦτον, οἷον πολλοὺς λέγειν εἰκὸς, ὅτι οὗτος ὁ πλούσιος, ἂν μὲν ἀπελθὼν ἐκεῖ κολασθῇ καὶ δῷ τιμωρίαν, ἓν ἓν γέγονεν· ἂν δὲ κἀκεῖ τῶν αὐτῶν ἀπολαύσῃ τιμῶν, δύο γέγονεν οὐδέν. Ἢ οὐ ταῦτα περιφέρετε ἐν ταῖς ἀγοραῖς ὑμεῖς οἱ πολλοὶ, τὰ ἀπὸ τῆς ἱπποδρομίας καὶ τῶν ἔξω θεάτρων εἰς τὴν ἐκκλησίαν εἰσάγοντες; Αἰσχύνομαι μὲν οὖν εἰς μέσον ταῦτα προτιθεὶς τὰ ῥήματα καὶ ἐρυθριῶ· πλὴν ἀλλ᾽ ἀνάγκη ταῦτα εἰπεῖν, ἵνα ὑμεῖς ἀπαλλαγῆτε τοῦ ἀτάκτου γέλωτος καὶ τῆς αἰσχύνης καὶ τῆς βλάβης τῆς ἀπὸ τῶν ῥημάτων τούτων. Ταῦτα πολλοὶ πολλάκις γελῶντες λέγουσιν· ἀλλὰ καὶ τοῦτο διαβολικῆς κακουργίας ἐστὶν, ἐν τάξει ῥημάτων ἀστείων διεφθαρμένα εἰσάγειν εἰς τὸν βίον ἡμῶν δόγματα. Ταῦτα γὰρ συνεχῶς καὶ ἐν ἐργαστηρίοις, καὶ ἐπὶ τῆς ἀγορᾶς, καὶ ἐν ταῖς οἰκίαις πολλοὶ περιφέρουσιν· ὅπερ ἐσχάτης ἀπιστίας ἐστὶ καὶ παρανοίας καὶ γέλωτος ὄντως καὶ παιδικῆς διανοίας. Τὸ μὲν γὰρ λέγειν, ὅτι ἐὰν ἀπελθόντες οἱ πονηροὶ κολασθῶσι, καὶ μὴ σφόδρα πεπεικέναι ἑαυτοὺς, ὅτι κολασθήσονται πάντως, ἀπιστούντων ἐστὶ καὶ διαμφισβητούντων· τὸ δὲ, εἰ καὶ τοῦτο συμβαίη, ὅπερ οὖν καὶ συμβήσεται, νομίζειν τῆς ἴσης αὐτοὺς τοῖς δικαίοις ἀνταποδόσεως ἀπολελαυκέναι, τοῦτο ἐσχάτης ἀνοίας.

Τί λέγεις, εἰπέ μοι; ἐὰν ἀπελθὼν ὁ πλούσιος ἐκεῖ κολάζηται, ἓν ἓν γέγονε; καὶ πῶς ἂν ἔχοι λόγον; Πόσα γὰρ αὐτὸν ἐνταῦθα βούλει θεῖναι ἀπολελαυκέναι τῶν χρημάτων ἔτη; βούλει θῶμεν ἑκατόν; Ἐγὼ δὲ καὶ διακόσια τίθημι, καὶ τριακόσια καὶ δὶς τοσαῦτα. καὶ, εἰ βούλει, καὶ χίλια, ὅπερ ἀδύνατον· Αἱ ἡμέραι γὰρ, φησὶ, τῶν ἐτῶν ἡμῶν, ὀγδοήκοντα ἔτη· πλὴν ἀλλὰ κείσθω καὶ χίλια. Μὴ ζωὴν ἔχεις, εἰπέ μοι, ἐνταῦθα δεῖξαι τέλος οὐκ ἔχουσαν, οὐδὲ πέρας ἐπισταμένην, οἵαπερ ἐστὶν ἡ τῶν δικαίων ἐκεῖ; Εἴ τις οὖν, εἰπέ μοι, ἐν ἔτεσιν ἑκατὸν μίαν νύκτα ὄναρ ἰδὼν χρηστὸν, καὶ πολλῆς καθ᾽ ὕπνους ἀπολαύσας τρυφῆς, τὰ ἑκατὸν ἔτη κολάζοιτο, ἆρα δυνήσῃ λέγειν ἐπὶ τούτῳ, ἓν καὶ ἓν, καὶ τὴν μίαν νύκτα τῶν ὀνειράτων ἐκείνων τοῖς ἑκατὸν ἔτεσιν ἀντίῤῥοπον ποιεῖσθαι; Οὐκ ἔστιν εἰπεῖν. Τοῦτο δὴ καὶ περὶ τῆς μελλούσης ζωῆς λογίζου.

