Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Λάζαρον

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλία Β΄: Το αληθές κριτήριο του πλούτου και η κατάσταση της ψυχής μετά θάνατον

Έναρξη του δεύτερου λόγου. Αναλύεται η έννοια του πραγματικού πλούτου, αναιρείται η λαϊκή δοξασία ότι οι ψυχές μετατρέπονται σε δαίμονες και περιγράφεται η αναχώρηση της ψυχής προς τη μέλλουσα κρίση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 16

Εἰς τὸν Λάζαρον λόγος δεύτερος, καὶ ὅτι αἱ ψυχαὶ τῶν βιοθανάτων οὐ γίνονται δαίμονες, καὶ περὶ κρίσεως καὶ ἐλεημοσύνης. αʹ. Ἐθαύμασα τὴν ἀγάπην ὑμῶν, ὅτε τὸν περὶ τοῦ Λαζάρου πρώην ἐκίνησα λόγον, ὅτι καὶ τὴν ὑπομονὴν τοῦ πένητος ἀπεδέξασθε, καὶ τὴν ὠμότητα καὶ ἀπανθρωπίαν τοῦ πλουτοῦντος ἀπεστράφητε· οὐ μικρὰ δὲ ταῦτα καλοκαγαθίας δείγματα. Κἂν γὰρ μὴ μετίωμεν ἀρετὴν, ἐπαινῶμεν δὲ ἀρετὴν, δυνησόμεθα πάντως αὐτὴν μετελθεῖν· κἂν μὴ φεύγωμεν κακίαν, ἀλλὰ ψέγωμεν κακίαν, δυνησόμεθα πάντως αὐτὴν ἐκφυγεῖν.

Ἐπεὶ οὖν μετὰ πολλῆς εὐνοίας ἐκείνους ὑπεδέξασθε τοὺς λόγους, φέρε, καὶ τὰ λειπόμενα ὑμῖν ἀποδώσωμεν. Εἴδετε αὐτὸν ἐν τῷ πυλῶνι τοῦ πλουσίου τότε, βλέπετε αὐτὸν σήμερον ἐν τοῖς κόλποις τοῦ Ἀβραάμ· εἴδετε αὐτὸν ὑπὸ κυνῶν περιλειχόμενον· βλέπετε αὐτὸν ὑπὸ τῶν ἀγγέλων δορυφορούμενον· εἴδετε αὐτὸν ἐν πενίᾳ τότε, βλέπετε ἐν τρυφῇ νῦν· εἴδετε ἐν λιμῷ, βλέπετε ἐν ἀφθονίᾳ πολλῇ· εἴδετε ἀγωνιζόμενον, βλέπετε στεφανούμενον· εἴδετε τοὺς πόνους, βλέπετε τὰς ἀμοιβὰς καὶ πλούσιοι καὶ πένητες· πλούσιοι μὲν, ἵνα μὴ μέγα εἶναι νομίζητε τὸν πλοῦτον χωρὶς ἀρετῆς, πένητες δὲ, ἵνα μηδὲν κακὸν νομίζητε εἶναι τὴν πενίαν· ἑκατέροις δὲ διδάσκαλος οὗτος ἕστηκεν. Εἰ γὰρ ἐν πενίᾳ ἐκεῖνος ὢν οὐκ ἀπεδυσπέτησε, τίνα ἕξουσι συγγνώμην οἱ ἐν πλούτῳ τοῦτο ποιοῦντες; εἰ ἐν λιμῷ καὶ τοσούτοις κακοῖς ὢν εὐχαρίστησε, ποίαν ἕξουσιν ἀπολογίαν οἱ μετ᾽ ἀφθονίας μὴ βουλόμενοι πρὸς τὴν αὐτὴν ἐλθεῖν ἀρετήν; Πάλιν οἱ πένητες οἱ διὰ τὴν πτωχίαν ἀγανακτοῦντες καὶ δυσχεραίνοντες, τίνα ἕξουσι συγγνώμην, ὅταν οὗτος ἐν λιμῷ καὶ πενίᾳ καὶ ἐρημίᾳ καὶ ἀῤῥωστίᾳ διηνεκεῖ ζῶν ἐν οἰκίᾳ πλουτοῦντος, καὶ παρὰ πάντων ὑπερορώμενος, καὶ πρὸς ἕτερον τὰ αὐτὰ αὐτῷ πεπονθότα ἰδεῖν οὐκ ἔχων, οὕτω φαίνηται φιλοσοφῶν;

Ἀπὸ τούτου μάθωμεν, μὴ τοὺς πλουτοῦντας μακαρίζειν, μηδὲ τοὺς πενομένους ταλανίζειν. Μᾶλλον δὲ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, οὐδὲ πλούσιός ἐστιν ἐκεῖνος ὁ πολλὰ περιβεβλημένος, ἀλλ᾽ ὁ μὴ πολλῶν δεόμενος· οὐδὲ πένης ἐστὶν ἐκεῖνος ὁ μηδὲν κεκτημένος, ἀλλ᾽ ὁ πολλῶν ἐφιέμενος· καὶ τοῦτο ὅρον πενίας καὶ πλούτου δεῖ νομίζειν εἶναι. Ἂν τοίνυν ἴδῃς τινὰ πολλῶν ἐφιέμενον, πάντων αὐτὸν πενέστερον εἶναι νόμιζε, κἂν τὰ πάντων ᾖ κεκτημένος χρήματα· ἂν δὲ πάλιν ἴδῃς τινὰ μὴ πολλῶν δεόμενον, πάντων αὐτὸν εὐπορώτερον εἶναι ψηφίζου, κἂν μηδὲν κεκτημένος ᾖ.

