Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Λάζαρον

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλία ΣΤ΄: Ο σεισμός ως θεία προειδοποίηση και η αμαρτία ως πνευματική νόσος

Εισαγωγή στον έκτο λόγο. Αναλύεται η παιδαγωγική λειτουργία ενός πρόσφατου σεισμού, υποδεικνύοντας ότι η πραγματική απειλή είναι η αμαρτία, ενώ η τιμωρία συνιστά θεραπευτικό μέσο για την ψυχή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 12 από 16

Εἰς τὸν σεισμὸν καὶ εἰς τὸν Πλούσιον καὶ εἰς τὸν Λάζαρον, καὶ πόθεν ἡ δουλεία ἐγένετο. αʹ. Εἴδετε Θεοῦ δύναμιν, εἴδετε Θεοῦ φιλανθρωπίαν; δύναμιν, ὅτι ἐτίναξε τὴν οἰκουμένην· φιλανθρωπίαν, ὅτι πίπτουσαν αὐτὴν ἔστησε· μᾶλλον δὲ ἐν ἑκατέρῳ καὶ δύναμιν καὶ φιλανθρωπίαν. Καὶ γὰρ τὸ σεῖσαι δυνάμεως, καὶ τὸ στῆσαι φιλανθρωπίας· ὅτι ἔσεισε τὴν γῆν καὶ ἐστήριξε τὴν οἰκουμένην, ὅτι σαλευομένην καὶ μέλλουσαν αὐτὴν πίπτειν ἤγειρεν.

Ἀλλ᾽ ὁ μὲν σεισμὸς παρῆλθεν, ὁ δὲ φόβος μενέτω· ὁ σάλος ἐκεῖνος παρέδραμεν, ἡ δὲ εὐλάβεια μὴ παραδραμέτω· ἐλιτανεύσαμεν τρεῖς ἡμέρας, ἀλλὰ μὴ καταλύσωμεν τὴν σπουδήν. Διὰ γὰρ τοῦτο ὁ σεισμὸς, διὰ τὴν ῥᾳθυμίαν τὴν ἡμετέραν· ἐῤῥᾳθυμήσαμεν, καὶ ἐκαλέσαμεν τὸν σεισμόν· ἐσπουδάσαμεν, καὶ ἀπεκρουσάμεθα τὴν ὀργήν· μὴ πάλιν ῥᾳθυμήσωμεν, ἵνα μὴ πάλιν καλέσωμεν τὴν ὀργὴν καὶ τὴν τιμωρίαν.

Οὐ γὰρ βούλεται ὁ Θεὸς τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Εἴδετε τὸ ἐπίκηρον τοῦ γένους τῶν ἀνθρώπων; Ὅτε ὁ σεισμὸς ἐγένετο, ἐνενόουν ἐν ἑαυτῷ λέγων· Ποῦ αἱ ἁρπαγαί; ποῦ αἱ πλεονεξίαι; ποῦ αἱ τυραννίδες; ποῦ αἱ ἀπόνοιαι; ποῦ αἱ δυναστεῖαι; ποῦ αἱ καταπονήσεις; ποῦ αἱ λεηλασίαι τῶν πενήτων; ποῦ αἱ ὑπερηφανίαι τῶν πλουτούντων; ποῦ τῶν ἀρχόντων αἱ δυναστεῖαι; ποῦ αἱ ἀπειλαί; ποῦ οἱ φόβοι; Μία καιροῦ ῥοπὴ καὶ ἀράχνης εὐτελέστερον πάντα διεσπᾶτο, πάντα ἐκεῖνα παρελύετο, καὶ κωκυτὸς πόλεως ἦν, καὶ πάντες ἐπὶ τὴν ἐκκλησίαν ἔτρεχον. Ἐννοήσατε, εἰ ἔδοξε τῷ Θεῷ πάντα κατενέγκαι, τί ἂν ἐπάθομεν. Ταῦτα δὲ λέγω, ἵνα συνεχῶς ἀκμάζῃ ἐν ὑμῖν ὁ φόβος τῶν γενομένων, καὶ τὴν διάνοιαν πάντων στηρίζῃ. Ἔσεισεν, ἀλλ᾽ οὐ κατέβαλεν· εἰ γὰρ ἐβούλετο καταβαλεῖν, οὐκ ἂν ἔσεισεν· ἀλλὰ ἐπειδὴ οὐκ ἐβούλετο. προέλαβε καθάπερ κήρυξ ὁ σεισμὸς, προαναγγέλλων ἅπασι τὴν ὀργὴν τοῦ Θεοῦ, ἵνα τῷ φόβῳ βελτίους γενόμενοι, ἀποκρουσώμεθα τὴν διὰ τῶν πραγμάτων τιμωρίαν. Οὕτω καὶ ἐπὶ τῶν βαρβάρων ἐποίησεν. Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὴ καταστραφήσεται. Καὶ διὰ τί οὐ καταστρέφεις; ἀπειλεῖς κατασκάπτειν, καὶ διὰ τί οὐ κατασκάπτεις;