Ὅπερ γάρ ἐστιν ὄναρ ἓν πρὸς ἑκατὸν ἔτη, τοῦτό ἐστιν ὁ παρὼν βίος πρὸς τὴν μέλλουσαν ζωήν· μᾶλλον δὲ καὶ πολλῷ πλέον· ὅσον ἐστὶ σταγὼν μικρὰ πρὸς πέλαγος ἄπειρον, τοσοῦτόν ἐστι χίλια ἔτη πρὸς τὴν μέλλουσαν δόξαν ἐκείνην καὶ ἀπόλαυσιν. Καὶ τί γὰρ ἂν ἔχοι τις πλέον εἰπεῖν, ἢ ὅτι πέρας οὐκ ἔχει καὶ τέλος οὐκ οἶδε, καὶ ὅσον ἐστὶ τὸ μέσον ὀνείρων καὶ τῆς τῶν πραγμάτων ἀληθείας, τοσοῦτόν ἐστι τῆς καταστάσεως ταύτης καὶ τῆς ἐκεῖ τὸ διάφορον;

Ἄλλως δὲ καὶ πρὸ τῆς ἐκεῖ κολάσεως, ἐντεῦθεν οἱ πονηρευόμενοι καὶ ἐν ἁμαρτίαις ζῶντες κολάζονται. Μὴ γάρ μοι τὸν τραπέζης ἀπολαύοντα πολυτελοῦς ἁπλῶς εἴπῃς, καὶ τὸν ἱμάτια περιβεβλημένον σηρικὰ, καὶ ἀνδραπόδων ἀγέλας περιφέροντα, καὶ σοβοῦντα ἐπὶ τῆς ἀγορᾶς· ἀλλ᾽ ἀνάπτυξόν μοι τούτου τὸ συνειδὸς, καὶ ὄψει πολὺν ἔνδοθεν θόρυβον τῶν ἁμαρτημάτων, φόβον διηνεκῆ, χειμῶνα, ταραχὴν, καθάπερ ἐν δικαστηρίῳ τὸν νοῦν ἐπὶ τὸν θρόνον ἀναβάντα τὸν βασιλικὸν τοῦ συνειδότος, καὶ ὥσπερ τινὰ δικαστὴν καθήμενον, καὶ τοὺς λογισμοὺς παριστῶντα, καθάπερ δημίους, καὶ ἀναρτῶντα τὴν διάνοιαν, καὶ καταξαίνοντα ὑπὲρ τῶν ἡμαρτημένων, καὶ ἐμβοῶντα μεγάλα, μηδενὸς εἰδότος, ἀλλ᾽ ἢ τοῦ ταῦτα ἐπισταμένου βλέπειν Θεοῦ μόνου. Καὶ γὰρ ὁ μοιχεύων, κἂν μυριάκις ᾖ πλούσιος, κἂν μηδένα κατηγοροῦντα ἔχῃ, οὐ παύεται ἑαυτοῦ κατηγορῶν ἔνδον· καὶ ἡ μὲν ἡδονὴ πρόσκαιρος, ἡ δὲ ὀδύνη διηνεκὴς, φόβος πανταχόθεν καὶ τρόμος, ὑποψία καὶ ἀγωνία· τοὺς στενωποὺς δέδοικε, τὰς σκιὰς αὐτὰς τρέμει, τοὺς οἰκέτας τοὺς ἑαυτοῦ, τοὺς συνειδότας, τοὺς ἀγνοοῦντας, τὴν ἠδικημένην αὐτὴν, τὸν ὑβρισμένον ἄνδρα· περιέρχεται πικρὸν κατήγορον περιφέρων τὸ συνειδὸς, αὐτοκατάκριτος ὢν, καὶ οὐδὲ μικρὸν ἀναπνεῦσαι δυνάμενος.