Τῇ γὰρ διαθέσει τῆς γνώμης, οὐ τῷ μέτρῳ τῆς οὐσίας, τὰς πενίας καὶ εὐπορίας κρίνειν εἰώθαμεν. Ὥσπερ οὖν τὸν διηνεκῶς διψῶντα οὐκ ἂν εἴποιμεν ὑγιαίνειν, κἂν ἀφθονίας ἀπολαύῃ, κἂν παρὰ ποταμοὺς καὶ πηγὰς κατακέηται (τί γὰρ ὄφελος τῆς τῶν ὑδάτων δαψιλείας ἐκείνης, ὅταν τὸ πάθος ἄσβεστον μένῃ;) οὕτω δὴ καὶ ἐπὶ τῶν πλουτούντων ποιῶμεν· τοὺς ἐπιθυμοῦντας ἀεὶ καὶ διψῶντας τῶν ἀλλοτρίων μηδέποτε νομίζωμεν ὑγιαίνειν, μηδὲ ἀφθονίας ἀπολαύειν τινός. Ὁ γὰρ τὴν ἑαυτοῦ στῆσαι μὴ δυνάμενος ἐπιθυμίαν, κἂν τὰ πάντως περιβέβληται, πῶς οὗτος ἔσται ἐν εὐπορίᾳ ποτέ; Τοὺς μέντοι τοῖς οἰκείοις ἀρκουμένους, καὶ στέργοντας τὰ ἑαυτῶν, καὶ μὴ περισκοπουμένους τὰς ἀλλοτρίας οὐσίας, κἂν ἁπάντων ὦσιν ἀπορώτεροι, πάντων εὐπορωτέρους εἶναι χρὴ νομίζειν. Ὁ γὰρ μὴ δεόμενος τῶν ἀλλοτρίων, ἀλλ᾽ ἐν αὐταρκείᾳ ἀγαπῶν εἶναι πάντων ἐστὶν εὐπορώτερος. Ἀλλ᾽ εἰ δοκεῖ, ἐπὶ τὴν προκειμένην ὑπόθεσιν ἐπανέλθωμεν. Ἐγένετο, φησὶν, ἀποθανεῖν τὸν Λάζαρον, καὶ ἀπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων.

Ἐνταῦθα πονηρὸν νόσημα τῆς ὑμετέρας ἐξελεῖν βούλομαι ψυχῆς. Καὶ γὰρ πολλοὶ τῶν ἀφελεστέρων νομίζουσι τὰς ψυχὰς τῶν βιαίῳ θανάτῳ τελευτώντων δαίμονας γίνεσθαι. Οὐκ ἔστι δὲ τοῦτο, οὐκ ἔστιν. Οὐ γὰρ αἱ ψυχαὶ τῶν βιοθανατούντων δαίμονες γίνονται, ἀλλ᾽ αἱ ψυχαὶ τῶν ἐν ἁμαρτήμασι ζώντων, οὐ τῆς οὐσίας αὐτῶν μεταβαλλομένης, ἀλλὰ τῆς προαιρέσεως αὐτῶν τὴν ἐκείνων μιμουμένης κακίαν. Τοῦτο γοῦν καὶ πρὸς τοὺς Ἰουδαίους δηλῶν ὁ Χριστὸς ἔλεγεν· Ὑμεῖς τοῦ διαβόλου υἱοί ἐστε· υἱοὺς δὲ διαβόλου αὐτοὺς εἶπεν, οὐκ ἐπειδὴ εἰς τὴν οὐσίαν τὴν ἐκείνου μετέπεσον, ἀλλὰ ἐπειδὴ τὰ ἔργα ἐκείνου ἐποίουν· διὸ καὶ προστίθησι· Τὰς γὰρ ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν· Καὶ πάλιν ὁ Ἰωάννης· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν, Πατέρα ἔχομεν τὸν Ἀβραάμ. Συγγενείας γὰρ νόμους, οὐ τοὺς ἀπὸ τῆς φύσεως, ἀλλὰ τοὺς ἀπὸ τῆς ἀρετῆς καὶ τῆς κακίας οἶδεν ἡ Γραφὴ καλεῖν· καὶ ὧν ἄν τις ὁμότροπος γένηται, τοῦτον καὶ υἱὸν καὶ ἀδελφὸν εἶναί φησιν ἡ Γραφή.