Ἐπειδὴ οὐ βούλομαι κατασκάπτειν, διὰ τοῦτο ἀπειλῶ. Τί οὖν λέγεις; Ἵνα μὴ ποιήσω ἃ λέγω, προλαμβανέτω ὁ λόγος, καὶ κωλυέτω τὸ ἔργον. Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὴ καταστραφήσεται, τότε ὁ προφήτης ἔλεγε, σήμερον οἱ τοῖχοι φωνὴν ἀφιᾶσι. Ταῦτα δὲ λέγω, καὶ λέγων οὐ παύσομαι. καὶ πρὸς πένητας καὶ πρὸς πλουσίους· ἐννοήσατε πόση τοῦ Θεοῦ ἡ ὀργὴ, πῶς αὐτῷ πάντα ῥᾴδια καὶ εὔκολα· καὶ στῶμέν ποτε τῆς πονηρίας. Ἐν βραχείᾳ καιροῦ ῥοπῇ καὶ τὴν διάνοιαν καὶ τὸν νοῦν οὕτω παρέλυσεν ἑκάστου, καὶ τὰ θεμέλια τῆς καρδίας διέσεισεν.

Ἐννοήσωμεν, εἰ κατὰ τὴν ἡμέραν ἐκείνην τὴν φοβερὰν, ὅτε οὐ μία καιροῦ ῥοπὴ, ἀλλ᾽ ἄπειροι αἰῶνες, καὶ ποταμοὶ πυρὸς, καὶ ἀπειληφόροι ὀργαὶ, καὶ δυνάμεις ἐπὶ τὴν κρίσιν ἕλκουσαι, καὶ βῆμα φοβερὸν, καὶ δικαστήριον ἀδέκαστον, καὶ ἑκάστου τὰ πεπραγμένα πρὸ τῶν ὀφθαλμῶν ἕστηκε, καὶ οὐδεὶς ὁ βοηθῶν, οὔτε γείτων, οὔτε ῥήτωρ, οὔτε συγγενὴς, οὐκ ἀδελφὸς, οὐ πατὴρ, οὐ μήτηρ, οὐ ξένος, οὐκ ἄλλος οὐδεὶς, τί ποιήσομεν τότε; εἰπέ μοι. Ἄγω τὸν φόβον ἵνα κατασκευάσω τὴν σωτηρίαν· σιδήρου τομωτέραν εἰργασάμην τὴν διδασκαλίαν, ἵνα ἕκαστος ὑμῶν σηπεδόνα ἔχων, ἀπόθηται. Οὐκ ἀεὶ ἔλεγον, καὶ νῦν λέγω, καὶ λέγων οὐ παύσομαι, μέχρι πότε τοῖς παροῦσίν ἐστε προσηλωμένοι; Πρὸς πάντας μὲν λέγω, ἐξαιρέτως δὲ πρὸς τοὺς νοσοῦντας, καὶ μὴ προσέχοντας τοῖς λεγομένοις· μᾶλλον δὲ, ἑκατέρῳ χρήσιμος ὁ λόγος, τῷ μὲν νοσοῦντι, ἵνα ὑγιάνῃ, τῷ δὲ ὑγιαίνοντι, ἵνα μὴ νοσήσῃ. Μέχρι πότε χρήματα; μέχρι πότε πλοῦτος; μέχρι πότε περιφάνειαι οἰκοδομημάτων; μέχρι πότε λύσσα περὶ τὴν ἄψυχον φιληδονίαν; Ἰδοὺ ἦλθεν ὁ σεισμός· τί ὠφέλησεν ὁ πλοῦτος; Ὁ πόνος ἑκατέρων παρελύθη τῷ κεκτημένῳ τὸ κτῆμα συναπώλετο, ἡ οἰκία τῷ κατασκευάσαντι· κοινὸς τάφος ἁπάντων ἡ πόλις ἐγίνετο, τάφος ἐσχεδιασμένος, οὐκ ἐν χερσὶ τεχνιτῶν, ἀλλὰ τῇ συμφορᾷ κατεσκευασμένος.