Καὶ γὰρ καὶ ἐπὶ κλίνης, καὶ ἐν τραπέζῃ, καὶ ἐν ἀγορᾷ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἡμέρᾳ, καὶ ἐν νυκτὶ, καὶ ἐν αὐτοῖς τοῖς ὀνείρασι πολλάκις τὰ τῆς ἁμαρτίας εἴδωλα βλέπει, καὶ τὸν τοῦ Κάϊν ζῇ βίον, στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ μηδενὸς εἰδότος, ἔνδον ἔχει τὸ πῦρ συνειλεγμένον ἀεί. Τοῦτο καὶ οἱ ἁρπάζοντες, καὶ οἱ πλεονεκτοῦντες πάσχουσι· τοῦτο καὶ οἱ μεθύοντες, καὶ ἕκαστος δὲ ἁπλῶς τῶν ἐν ἁμαρτίαις ζώντων· ἀμήχανον γὰρ ἐκεῖνο διαφθαρῆναι τὸ δικαστήριον· ἀλλὰ κἂν μὴ μετίωμεν τὴν ἀρετὴν, ὅμως ὀδυνώμεθα, ἐπειδὴ μὴ μετερχόμεθα, κἂν μετίωμεν τὴν κακίαν, ὅμως παυσάμενοι τῆς ἡδονῆς τῆς κατὰ τὴν ἁμαρτίαν, αἰσθανόμεθα τῆς ὀδύνης. Μὴ τοίνυν λέγωμεν ἐπὶ τῶν πλουτούντων ἐνταῦθα καὶ πονηρευομένων, καὶ τῶν δικαίων τῶν ἀπολαυόντων ἐκεῖ, ὅτι ἓν ἓν, ἀλλ᾽ ὅτι δύο οὐδέν. Τοῖς μὲν γὰρ δικαίοις καὶ τὰ ἐκεῖ καὶ τὰ ἐνταῦθα πολλὴν παρέχει τὴν ἡδονήν· οἱ δὲ ἐν πονηρίαις καὶ ἐν πλεονεξίαις, καὶ ἐνταῦθα καὶ ἐκεῖ κολάζονται.

Καὶ γὰρ καὶ ἐνταῦθα κολάζονται τῇ προσδοκίᾳ τῆς ἐκεῖ τιμωρίας, καὶ τῇ πονηρᾷ παρὰ πάντων ὑποψίᾳ, καὶ αὐτῷ τῷ ἁμαρτάνειν καὶ τὴν ψυχὴν τὴν ἑαυτῶν διαφθείρειν· καὶ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἀφορήτους ὑπομένουσι τιμωρίας. Πάλιν οἱ δίκαιοι, κἂν μυρία πάσχωσιν ἐνταῦθα δεινὰ, χρησταῖς συντρέφονται ταῖς ἐλπίσιν, ἡδονὴν ἔχοντες καθαρὰν, βεβαίαν, ἀκίνητον· καὶ μετὰ ταῦτα τὰ μυρία αὐτοὺς διαδέξεται ἀγαθὰ, καθάπερ οὖν καὶ τὸν Λάζαρον. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι ἥλκωτο, ἀλλὰ τοῦτο σκόπει, ὅτι χρυσοῦ παντὸς τιμιωτέραν ἔνδον εἶχε τὴν ψυχήν· μᾶλλον δὲ οὐ τὴν ψυχὴν μόνον, ἀλλὰ καὶ τὸ σῶμα αὐτοῦ· ἀρετὴ γὰρ σώματος οὐ πολυσαρκία καὶ εὐεξία, ἀλλὰ τοσαύτας καὶ τοιαύτας φέρειν βασάνους. Οὐ γὰρ, εἴ τις ἐπὶ τοῦ σώματος τραύματα ἔχοι τοιαῦτα, βδελυκτὸς ὁ τοιοῦτος· ἀλλ᾽ εἴ τις ἐπὶ τῆς ψυχῆς ἕλκη μυρία ἔχων, μηδεμίαν αὐτῶν ἐπιμέλειαν ποιοῖτο· οἷος ἦν ἐκεῖνος ὁ πλούσιος, ἔνδοθεν ἡλκωμένος ἅπας. Καὶ καθάπερ οἱ κύνες τούτου περιέλειχον τὰ τραύματα, οὕτως ἐκείνου δαίμονες τὰ ἁμαρτήματα· καὶ καθάπερ οὗτος ἐν λιμῷ τροφῆς, οὕτως ἐκεῖνος ἐν λιμῷ πάσης ἀρετῆς ἔζη.

ιβʹ. Ταῦτ᾽ οὖν εἰδότες ἅπαντα φιλοσοφῶμεν, καὶ μὴ λέγωμεν, ὅτι εἰ τὸν δεῖνα ἐφίλει ὁ Θεὸς, οὐκ ἂν αὐτὸν ἀφῆκε γενέσθαι πένητα. Αὐτὸ μὲν οὖν τοῦτο μέγιστον ἀγάπης τεκμήριόν ἐστιν· Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται.