βʹ. Ἀλλὰ τίνος ἕνεκεν ὁ διάβολος τὸ πονηρὸν δόγμα τοῦτο εἰσήγαγε; Τὴν τῶν μαρτύρων ἐπεχείρησε διορύξαι δόξαν. Ἐπειδὴ γὰρ βιαίῳ θανάτῳ τελευτῶσιν ἐκεῖνοι, βουλόμενος αὐτῶν κατασκεδάσαι πονηρὰν ὑπόληψιν, τοῦτο ἐποίησεν. Ἀλλὰ τοῦτο μὲν οὐκ ἴσχυσε· μένουσι γὰρ τὴν οἰκείαν ἔχοντες λαμπρότητα· ἕτερον δὲ χαλεπώτατον κατειργάσατο, τοὺς γόητας τοὺς ὑπηρετουμένους αὐτῷ διὰ τούτων πείσας τῶν δογμάτων, πολλῶν νέων ἁπλῶν σώματα κατασφάττειν ἐλπίδι τοῦ δαίμονας ἔσεσθαι, καὶ πάλιν αὐτοῖς ὑπηρετεῖν. Ἀλλ᾽ οὐκ ἔστι ταῦτα, οὐκ ἔστι.

Τί οὖν, ὅτι οἱ δαίμονες λέγουσι, Τοῦ μοναχοῦ τοῦ δεῖνος ἡ ψυχή εἰμι, φησί; Διὰ γὰρ τοῦτο οὐ πιστεύω, ἐπειδὴ δαίμονες λέγουσιν· ἀπατῶσι γὰρ τοὺς ἀκούοντας. Διὰ τοῦτο καὶ ὁ Παῦλος καίτοι γε ἀληθεύοντας ἐπεστόμισεν αὐτοὺς, ἵνα μὴ πρόφασιν λαβόντες τοῖς ἀληθέσι καὶ ψευδῆ πάλιν ἀναμίξωσι, καὶ ἀξιόπιστοι γένωνται. Ἐπειδὴ γὰρ ἔλεγον, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσὶ, καταγγέλλοντες ὑμῖν ὁδὸν σωτηρίας, διαπονηθεὶς τῷ πνεύματι ἐπετίμησε τῷ Πύθωνι, καὶ ἐξελθεῖν ἐκέλευσε· καίτοιγε τί πονηρὸν ἔλεγον; Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν. Ἀλλ᾽ ἐπειδὴ πολλοὶ τῶν ἀφελεστέρων ἀεὶ διακρίνειν οὐκ ἴσασι τὰ παρὰ τῶν δαιμόνων λεγόμενα, καθάπαξ αὐτοῖς ἀπέκλεισε τὸ πιστεύεσθαι. Τῶν ἠτιμωμένων εἶ, φησὶν, ἀπαῤῥησίαστος εἶ, σιώπα, πεφίμωσο· οὐκ ἔστι σὸν τὸ κηρύττειν, ἀποστόλων ἐστὶ τοῦτο τὸ ἀξίωμα. Τί ἁρπάζεις τὸ μὴ σόν; Σίγα, ἠτίμωσαι. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε· λέγουσιν αὐτῷ τοῖς δαίμοσιν, Οἴδαμέν σε τίς εἶ, ἐπετίμησεν αὐτοῖς μετὰ πολλῆς τῆς σφοδρότητος, διδάσκων ἡμᾶς, μηδαμοῦ δαίμονι πείθεσθαι, μηδὲ ἄν σοι ὑγιές τι λέγῃ Ἅπερ δὴ καὶ μαθόντες μὴ πειθώμεθα δαίμονι καθόλου, ἀλλὰ κἂν ἀληθές τι φθέγγηται, φεύγωμεν αὐτὸν καὶ ἀποστρεφώμεθα· τὰ γὰρ ὑγιῆ δόγματα καὶ σωτήρια οὐ παρὰ δαιμόνων, ἀλλὰ παρὰ τῆς θείας Γραφῆς ἐστι μετ᾽ ἀκριβείας μαθεῖν.

Ὅτι γὰρ οὐκ ἔστι ψυχὴν τοῦ σώματος ἐξελθοῦσαν ὑπὸ τὴν τῶν δαιμόνων γενέσθαι τυραννίδα, ἄκουσον τί φησιν ὁ Παῦλος· Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας, τουτέστιν, οὐκ ἔτι ἁμαρτάνει. Εἰ γὰρ ἐν τῷ σώματι οἰκούσῃ τῇ ψυχῇ βίαν ἐπαγαγεῖν οὐ δυνήσεται ὁ διάβολος, εὔδηλον ὅτι οὐδὲ ἀπελθούσῃ. Πῶς οὖν ἁμαρτάνουσι, φησὶν, εἰ μὴ βίαν πάσχωσιν; Ἑκοῦσαι καὶ βουλόμεναι, καὶ ἑαυτὰς ἐκδιδοῦσαι, οὐκ ἀναγκαζόμεναι, οὐδὲ τυραννούμεναι. Καὶ τοῦτο ἐδήλωσαν ἅπαντες οἱ περιγενόμενοι τῶν ἐκείνου μηχανημάτων. Τὸν γοῦν Ἰὼβ μυρία κυκήσας οὐκ ἴσχυσε πεῖσαι βλάσφημόν τι ῥῆμα ἐξενεγκεῖν.