Ποῦ ὁ πλοῦτος; ποῦ αἱ πλεονεξίαι; Ὁρᾶτε ὅτι ἀράχνης πάντα εὐτελέστερα; βʹ. Ἀλλ᾽ ἐρεῖς μοι, καὶ τί ὠφελεῖς λέγων; Ὠφελῶ, ἐάν τίς μου ἀκούῃ· ἐγὼ τὸ ἐμαυτοῦ ποιῶ· ὁ σπείρων σπείρει. Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι· καὶ τὰ μὲν ἔπεσε παρὰ τὴν ὁδὸν, τὰ δὲ ἐπὶ τὴν πέτραν, τὰ δὲ ἐπὶ τὰς ἀκάνθας, τὰ δὲ ἐπὶ τὴν γῆν τὴν καλήν· τρία μέρη ἀπώλετο, καὶ ἓν ἐσώθη, καὶ οὐκ ἀπέστη τῆς γεωργίας, ἀλλ᾽ ἐπειδὴ ἓν διεσώζετο, οὐκ ἐπαύσατο τῆς γεηπονίας.

Καὶ νῦν δὲ ἀμήχανον ἐν τοσούτῳ πλήθει σπόρον καταβαλλόμενον μὴ ἐνεγκεῖν μοι στάχυν· κἂν μὴ πάντες ἀκούσωσιν, οἱ ἡμίσεις ἀκούσονται· κἂν μὴ οἱ ἡμίσεις, ἡ τρίτη μοῖρα· κἂν μὴ ἡ τρίτη μοῖρα, ἡ δεκάτη· κἂν μὴ ἡ δεκάτη, κἂν εἷς ἐκ τοῦ πλήθους ἀκούσῃ, ἀκουέτω. Οὐ μικρὸν γὰρ τὸ καὶ ἓν πρόβατον διασωθῆναι· ἐπεὶ καὶ ὁ ποιμὴν ἐκεῖνος τὰ ἐννενηκονταεννέα πρόβατα καταλιπὼν, ἐπὶ τὸ ἓν τὸ πεπλανημένον ἔδραμεν. Οὐ καταφρονῶ ἀνθρώπου· κἂν εἷς ᾖ, ἄνθρωπός ἐστι, τὸ περισπούδαστον τοῦ Θεοῦ ζῶον· κἂν δοῦλος ᾖ, οὐκ ἔστι μοι εὐκαταφρόνητος· οὐ γὰρ ἀξίωμα ζητῶ, ἀλλ᾽ ἀρετήν· οὐ δεσποτείαν, οὐ δουλείαν, ἀλλὰ ψυχήν· κἂν εἷς ᾖ, ἄνθρωπός ἐστι, δι᾽ ὃν οὐρανὸς ἐτανύσθη, καὶ ἥλιος φαίνει, καὶ σελήνη τρέχει, καὶ ἀὴρ ἐξεχέθη, καὶ πηγαὶ βρύουσι, καὶ θάλαττα ἡπλώθη, καὶ προφῆται ἐπέμφθησαν, καὶ νόμος ἐδόθη· καὶ τί δεῖ πάντα λέγειν; δι᾽ ὃν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος ἐγένετο. Ὁ Δεσπότης μου ἐσφάγη, καὶ τὸ αἷμα αὐτοῦ ἐξέχεεν ὑπὲρ ἀνθρώπου· κἀγὼ καταφρονῆσαι ἔχω; καὶ ποίαν ἔχω συγγνώμην;