Καὶ πάλιν, Τέκνον, ἐὰν προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμὸν, εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον. Ἐκβάλωμεν οὖν, ἀγαπητοὶ, τὰς περιττὰς ταύτας προλήψεις ἀφ᾽ ἑαυτῶν, καὶ τὰ δημώδη ταῦτα ῥήματα.

Αἰσχρότης γὰρ, φησὶ, καὶ μωρολογία, καὶ εὐτραπελία μὴ ἐκπορευέσθω ἐκ τοῦ στόματος ὑμῶν. Μήτε οὖν αὐτοὶ ταῦτα λέγωμεν, ἀλλὰ κἂν ἑτέρους ἴδωμεν ταῦτα λέγοντας, ἐπιστομίσωμεν, κατεξαναστῶμεν σφοδρῶς, ἐπίσχωμεν τὴν ἀναίσχυντον αὐτῶν γλῶτταν. Εἴ τινα ἴδῃς, εἰπέ μοι, λῄσταρχον κατατρέχοντα τὰς ὁδοὺς, τοῖς παριοῦσιν ἐφεδρεύοντα, τὰ ἐκ τῶν ἀγρῶν ἁρπάζοντα, εἰς σπήλαια καὶ καταδύσεις χρυσίον καὶ ἀργύριον κατορύττοντα, καὶ ἀγέλας ἀποκλείοντα πολλὰς ἐκεῖ, καὶ ἱμάτια καὶ ἀνδράποδα πολλὰ κεκτημένον ἐκ τῆς καταδρομῆς ἐκείνης, ἆρα αὐτὸν, εἰπέ μοι, μακαρίζεις διὰ τὸν πλοῦτον ἐκεῖνον, ἢ ταλανίζεις διὰ τὴν μέλλουσαν αὐτὸν διαδέχεσθαι δίκην; Καίτοι οὔπω συνείληπται, οὐδὲ εἰς χεῖρας τοῦ δικαστοῦ παραδέδοται, οὐδὲ εἰς δεσμωτήριον ἐνέπεσεν, οὐδὲ κατήγορον ἔσχεν, οὐδὲ ὑπὸ ψῆφον ἐγένετο, ἀλλὰ τρυφᾷ, μεθύει, εὐπορίας ἀπολαύει πολλῆς· ἀλλ᾽ ὅμως οὐ διὰ τὰ παρόντα καὶ τὰ ὁρώμενα αὐτὸν μακαρίζομεν, ἀλλὰ διὰ τὰ μέλλοντα καὶ προσδοκώμενα ταλανίζομεν.

Τοῦτο καὶ ἐπὶ τῶν πλουτούντων καὶ πλεονεκτούντων λόγισαι. Λῃσταί τινές εἰσιν ὁδοῖς ἐφεδρεύοντες, τὰ τῶν παριόντων ἁρπάζοντες, ὥσπερ ἐν σπηλαίοις καὶ καταδύσεσι, τοῖς ἑαυτῶν θαλάμοις κατορύττοντες τὰς ἑτέρων περιουσίας. Μὴ τοίνυν μακαρίζωμεν αὐτοὺς διὰ τὰ παρόντα, ἀλλὰ ταλανίζωμεν διὰ τὰ μέλλοντα, διὰ τὸ φοβερὸν ἐκεῖνο δικαστήριον, διὰ τὰς ἀπαραιτήτους εὐθύνας, διὰ τὸ σκότος τὸ ἐξώτερον, ὃ μέλλει αὐτοὺς ὑποδέχεσθαι. Καίτοι οἱ μὲν λῃσταὶ πολλάκις ἐξέφυγον ἀνθρώπων χεῖρας· ἀλλ᾽ ὅμως καὶ τοῦτο εἰδότες, καὶ ἑαυτοῖς καὶ ἐχθροῖς ἀπευξάμεθα ἂν τὸν ἐκείνων βίον, καὶ τὴν εὐπορίαν τὴν ἐπάρατον. Ἐπὶ δὲ τοῦ Θεοῦ οὐκ ἔστι τοῦτο εἰπεῖν· οὐδεὶς γὰρ αὐτοῦ διαφεύξεται τὴν ψῆφον, ἀλλὰ πάντες πάντως οἱ ἐν πλεονεξίαις καὶ ἁρπαγαῖς ζῶντες τὴν παρ᾽ αὐτοῦ δίκην ἐπισπάσονται τὴν ἀθάνατον ἐκείνην καὶ τέλος οὐκ ἔχουσαν, καθάπερ οὖν καὶ ὁ πλούσιος ἐκεῖνος. Ἅπερ οὖν ἅπαντα παρ᾽ ἑαυτοῖς συλλέγοντες, ἀγαπητοὶ, μὴ τοὺς ἐν πλούτῳ, ἀλλὰ τοὺς ἐν ἀρετῇ ζῶντας μακαρίζωμεν· μὴ τοὺς ἐν πενίᾳ, ἀλλὰ τοὺς ἐν κακίᾳ ταλανίζωμεν· μὴ τὰ παρόντα βλέπωμεν, ἀλλὰ τὰ μέλλοντα σκοπῶμεν· μὴ τὴν ἔξωθεν περιβολὴν, ἀλλὰ τὸ ἑκάστου συνειδὸς ἐξετάζωμεν, καὶ τὴν ἐκ τῶν κατορθωμάτων ἀρετὴν καὶ χαρὰν διώκοντες, ζηλώσωμεν τὸν Λάζαρον καὶ πλούσιοι καὶ πένητες.