Ὅθεν δῆλον ὅτι καὶ τοῦ πείθεσθαι καὶ τοῦ μὴ πείθεσθαι ταῖς ἐκείνου συμβουλαῖς ἡμεῖς ἐσμεν κύριοι, καὶ ἀνάγκην οὐδεμίαν, οὐδὲ τυραννίδα ὑφιστάμεθα παρ᾽ ἐκείνου. Οὐκ ἐκ τῶν εἰρημένων δὲ μόνον, ἀλλὰ καὶ ἐκ τῆς προκειμένης παραβολῆς εὔδηλον, ὅτι τοῦ σώματος αἱ ψυχαὶ ἐξελθοῦσαι, οὐκ ἔτι ἐνταῦθα διατρίβουσιν, ἀλλ᾽ εὐθέως ἀπάγονται· καὶ ἄκουε πῶς.

Ἐγένετο γὰρ αὐτὸν, φησὶν, ἀποθανεῖν, καὶ ἀπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων. Οὐχ αἱ τῶν δικαίων δὲ μόνον, ἀλλὰ καὶ τῶν ἐν πονηρίᾳ ζώντων ἀπάγονται ἐκεῖ αἱ ψυχαί· καὶ τοῦτο δὲ πάλιν ἐξ ἑτέρου πλουσίου δῆλον. Ἐπειδὴ γὰρ εὐφόρησεν ἡ χώρα αὐτοῦ, εἶπεν ἐν ἑαυτῷ· Τί ποιήσω; καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω. Οὐδὲν ἀθλιώτερον τῆς τοιαύτης γνώμης. Ὄντως καθεῖλεν αὐτοῦ τὰς ἀποθήκας· ἀποθῆκαι γὰρ ἄσυλοι οὐχ οἱ τοῖχοι, ἀλλ᾽ αἱ τῶν πενήτων εἰσὶ γαστέρες· ὁ δὲ ἐκείνας ἀφεὶς, περὶ τοίχους ἠσχολεῖτο. Τί οὖν φησι πρὸς αὐτὸν ὁ Θεός; Ἄφρον, ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσι τὴν ψυχήν σου ἀπὸ σοῦ. Καὶ ὅρα· ἐνταῦθά φησιν ἀπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων, ἐκεῖ ἀπαιτοῦσι· καὶ τὸν μὲν ὡς δεσμώτην ἐξῆγον, τὸν δὲ ὡς στεφανίτην ἐδορυφόρουν.

Καὶ καθάπερ ἐν τῷ σκάμματι πολλά τινα τραύματα λαβόντα καὶ αἵματι κατεῤῥαντισμένον, εἶτα τὴν κεφαλὴν ἀναδησάμενον οἱ πρὸ τοῦ σκάμματος ἑστῶτες ὑποδεξάμενοι μετὰ πολλῆς τῆς εὐφημίας οἴκαδε ἄγουσι κροτοῦντες, εὐφημοῦντες, θαυμάζοντες· οὕτω καὶ τὸν Λάζαρον ἄγγελοι τότε ἀπήγαγον· ἐκείνου δὲ τὴν ψυχὴν ἀπῄτουν φοβεραί τινες δυνάμεις, ἴσως ἀπεσταλμέναι ἐπὶ τούτῳ· οὐ γὰρ αὐτόματος ἡ ψυχὴ πρὸς ἐκείνην ἀναχωρεῖ τὴν ζωὴν, ἐπειδὴ μηδὲ δυνατόν. Εἰ γὰρ πόλιν ἐκ πόλεως ἀμείβοντες, τοῦ χειραγωγοῦντος δεόμεθα, πολλῷ μᾶλλον ἡ ψυχὴ τῆς σαρκὸς ἀποῤῥαγεῖσα, καὶ πρὸς τὴν μέλλουσαν μεθισταμένη ζωὴν, τῶν ὁδηγησόντων αὐτὴν δεήσεται. Διὰ τοῦτο πολλάκις ἀναδύεται, καὶ πρὸς τὸ βάθος κάτω χωρεῖ, καὶ δέδοικε καὶ φρίττει, μέλλουσα τῆς σαρκὸς ἀφίπτασθαι. Ἀεὶ μὲν γὰρ ἡμᾶς κεντεῖ τῶν ἁμαρτημάτων τὸ συνειδὸς, μάλιστα δὲ κατ᾽ ἐκείνην τὴν ὥραν, ὅταν μέλλωμεν ἐντεῦθεν ἀπάγεσθαι πρὸς τὰς εὐθύνας τὰς ἐκεῖ καὶ τὸ φοβερὸν δικαστήριον.