Οὐκ ἀκούετε ὅτι Σαμαρείτιδι διελέγετο ὁ Κύριος, καὶ μυρίους ἠνάλωσε λόγους; καὶ οὐκ ἐπειδὴ Σαμαρεῖτις ἦν, κατεφρονεῖτο, ἀλλ᾽ ἐπειδὴ ψυχὴν εἶχεν, ἐσπουδάζετο· οὐκ ἐπειδὴ πόρνη ἦν, ὑπερεωρᾶτο, ἀλλ᾽ ἐπειδὴ ἔμελλε σώζεσθαι, καὶ πίστιν ἐπεδείξατο, πολλάκις ἀπήλαυσε τῆς ἐπιμελείας. Οὐ παύσομαι λέγειν ἐγὼ, κἂν μηδεὶς ᾖ ὁ ἀκούων· ἰατρός εἰμι, ἐπιτίθημι τὰ φάρμακα· διδάσκαλός εἰμι, παραινεῖν ἐκελεύσθην· λέγει γάρ· Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ.

Οὐδένα διορθοῦμαι; Καὶ τί τοῦτο; ἀλλ᾽ ἐγὼ τὸν μισθὸν ἔχω. Καὶ τοῦτο καθ᾽ ὑπερβολὴν εἶπον· ἀμήχανον γὰρ ἐν πλήθει τοσούτῳ μὴ διορθωθῆναί τινα. Ἀλλ᾽ αὐταὶ αἱ σκήψεις καὶ αἱ προφάσεις εἰσὶ τῶν ῥᾳθύμων ἀκροατῶν. Ἀκούω, φησὶ, καθ᾽ ἡμέραν, καὶ οὐ ποιῶ. Ἄκουε, κἂν μὴ ποιῇς· ἐκ γὰρ τοῦ ἀκούειν καὶ τὸ πράττειν περιγίνεται· κἂν μὴ ποιῇς, αἰσχύνῃ ἐπὶ τῇ ἁμαρτίᾳ· κἂν μὴ ποιῇς, μεταβάλλῃ τὴν γνώμην· κἂν μὴ ποιῇς, καταδικάζεις σεαυτὸν, ὅτι οὐ ποιεῖς. Τοῦτο δὲ τὸ κατηγορεῖν σεαυτοῦ, πόθεν;

Ὁ καρπὸς τῶν ἐμῶν λόγων. Ὅταν εἴπῃς· Οἴμοι, ἤκουσα, καὶ οὐ ποιῶ· τὸ οἴμοι προοίμιόν ἐστι τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς. Ἥμαρτες· ἐθρήνησας; ἔλυσας τὴν ἁμαρτίαν. Λέγε γὰρ σὺ πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς. Κἂν στυγνάσῃς, ἢ κατηφὴς γένῃ, ἔχει τινὰ σωτηρίαν ἡ κατήφεια, οὐ διὰ τὴν φύσιν τῆς κατηφείας, ἀλλὰ διὰ τὴν φιλανθρωπίαν τοῦ Δεσπότου. Τῷ ἔχοντι ἁμαρτίας οὐκ ὀλίγη παραμυθία τὸ λυπεῖν ἑαυτόν. Εἶδον γὰρ, φησὶν, ὅτι ἐλυπήθη καὶ ἐστύγνασε, καὶ ἰασάμην αὐτοῦ τὰς ὀδύνας.