Οὐ γὰρ ἕνα καὶ δύο καὶ τρεῖς μόνον οὗτος, ἀλλὰ πλείστους ἄθλους ἀρετῆς ὑπέμενε, τὴν πενίαν λέγω, τὴν ἀῤῥωστίαν, τὴν ἐρημίαν τῶν προστησομένων, τὸ ἐν οἰκίᾳ δυναμένῃ τὰ τοιαῦτα σβέσαι κακὰ ἅπαντα ὑπομεῖναι ἐκεῖνα, καὶ μηδενὸς εἰς παραμυθίας λόγον ἀξιοῦσθαι, τὸ τρυφῆς τοσαύτης ἀπολαύοντα τὸν ὑπερορῶντα ὁρᾷν, καὶ οὐ τρυφῆς ἀπολαύοντα μόνον, ἀλλὰ καὶ ἐν πονηρίᾳ ζῶντα, καὶ μηδὲν πάσχοντα δεινόν· τὸ καὶ μὴ πρὸς Λάζαρον ἕτερον ἔχειν ἰδεῖν, τὸ μηδὲν περὶ ἀναστάσεως δύνασθαι φιλοσοφεῖν, τὸ μετὰ τῶν εἰρημένων κακῶν καὶ πονηρὰν παρὰ τοῖς πολλοῖς ἀπὸ τῶν συμφορῶν ἐκείνων λαμβάνειν ὑπόληψιν, τὸ μὴ μέχρι δύο καὶ τριῶν ἡμερῶν, ἀλλὰ διὰ παντὸς τοῦ βίου, καὶ ἑαυτὸν ἐν τούτοις, καὶ τὸν πλούσιον ἐν τοῖς ἐναντίοις ὁρᾷν.

Τίνα οὖν ἕξομεν ἀπολογίαν, εἰ τούτου πάντα ὁμοῦ τὰ δεινὰ μετὰ τοσαύτης φέροντος ἀνδρείας, ἡμεῖς μηδὲ τὰ ἡμίση τούτων οἴσομεν; Οὐ γὰρ ἔχεις, οὐκ ἔχεις δεῖξαι, οὐδὲ εἰπεῖν ἄλλον τινὰ τοσαῦτα καὶ τοιαῦτα πεπονθότα κακά. Διὰ γὰρ τοῦτο αὐτὸν καὶ εἰς μέσον προὔθηκεν ὁ Χριστὸς, ἵνα ὅπουπερ ἂν ἐμπέσωμεν τῶν δεινῶν, ὁρῶντες παρὰ τούτῳ τὴν ὑπερβολὴν οὖσαν τῶν θλίψεων, ἱκανὴν ἐκ τῆς ἐκείνου φιλοσοφίας καὶ ὑπομονῆς ἀναλάβωμεν παράκλησιν καὶ παραμυθίαν· κοινὸς γὰρ τῆς οἰκουμένης διδάσκαλος πρόκειται τοῖς ὁτιοῦν πάσχουσι δεινὸν, πρὸς αὐτὸν παρέχων πᾶσιν ὁρᾷν, καὶ πάντας αὐτοὺς νικῶν τῇ τῶν οἰκείων κακῶν ὑπερβολῇ. Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστήσαντες τῷ φιλανθρώπῳ Θεῷ, καρπωσώμεθα τὴν ἐκ τοῦ διηγήματος ὠφέλειαν, συνεχῶς αὐτὸν καὶ ἐν συνεδρίοις, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ πανταχοῦ περιφέροντες, καὶ μετὰ ἀκριβείας ἅπαντα τὸν ἐκ τῆς παραβολῆς ταύτης καταμανθάνοντες πλοῦτον, ἵνα καὶ τὰ παρόντα ἀλύπως παραδράμωμεν δεινὰ, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ, προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.