Τότε, εἴτε ἥρπασέ τις, εἴτε ἐπλεονέκτησεν, εἴτε τινὰ ἐπηρέασεν, εἴτε τινὸς γέγονεν ἐχθρὸς ἀδίκως, εἴτε ἄλλο ὁτιοῦν δεινὸν εἰργάσατο, ἅπας ὁ τῶν ἁμαρτημάτων ἐσμὸς ἀνανεοῦται καὶ πρὸ τῶν ὀφθαλμῶν ἵσταται, καὶ τὴν διάνοιαν κεντεῖ. Καὶ καθάπερ οἱ τὸ δεσμωτήριον οἰκοῦντες, ἀεὶ μὲν ἐν κατηφείᾳ καὶ ὀδύναις εἰσὶ, μάλιστα δὲ κατὰ τὴν ἡμέραν ἐκείνην, καθ᾽ ἣν ἂν μέλλωσιν ἐξάγεσθαι, καὶ παρ᾽ αὐτὰς τὰς τοῦ δικάζοντος ἄγεσθαι θύρας, καὶ πρὸ τῶν κιγκλίδων ἑστῶτες, καὶ τῆς τοῦ κρίνοντος φωνῆς ἔνδοθεν ἀκούοντες, ἀποπήγνυνται τῷ φόβῳ, καὶ τῶν νεκρῶν οὐδὲν ἄμεινον διάκεινται· οὕτω καὶ ἡ ψυχὴ μάλιστα μὲν καὶ ἐν αὐτῷ τῷ καιρῷ τῆς ἁμαρτίας ὀδυνᾶται καὶ στενοχωρεῖται, πολλῷ δὲ πλέον ὅταν ἐντεῦθεν ἀποσπασθεῖσα ἀπάγεσθαι μέλλῃ.

γʹ. Σιγᾶτε ταῦτα ἀκούοντες; Πολλὴν ὑμῖν ἔχω χάριν τῆς σιγῆς ταύτης μᾶλλον, ἢ τῶν κρότων· οἱ μὲν γὰρ κρότοι καὶ οἱ ἔπαινοι λαμπρότερον ἐμὲ ποιοῦσιν, ἡ σιγὴ δὲ αὕτη σωφρονεστέρους ὑμᾶς ἐργάζεται. Οἶδα ὅτι λυπεῖ τὰ λεγόμενα, ἀλλὰ πολὺ κέρδος ἔχει καὶ ἄφατον. Ὁ πλούσιος ἐκεῖνος, εἴ τινα εἶχε τοιαῦτα αὐτῷ παραινοῦντα, ἀλλὰ μὴ κόλακας τοὺς πρὸς χάριν ἅπαντα συμβουλεύοντας, καὶ εἰς τρυφὴν ἕλκοντας, οὐκ ἂν εἰς τὴν γέενναν ἦλθεν ἐκείνην, οὐκ ἂν τὰς βασάνους ὑπέμεινε τὰς ἀφορήτους, οὐκ ἂν ἀπαρηγόρητα μετὰ ταῦτα μετενόησεν· ἀλλ᾽ ἐπειδὴ τὰ πρὸς χάριν ἅπαντες διελέγοντο, παρέδωκαν αὐτὸν τῷ πυρί. Εἶθε ἦν ἀεὶ καὶ διηνεκῶς ταῦτα φιλοσοφεῖν, καὶ περὶ γεέννης φθέγγεσθαι. Ἐν πᾶσι γὰρ, φησὶ, τοῖς λόγοις σου μιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐ μὴ ἁμάρτῃς. Καὶ πάλιν· Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου, καὶ παρασκευάζου πρὸς τὴν ὁδόν. Εἴ τινος ἥρπασάς τι, ἀπόδος, καὶ εἰπὲ κατὰ τὸν Ζακχαῖον· Δίδωμι τετραπλασίονα τὰ ἁρπαγέντα· εἴ τινός τι ἐσυκοφάντησας, εἴ τινος γέγονας ἐχθρὸς, καταλλάγηθι πρὸ τοῦ δικαστηρίου.

Πάντα ἐνταῦθα διάλυσαι, ἵνα χωρὶς πραγμάτων τὸ βῆμα ἴδῃς ἐκεῖνο. Ἕως ἂν ἐνταῦθα ὦμεν, ἐλπίδας ἔχομεν χρηστάς· ἐπειδὰν δὲ ἀπέλθωμεν ἐκεῖ, κύριοι λοιπὸν μετανοίας οὐκ ἐσμὲν, οὐδὲ τοῦ τὰ ἡμαρτημένα ἡμῖν ἀπονίψασθαι.