Ὢ φιλανθρωπίας ἀφάτου, καὶ ἀγαθότητος ἑρμηνευθῆναι μὴ δυναμένης! Ἐλυπήθη, καὶ ἰασάμην αὐτόν. Καὶ τί μέγα, ὅτι ἐλυπήθη; Οὐ μέγα μέν· ἀλλ᾽ ἐγὼ ἀφορμὴν ἔλαβον τοῦ ἰᾶσθαι τὰς ὀδύνας αὐτοῦ. Εἴδετε πῶς ἐν βραχείᾳ καιροῦ ῥοπῇ πάντα συνήγαγε;

Διηνεκῶς τοίνυν τὴν ἑσπέραν ἐκείνην τοῦ σεισμοῦ λογίζεσθε ἐν ἑαυτοῖς. Οἱ μὲν γὰρ ἄλλοι πάντες διὰ τὸν σεισμὸν ἐδεδοίκεσαν, ἐγὼ δὲ διὰ τὴν αἰτίαν τοῦ σεισμοῦ. Συνήκατε τί εἶπον; Οἱ μὲν ἐφοβοῦντο, μὴ πέσῃ ἡ πόλις, καὶ ἀποθάνωσιν· ἐγὼ δὲ δέδοικα, ὅτι ὁ Δεσπότης ἡμῖν ὀργίζεται· οὐ γὰρ χαλεπὸν τὸ ἀποθανεῖν, ἀλλὰ χαλεπὸν τὸ παροξῦναι τὸν Δεσπότην.

Ὥστε οὐ διὰ τὸν σεισμὸν ἐφοβούμην, ἀλλὰ διὰ τὴν αἰτίαν τοῦ σεισμοῦ· ἡ γὰρ αἰτία τοῦ σεισμοῦ ἡ ὀργὴ τοῦ Θεοῦ, τῆς δὲ ὀργῆς αἴτιον αἱ ἁμαρτίαι ἡμῶν. Μηδέποτε φοβοῦ κόλασιν, ἀλλ᾽ ἁμαρτίαν τὴν μητέρα τῆς κολάσεως. Σείεται ἡ πόλις; Καὶ τί τοῦτο; ἀλλὰ σοῦ μὴ σαλευθήτω ἡ διάνοια· ἐπεὶ καὶ ἐπὶ τῶν νοσημάτων καὶ τῶν τραυμάτων οὐκ ἐκείνους θρηνοῦμεν τοὺς θεραπευομένους, ἀλλὰ τοὺς τὰ ἀνίατα νοσοῦντας.

Ὅπερ ἐστὶ νόσος καὶ τραῦμα, τοῦτό ἐστι καὶ ἁμαρτία· ὅπερ ἐστὶ τομὴ καὶ φάρμακον, τοῦτό ἐστι καὶ τιμωρία. γʹ. Συνήκατε τί λέγω; Προσέχετε· φιλόσοφον γὰρ ὑμᾶς βούλομαι παιδεῦσαι λόγον. Διὰ τί τοὺς κολαζομένους θρηνοῦμεν, ἀλλ᾽ οὐ τοὺς ἁμαρτάνοντας; Οὐ γὰρ οὕτω χαλεπὸν κόλασις, ὡς χαλεπὸν ἡ ἁμαρτία· τῆς γὰρ κολάσεως ὑπόθεσις ἡ ἁμαρτία. Ἐὰν τοίνυν ἴδῃς τινὰ σηπεδόνα ἔχοντα, καὶ σκώληκας καὶ ἰχῶρας ἀπὸ τοῦ σώματος κατερχομένους, καὶ ἀμελοῦντα τοῦ ἕλκους καὶ τῆς σηπεδόνος, ἕτερον δὲ τὰ αὐτὰ πάσχοντα ἰατρικῶν ἀπολαύοντα χειρῶν, καιόμενον, καὶ τεμνόμενον, καὶ πικρὰ πίνοντα φάρμακα, τίνα θρηνήσεις; εἰπέ μοι· τὸν νοσοῦντα, καὶ μὴ θεραπευόμενον, ἢ τὸν νοσοῦντα, καὶ θεραπευόμενον; Δῆλον ὅτι τὸν νοσοῦντα, καὶ μὴ θεραπευόμενον. Οὕτως ἔστωσαν δύο ἁμαρτωλοὶ, ὁ μὲν κολαζόμενος, ὁ δὲ μὴ κολαζόμενος.

