Καὶ μέχρι πολλοῦ πάντα τὸν χρόνον τῆς παρούσης ζωῆς τὴν εὐρύχωρον ὁδὸν ἐβάδισεν, οὐδενὸς λυπηροῦ πεῖραν λαβὼν, ἀλλὰ πάντοτε ἐξ οὐρίας φερόμενος, καὶ ἅτε δὴ ἀεὶ δι᾽ εὐρυχώρου βαδίζων ὁδοῦ, μετὰ πολλῆς τῆς ἀδείας διέτρεχεν. Οὐδαμοῦ σκόπελοι, οὐδαμοῦ κρημνοὶ, οὐδαμοῦ ὕφαλοι σπιλάδες, οὐδαμοῦ ναυάγιον, οὐδαμοῦ ἀνώμαλος μεταβολὴ, ἀλλὰ διηνεκῶς στερεὰν καὶ ἰσόπεδον ὁδεύων, οὕτω τὸν παρόντα βίον διέδραμε, καθ᾽ ἑκάστην τὴν ἡμέραν ὑπὸ τῶν κυμάτων τῆς κακίας καταποντιζόμενος, καὶ οὐ λαμβάνων αἴσθησιν· καθ᾽ ἑκάστην ἡμέραν σπαραττόμενος ὑπὸ τῶν ἀτόπων ἐπιθυμιῶν, καὶ μᾶλλον ἡδόμενος· διηνεκῶς πολιορκούμενος ὑπὸ ἀσελγείας, ὑπὸ γαστριμαργίας, ὑπὸ τῆς τῶν χρημάτων μανίας, καὶ οὐδεμίαν τῶν δεινῶν λαμβάνων τὴν αἴσθησιν, οὐδὲ προϊδεῖν δυνάμενος τῆς ὁδοῦ τὸ τέλος, ἀλλὰ τὸ παρὸν ἡδὺ μόνον καρπούμενος, οὐδεμίαν ἔννοιαν ἐλάμβανε τῆς διηνεκοῦς ὀδύνης, ἀλλὰ ἀπατώμενος, ὡς εἰπεῖν, ἐβάδιζε τὴν εὐρύχωρον ὁδὸν, εἰς αὐτὸν τὸν κρημνὸν ἐπειγόμενος, ὑπὸ τῆς πολλῆς μέθης συνιδεῖν οὐκ ἔχων. Ἡ γὰρ ἐν πᾶσι τοῖς βιωτικοῖς εὐημερία καταβαπτίσασα αὐτοῦ τὸν λογισμὸν, ἐτύφλωσε τὸ ὄμμα τῆς διανοίας, καὶ καθάπερ πεπηρωμένος λοιπὸν τὰς ὄψεις, οὕτως ἐβάδιζεν, οὐκ εἰδὼς ποῦ φέρεται· τάχα δὲ οὐδὲ ἔννοιαν ἐλάμβανε τῆς ἀνθρωπίνης φύσεως, ὁρῶν ἑαυτὸν οὐδεμίαν δυσκολίαν ὑπομένοντα.