Διὸ χρὴ παρασκευάζεσθαι συνεχῶς πρὸς τὴν ἐνθένδε ἔξοδον. Τί γὰρ ἐὰν ἑσπέρας δόξῃ τῷ Δεσπότῃ καλέσαι ἡμᾶς; τί δὲ ἐὰν αὔριον; Ἄδηλον γὰρ τὸ μέλλον, ἵνα ἐναγώνιοι διηνεκῶς ὦμεν, καὶ πρὸς τὴν ἀποδημίαν εὐτρεπεῖς ἐκείνην, καθάπερ οὖν οὗτος ὁ Λάζαρος διαπαντὸς ἦν ἐν ὑπομονῇ καὶ καρτερίᾳ· διὸ καὶ μετὰ τοσαύτης ἀπήγετο τιμῆς. Ἀπέθανε δὲ καὶ ὁ πλούσιος, καὶ ἐτάφη, καθάπερ ἐν μνήματι τῷ σώματι τῆς ψυχῆς αὐτοῦ κατορωρυγμένης, καὶ τάφον περιφερούσης τὴν σάρκα. Ὥσπερ γὰρ ἁλύσει τινὶ, τῇ μέθῃ καὶ τῇ γαστριμαργίᾳ πεπεδημένος, οὕτως ἄπρακτον αὐτὴν καὶ νεκρὰν εἰργάσατο. Μὴ ἁπλῶς παραδράμῃς, ἀγαπητὲ, τὸ, ἐτάφη· ἀλλ᾽ ἐνταῦθά μοι νόει τὰς τραπέζας τὰς περιηργυρωμένας, τὰς κλίνας, τοὺς τάπητας, τὰ ἐπιβλήματα, τὰ ἄλλα τὰ κατὰ τὴν οἰκίαν ἅπαντα, τὰ μύρα, τὰ ἀρώματα, τὸν πολὺν ἄκρατον, τῶν ἐδεσμάτων τὰς ποικιλίας, τὰ καρυκεύματα, τοὺς μαγείρους, τοὺς κόλακας, τοὺς δορυφόρους, τοὺς οἰκέτας, τὴν ἄλλην ἅπασαν φαντασίαν κατεσβεσμένην καὶ καταμαρανθεῖσαν. Πάντα σποδὸς, πάντα τέφρα καὶ κόνις, θρῆνοι καὶ ὀδυρμοὶ, οὐδενὸς δυναμένου βοηθῆσαι λοιπὸν, οὐδ᾽ ἀπελθοῦσαν ἐπαναγαγεῖν τὴν ψυχήν. Τότε ἡ δύναμις ἠλέγχετο τοῦ χρυσίου, καὶ τῆς πολλῆς περιουσίας.

Ἐκ γὰρ τοσαύτης θεραπείας γυμνὸς καὶ μόνος ἀπήγετο, οὐδὲν ἐκ τῆς τοσαύτης εὐπορίας ἀπενεγκεῖν ἐντεῦθεν δυνάμενος, ἀλλ᾽ ἔρημος, ἀπροστάτευτος ἀπήγετο· οὐδεὶς τῶν θεραπευσάντων, οὐδεὶς τῶν βοηθησόντων παρῆν ἐξαιρησόμενος τῆς κολάσεως καὶ τῆς τιμωρίας, ἀλλὰ πάντων ἐκείνων ἀποσπασθεὶς, μόνον ἀπελαμβάνετο τὰς ἀφορήτους ὑπομένειν τιμωρίας. Ὄντως Πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου, ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε· τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. Ἦλθεν ὁ θάνατος, καὶ πάντα ἔσβεσεν ἐκεῖνα· καὶ καθάπερ αἰχμάλωτον λαβὼν, οὕτως ἀπήγαγε κάτω κύπτοντα, αἰσχύνης γέμοντα, ἀπαῤῥησίαστον, τρέμοντα, δεδοικότα ὥσπερ ἐν ὀνείροις ἀπολαύσαντα τῆς τρυφῆς ἐκείνης ἁπάσης· καὶ λοιπὸν ἱκέτης ὁ πλούσιος τοῦ πένητος ἐγίνετο, καὶ τῆς τούτου τραπέζης ἐδεῖτο, τοῦ λιμώττοντός ποτε, καὶ τοῖς στόμασι τῶν κυνῶν προκειμένου· καὶ τὰ πράγματα μετεβάλλετο, καὶ ἐμάνθανον ἅπαντες, τίς ἦν ὁ πλούσιος, καὶ τίς ἦν ὁ πένης, καὶ ὅτι ὁ μὲν Λάζαρος πάντων ἦν εὐπορώτερος, οὗτος δὲ πάντων πενέστερος.

Καθάπερ γὰρ ἐν σκηνῇ προσωπεῖα βασιλέων καὶ στρατηγῶν καὶ ἰατρῶν καὶ ῥητόρων καὶ σοφιστῶν καὶ στρατιωτῶν λαμβάνοντες εἰσέρχονταί τινες, οὐδὲν τούτων ὄντες αὐτοί· οὕτω δὴ καὶ ἐπὶ τοῦ παρόντος βίου καὶ πενία καὶ πλοῦτος προσωπεῖα μόνον εἰσίν.