Μὴ λέγε, μακάριος οὗτος, ὅτι πλουτεῖ, ὀρφανοὺς ἀποδύει, χήρας βιάζεται. Καίτοι οὐ νοσεῖ, ἀλλ᾽ ἁρπάζων εὐδοκιμεῖ, τιμῆς ἀπολαύει καὶ δυναστείας, οὐδὲν τῶν ἀνθρωπίνων ὑπομένει, οὐ πυρετὸν, οὐ κάκωσιν, οὐκ ἄλλην τινὰ νόσον· παίδων χορὸς περὶ αὐτὸν, γῆρας λιπαρόν· ἀλλὰ τοῦτον μάλιστα θρήνει, ὅτι καὶ νοσεῖ, καὶ οὐ θεραπεύεται· πῶς, ἐγὼ λέγω.

Ἐὰν ἴδῃς τινὰ ὑδέρῳ κατεχόμενον, καὶ σπληνὶ χαλεπωτάτῳ τὸ σῶμα ἐξογκούμενον, καὶ μὴ τρέχοντα πρὸς τὸν ἰατρὸν, ἀλλὰ ψυχροποσίᾳ προσέχοντα, τράπεζαν ἔχοντα Συβαριτικὴν, καθ᾽ ἑκάστην ἡμέραν μεθύοντα, δορυφορούμενον, καὶ ἐπιτείνοντα τὴν νόσον, εἰπέ μοι, μακαρίζεις τοῦτον, ἢ ταλανίζεις; Ἐὰν δὲ ἕτερον ἴδῃς ὑδέρῳ κατεχόμενον, ἰατρικῶν ἀπολαύοντα χειρῶν, λιμῷ ἑαυτὸν ἐκδιδόντα, ἐν ἀπορίᾳ πολλῇ ὄντα, φαρμάκοις προσκαρτεροῦντα πικροῖς, ἔχουσι μὲν ὀδύνην, τίκτουσι δὲ διὰ τῆς ὀδύνης ὑγείαν, οὐχὶ τοῦτον ὑπὲρ ἐκεῖνον μακαρίζεις; Ὡμολόγηται· ὁ μὲν γὰρ νοσεῖ, καὶ οὐ θεραπεύεται· ὁ δὲ νοσεῖ, καὶ ἀπολαύει ἰατρείας. Ἀλλ᾽ ἐπίπονος ἡ ἰατρεία. Ἀλλ᾽ ὠφέλιμον αὐτῆς τὸ τέλος. Οὕτως ἐστὶ καὶ ἐν τῷ παρόντι βίῳ. Ἀλλ᾽ ἀπὸ τῶν σωμάτων ἄπαγε τὸν λόγον ἐπὶ τὰς ψυχὰς, ἀπὸ τῶν νοσημάτων ἐπὶ τὰ ἁμαρτήματα, ἀπὸ τῆς πικρίας τῶν φαρμάκων ἐπὶ τὰς τιμωρίας καὶ τὴν κρίσιν τοῦ Θεοῦ. Ὅπερ γάρ ἐστι τὸ φάρμακον τὸ παρὰ τοῦ ἰατροῦ, καὶ ἡ τομὴ καὶ τὸ πῦρ, τοῦτό ἐστιν ἡ τιμωρία ἡ παρὰ τοῦ Θεοῦ. Ὥσπερ γὰρ τὸ πῦρ πολλάκις ἐπαγόμενον καίει, καὶ τὴν νομὴν κωλύει, καὶ τὸ σιδήριον ἀφαιρεῖται τὴν σηπεδόνα, ἔχον μὲν ὀδύνην, παρέχον δὲ ὠφέλειαν· οὕτω καὶ λιμὸς καὶ λοιμοὶ καὶ ὅσα κακὰ δοκοῦντα εἶναι, ἀντὶ σιδήρου καὶ πυρὸς ἐπάγονται τῇ ψυχῇ, ἵνα τὴν νομὴν τῶν νοσημάτων κατὰ τὴν εἰκόνα τῶν σωμάτων κωλύσῃ καὶ βελτίονα ἐργάσηται.