Ὥσπερ οὖν ἐν τῷ θεάτρῳ καθήμενος, ἂν ἴδῃς τινὰ τῶν κάτω παιζόντων προσωπεῖον ἔχοντα βασιλέως, οὐ μακαρίζεις αὐτὸν, οὐδὲ βασιλέα εἶναι νομίζεις, οὐδ᾽ ἂν εὔξαιο γενέσθαι τοιοῦτος· ἀλλ᾽ εἰδὼς, ὅτι τῶν ἀγοραίων τίς ἐστι, σχοινοστρόφος τυχὸν, ἢ χαλκοτύπος, ἢ ἕτερόν τι τοιοῦτον, οὐ μακαρίζεις διὰ τὸ προσωπεῖον καὶ τὴν στολὴν, οὐδ᾽ ἀπὸ τούτων αὐτοῦ κρίνεις τὴν πολιτείαν, ἀλλὰ καταπτύεις αὐτοῦ διὰ τὴν ἄλλην εὐτέλειαν· οὕτω δὴ καὶ ἐνταῦθα, καθάπερ ἐν θεάτρῳ, τῷ κόσμῳ καθήμενος καὶ ἐπὶ σκηνῆς παίζοντας βλέπων, ἐπειδὰν ἴδῃς πλουτοῦντας πολλοὺς, μὴ πλουσίους ἀληθῶς εἶναι νόμιζε, ἀλλὰ πλουσίων περικεῖσθαι προσωπεῖα. Καθάπερ γὰρ ἐκεῖνος ὁ ἐπὶ τῆς σκηνῆς τὸν βασιλέα καὶ τὸν στρατηγὸν ὑποκρινόμενος, πολλάκις οἰκέτης ὢν τυγχάνει, ἢ τῶν σῦκα καὶ βότρυς πωλούντων ἐπ᾽ ἀγορᾶς· οὕτω δὴ καὶ οὗτος ὁ πλούσιος πολλάκις πάντων πενέστερος ὢν τυγχάνει.

Ἂν γὰρ περιέλῃς αὐτοῦ τὸ προσωπεῖον, καὶ τὸ συνειδὸς ἀναπτύξῃς, καὶ εἰς τὴν διάνοιαν εἰσέλθῃς, πολλὴν εὑρήσεις ἀρετῆς ἐκεῖ πενίαν, καὶ πάντων ἀτιμότερον ὄντα τῶν ἀνθρώπων. Ὥσπερ γὰρ ἐπὶ τῶν θεάτρων τῆς ἑσπέρας καταλαβούσης, καὶ τῶν συγκαθημένων ἀναχωρησάντων, ἐξελθόντες ἔξω, καὶ τὸ σχῆμα τῆς ὑποκρίσεως ἀποθέμενοι, οἱ βασιλεῖς καὶ στρατηγοὶ πᾶσιν εἶναι δοκοῦντες φαίνονται λοιπὸν ὅπερ εἰσίν· οὕτω δὴ καὶ νῦν τοῦ θανάτου παραγενομένου καὶ τοῦ θεάτρου λυθέντος, τὰ τοῦ πλούτου προσωπεῖα καὶ τὰ τῆς πενίας ἀποθέμενοι πάντες, ἀπῆλθον ἐκεῖ· καὶ ἀπὸ τῶν ἔργων μόνον κρινόμενοι φαίνονται, τίνες μὲν ἀληθῶς πλούσιοι, τίνες δὲ πένητες, καὶ τίνες μὲν ἔντιμοι, τίνες δὲ ἄδοξοι.

δʹ. Πολλάκις γοῦν τῶν ἐνταῦθά τις πλουτούντων εὑρέθη πάντων ἐκεῖ πενέστερος ὢν, καθάπερ οὖν καὶ ὁ πλούσιος οὗτος. Ἐπειδὴ γὰρ ἡ ἑσπέρα κατέλαβε, τουτέστιν ὁ θάνατος, καὶ ἐκ τοῦ θεάτρου τῆς παρούσης ζωῆς ἐξῆλθε, καὶ τὸ προσωπεῖον ἀπέθετο, ὤφθη πάντων ἐκεῖ πενέστερος ὢν, καὶ οὕτω πένης, ὡς μηδὲ σταγόνος ὕδατος εἶναι κύριος, ἀλλ᾽ ὑπὲρ ταύτης προσαιτεῖν, καὶ μηδ᾽ αὐτῆς ἐπιτυχεῖν τῆς αἰτήσεως. Τί ταύτης τῆς πενίας πενέστερον γένοιτ᾽ ἄν; Καὶ ἄκουε πῶς· ἐπάρας γὰρ τοὺς ὀφθαλμοὺς αὐτοῦ, φησὶ πρὸς τὸν Ἀβραάμ· Πάτερ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος, καὶ ἐπιστάξῃ τῷ στόματί μου. Ὁρᾷς πόσον ἐστὶν ἡ θλῖψις; Πλησίον ὄντα παρέτρεχε, καὶ πόῤῥω γε ὄντα καλεῖ νῦν· ὃν πολλάκις εἰσιών τε καὶ ἐξιὼν οὐχ ἑώρα, τοῦτον μακρόθεν ὄντα μετ᾽ ἀκριβείας βλέπει. Τίνος δὲ ἕνεκεν αὐτὸν ὁρᾷ; Πολλάκις ἴσως εἶπεν ὁ πλούσιος οὗτος· τί μοι εὐλαβείας καὶ ἀρετῆς χρεία; πάντα μοι καθάπερ ἐκ πηγῶν ἐπιῤῥεῖ, πολλῆς ἀπολαύω τῆς ἀφθονίας, πολλῆς τῆς εὐημερίας, οὐδὲν ὑπομένω τῶν ἀδοκήτων· τίνος ἕνεκα μετέρχομαι ἀρετήν;