Πάλιν ἔστωσαν δύο πόρνοι, καὶ ὑποκείσθω τῷ λόγῳ ἡ εἰκών· δύο πόρνοι· ἀλλ᾽ ὁ μὲν πλούσιος, ὁ δὲ πένης. Τίς μᾶλλον ἐλπίδας σωτηρίας ἔχει; Ὡμολόγηται δηλονότι ὁ πένης. Μὴ τοίνυν εἴπῃς, ὅτι ὁ πλούσιος πορνεύει καὶ πλουτεῖ, καὶ διὰ τοῦτο μακαρίζω αὐτόν. Μᾶλλον ἔδει σε μακαρίζειν αὐτὸν, εἰ πορνεύων ἐπένετο, εἰ πορνεύων ἐλίμωττεν· εἶχε γὰρ διδάσκαλον κατηναγκασμένον τῆς φιλοσοφίας τὴν πενίαν. Ὅταν ἴδῃς κακὸν εὐημεροῦντα, δάκρυσον· δύο γὰρ κακὰ, καὶ νόσος καὶ τὸ ἀνίατον.

Ὅταν ἴδῃς κακὸν ἐν συμφοραῖς ὄντα, παραμυθοῦ, μὴ διὰ τοῦτο μόνον, ὅτι βελτίων γίνεται, ἀλλ᾽ ὅτι πολλὰ τῶν ἁμαρτημάτων αὐτοῦ ἐνταῦθα διαλύεται. Πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ. Πολλοὶ τῶν ἀνθρώπων καὶ ἐνταῦθα διαλύονται, καὶ ἐκεῖ κρίνονται· οἱ δὲ ἐνταῦθα μόνον, οἱ δὲ ἐκεῖ μόνον. Κάτεχέ μου τὴν διδασκαλίαν· οὗτος γὰρ διευκρινηθεὶς ὁ λόγος πολλοὺς θορύβους ἐκβαλεῖ σου τοῦ λογισμοῦ.

Ἀλλ᾽, εἰ δοκεῖ, παραγάγωμεν εἰς μέσον πρῶτον τὸν ἐκεῖ μὲν κολαζόμενον, ἐνταῦθα δὲ ἀπολαύσαντα τρυφῆς. Προσεχέτωσαν καὶ πλούσιοι καὶ πένητες τῷ λεγομένῳ· ἑκατέροις γὰρ χρήσιμος ἡ διδασκαλία. Ὅτι γὰρ καὶ ἐνταῦθα καὶ ἐκεῖ πολλοὶ κρίνονται, ἄκουε τοῦ Χριστοῦ λέγοντος· Εἰς ἣν δ᾽ ἂν πόλιν ἢ οἰκίαν εἰσέλθητε, εἰσερχόμενοι εἰς τὴν οἰκίαν, ἀσπάσασθε αὐτὴν, λέγοντες· Εἰρήνη τῷ οἴκῳ τούτῳ. Κἂν μὲν ᾖ ἡ οἰκία ἐξία, εἰσελθέτω ἡ εἰρήνη ὑμῶν ἐπ᾽ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν ἐφ᾽ ὑμᾶς ἐπιστραφήτω. Καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς, μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι ἔξω τῆς πόλεως, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥων ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ. Εἰς ἣν δ᾽ ἂν πόλιν ἢ οἰκίαν εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστι, κἀκεῖ μείνατε, ἕως ἂν ἐξέλθητε.

Ἀπὸ τούτων δῆλον ὅτι οἱ Σοδόμων καὶ Γομόῤῥων καὶ ἐνταῦθα ἐκρίθησαν, καὶ ἐκεῖ κολάζονται. Ὅταν γὰρ λέγῃ, ὅτι ἀνεκτότερον ἔσται Σοδόμοις ἢ τούτοις, δείκνυσιν, ὅτι κολάζονται μὲν, οὐχ οὕτω δὲ ὡς οὗτοι. δʹ. Πάλιν εἰσὶν οἱ ἐνταῦθα κολαζόμενοι μόνον, ὥσπερ ὁ πεπορνευκώς. Κορινθίοις γὰρ ἐπιστέλλων ὁ μακάριος Παῦλος, οὕτως ἔλεγεν· Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας. Ἐγὼ μὲν γὰρ ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα, ὡς παρὼν τὸν οὕτω τοῦτο κατεργασμένον, ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ συναχθέντων ἡμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ. Εἶδες πῶς οὗτος ὧδε κολάζεται, καὶ ἐκεῖ οὐ κολάζεται; Ἐπειδὴ γὰρ ὧδε ἐκολάσθη αὐτοῦ τὸ σῶμα, ἐκεῖ οὐ κολάζεται. Θέλω [δὲ] λοιπὸν δεῖξαι τὸν ὧδε τρυφήσαντα, ἐκεῖ δὲ κολαζόμενον.

Ἦν τις πλούσιος. Ἀλλ᾽ εἰ καὶ προλαμβάνετε τὴν ἱστορίαν τοῦ διηγήματος, ἀναμείνατε τὴν λύσιν τοῦ λόγου· τοῦτο γὰρ ἐμὸν ἐγκώμιον, καὶ ὑμέτερος ἔπαινος, προοιμίων καταβαλλομένων, ἤδη ὑμᾶς τὸν στάχυν δρέπεσθαι. Διδασκάλους ὑμᾶς εἰργάσατο ἡ συνεχὴς τῶν λόγων ἀπόλαυσις· ἀλλ᾽ ἐπειδὴ μεθ᾽ ὑμῶν εἰσι καὶ ξένοι τινὲς εἰσιόντες, μὴ τρέχετε, ἀλλ᾽ ἀναμείνατε τοὺς χωλεύοντας. Καὶ γὰρ ἡ Ἐκκλησία σῶμά ἐστιν· ὀφθαλμὸν ἔχει, καὶ κεφαλὴν ἔχει. Ὥσπερ οὖν ἐὰν ἡ πτέρνα δέξηται ἄκανθαν, ὁ ὀφθαλμὸς κάτω κύπτει, μέλος ὢν τοῦ σώματος, καὶ οὐ λέγει, Ἐπειδὴ ἐν ὕψει κάθημαι, καταφρονῶ τοῦ κάτω μέλους, ἀλλὰ κύπτει καὶ καταλιμπάνει τὸ ἑαυτοῦ ὕψος· καίτοι τί πτέρνης εὐτελέστερον, ἢ τί ὀφθαλμοῦ εὐγενέστερον; ἀλλ᾽ ἡ συμπάθεια τὸ ἀνώμαλον διώρθωσε, καὶ ἡ ἀγάπη τὸ πᾶν ἐκέρασεν· οὕτω καὶ σὺ ποίει· κἂν ταχὺς ᾖς, κἂν παρεσκευασμένος πρὸς ἀκρόασιν, μὴ ἔχῃς δὲ παρακολουθοῦντα τὸν ἀδελφὸν τοῖς καταβαλλομένοις, καταβήτω ὁ ὀφθαλμός σου πρὸς τὴν πτέρναν· συμπασχέτω τῷ χωλεύοντι μέλει, ὥστε μὴ διὰ τὴν σὴν ταχυτῆτα, καὶ τὴν ἐκείνου βραδυτῆτα, ἔρημον αὐτὸν ἀπομεῖναι τοῦ λόγου. Μὴ τῇ συνέσει τῇ σῇ εἰς ἐκείνου ἀπώλειαν ἀποχρήσῃ, ἀλλὰ χάριν ἔχε τῷ Θεῷ διὰ τὴν σὴν ταχυτῆτα. Πλούσιος εἶ; χαίρω καὶ εὐφραίνομαι· ἀλλ᾽ ἐκεῖνος ἔτι πένεται· μὴ διὰ τὸν σὸν πλοῦτον μενέτω ἐν τῇ πτωχείᾳ.