Οὗτος ὁ πένης ἐν δικαιοσύνῃ καὶ εὐσεβείᾳ ζῶν, μυρία πάσχει δεινά. Ταῦτα δὴ πολλοὶ καὶ νῦν πολλάκις λέγουσιν. Ἵν᾽ οὖν πρόῤῥιζα ταῦτα ἀνασπασθῇ τὰ κακὰ δόγματα, δείκνυσιν αὐτῷ, ὅτι καὶ τῇ κακίᾳ κόλασις κεῖται, καὶ τιμὴ καὶ στέφανος τοῖς ὑπὲρ τῆς εὐσεβείας πόνοις. Οὐ διὰ τοῦτο δὲ μόνον αὐτὸν εἶδεν, ἀλλ᾽ ἵνα, ὅπερ ἔπαθεν ὁ πένης, τοῦτο καὶ ὁ πλούσιος πάθῃ νῦν μετὰ μείζονος τῆς ὑπερβολῆς. Καθάπερ γὰρ ἐκείνῳ χαλεπωτέραν ἐποιεῖτο τὴν βάσανον τὸ ἐν τῷ πυλῶνι τοῦ πλουσίου κεῖσθαι, καὶ ὁρᾷν τὰ ἀλλότρια ἀγαθὰ, οὕτω δὴ καὶ τούτῳ χαλεπωτέραν ἐποίει τὴν τιμωρίαν νῦν τὸ ἐν τῇ γεέννῃ κεῖσθαι, καὶ ὁρᾷν τὴν τοῦ Λαζάρου τρυφὴν, ἵνα μὴ τῇ φύσει τῶν βασάνων μόνον, ἀλλὰ καὶ τῇ παραθέσει τῆς ἐκείνου τιμῆς ἀφορητοτέραν ἔχῃ τὴν κόλασιν. Καὶ καθάπερ τὸν Ἀδὰμ ἐκβάλλων τοῦ παραδείσου, καταντικρὺ τοῦ παραδείσου κατῴκισεν ὁ Θεὸς, ἵνα ἡ συνεχὴς ὄψις ἀνανεοῦσα τὸ πάθος, ἀκριβεστέραν αὐτῷ παράσχῃ τῆς ἐκπτώσεως τῶν ἀγαθῶν τὴν αἴσθησιν· οὕτω δὴ καὶ τοῦτον κατέναντι τοῦ Λαζάρου κατῴκισεν, ἵνα ἴδῃ τίνων ἑαυτὸν ἀπεστέρησεν. Ἔπεμψά σοι, φησὶν, εἰς τὸν πυλῶνα τὸν πένητα Λάζαρον, ἵνα σοι γένηται διδάσκαλος ἀρετῆς, καὶ φιλανθρωπίας ὑπόθεσις· παρεῖδες τὸ κέρδος, οὐκ ἠθέλησας εἰς δέον χρήσασθαι τῇ τῆς σωτηρίας ἀφορμῇ· χρήσῃ λοιπὸν αὐτῷ εἰς μείζονα κολάσεως καὶ τιμωρίας ὑπόθεσιν.

Ἀπὸ τούτων μανθάνομεν, ὅτι πάντες οἱ παρ᾽ ἡμῶν ἐπηρεαζόμενοι καὶ ἀδικούμενοι, κατὰ πρόσωπον ἡμῶν στήσονται τότε. Καίτοι οὗτος οὐδὲν ἠδίκητο παρὰ τοῦ πλουσίου· οὐ γὰρ τὰ ἐκείνου ἔλαβε χρήματα ὁ πλούσιος, ἀλλὰ τῶν ἑαυτοῦ οὐ μετέδωκεν. Εἰ δὲ τῶν ἑαυτοῦ μὴ μεταδιδοὺς, κατήγορον ἔχει τὸν οὐκ ἐλεηθέντα, ὁ καὶ τὰ ἀλλότρια ἁρπάσας, ποίας τεύξεται συγγνώμης, πανταχόθεν αὐτὸν περιεστώτων τῶν ἠδικημένων;