Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Λάζαρον

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλία Δ΄: Η ανωτερότητα της Γραφής και η βεβαιότητα της μελλοντικής κρίσεως

Εισαγωγή στον τέταρτο λόγο. Αποδεικνύεται η επάρκεια των ιερών κειμένων για τη σωτηρία, απορρίπτοντας την ανάγκη εμφανίσεων εκ νεκρών, και τεκμηριώνεται η βεβαιότητα της μέλλουσας ανταπόδοσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 8 από 16

Εἰς τὸν πλούσιον καὶ τὸν Λάζαρον λόγος τέταρτος· καὶ ὅτι τὸ συνειδὸς εἴωθεν ἡμᾶς ἀναμιμνήσκειν παλαιὰ ἁμαρτήματα, καὶ εἰς τὸν Ἰωσήφ. αʹ. Τῆς τοῦ Λαζάρου παραβολῆς τὸ τέλος ἀνάγκη τήμερον ἀποδοῦναι. Ὑμεῖς μὲν γὰρ ἴσως τὸ πᾶν ἡμῖν ἀπηρτίσθαι νομίζετε· οὐ μὴν ἔγωγε χρήσομαι ὑμῶν εἰς ἀπάτην τῇ ἀγνοίᾳ, οὐδὲ ἀποστήσομαι πρότερον, ἕως ἂν τὸ φαινόμενον ἅπαν ἀπέλθω λαβών· ἐπεὶ καὶ γεωργὸς τῆς ἀμπέλου τρυγηθείσης ἁπάσης, οὐ πρότερον ἀφίσταται, ἕως ἂν καὶ τὰς ῥᾶγας ἐκτέμῃ.

Ἐπεὶ οὖν καὶ νῦν ἐνορῶ, ὥσπερ ὑπὸ φύλλοις, τοῖς γράμμασιν ἐναποκεκρυμμένα νοήματα ἔτι, φέρε δὴ καὶ ταῦτα, ἀντὶ δρεπάνης τῷ λόγῳ χρησάμενοι, πάλιν μετ᾽ ἀκριβείας ἀποτρυγήσωμεν. Ἄμπελος μὲν γὰρ τρυγηθεῖσα καθάπαξ, ἕστηκε γυμνὴ τοῦ καρποῦ, φύλλα ἔχουσα μόνον· ἡ δὲ ἄμπελος ἡ πνευματικὴ τῶν θείων Γραφῶν οὐχ οὕτως, ἀλλ᾽ ἂν τὸ φαινόμενον ἅπαν ἀνελώμεθα, τὸ πλέον ἐναπομένει πάλιν.

Πολλοὶ γοῦν μὲν καὶ πρὸ ἡμῶν εἰς ταύτην εἰρήκασι τὴν ὑπόθεσιν, πολλοὶ καὶ μεθ᾽ ἡμᾶς ἴσως ἐροῦσιν· ἀλλ᾽ οὐδεὶς τὸν ἅπαντα πλοῦτον κενῶσαι δυνήσεται. Τοιαύτη γὰρ τῆς περιουσίας ταύτης ἡ φύσις· ὅσῳπερ ἂν διασκάψῃς ἐν τῷ βάθει, τοσούτῳ πλέον ἀναβλύσει τὰ θεῖα νοήματα· πηγὴ γάρ ἐστιν οὐδέποτε ἐπιλείπουσα.

Καὶ ἔδει μὲν τῇ προτέρᾳ συνάξει τοῦτο ὑμῖν ἀποδοῦναι τὸ χρέος, ἀλλ᾽ οὐκ ἀσφαλὲς εἶναι ἐνομίσαμεν, τοῦ μακαρίου Βαβύλα καὶ τῆς ξυνωρίδος τῶν ἁγίων μαρτύρων τῶν μετ᾽ ἐκεῖνον παρελθεῖν τὰ κατορθώματα. Διὸ τὴν καταβολὴν ὑπερεθέμεθα, τηροῦντες εἰς τὴν παροῦσαν ὑμῖν ἡμέραν ὁλόκληρον τὴν ἔκτισιν.

Φέρε οὖν, ἐπειδὴ καὶ τοῖς πατράσι τὰς εὐφημίας ἀποδεδώκαμεν, οὐ τὰς κατ᾽ ἀξίαν τὴν ἐκείνων, ἀλλὰ τὰς κατὰ δύναμιν τὴν ἡμετέραν, ἀποδῶμεν καὶ ὑμῖν τοῦ διηγήματος τούτου τὸ λείψανον. Ἀλλὰ μὴ ἀποκάμητε, ἕως ἂν πρὸς τὸ τέλος ἀφικώμεθα, ἐκεῖθεν ἀναλαβόντες τὸν λόγον, ἔνθα αὐτὸν κατελίπομεν πρώην. Ποῦ δὲ αὐτὸν κατελίπομεν; Ἐν τῷ χάσματι τῷ διείργοντι τοὺς δικαίους ἀπὸ τῶν ἁμαρτωλῶν. Εἰπόντος γὰρ τοῦ πλουσίου, Πέμψον Λάζαρον, εἶπε πρὸς αὐτὸν ὁ Ἀβραάμ· Χάος μέγα ἐστήρικται μεταξὺ ἡμῶν καὶ ὑμῶν, ὅπως οἱ θέλοντες διαβῆναι ἐκεῖθεν πρὸς ἡμᾶς, μὴ δύνωνται, μηδὲ οἱ ἐντεῦθεν ἐκεῖ διαπερῶσι. Καὶ ἐδείκνυμεν διὰ πολλῶν τῶν εἰρημένων, ὡς ὅτι μετὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ἐν τοῖς οἰκείοις κατορθώμασι τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν χρὴ, μὴ πατέρας καὶ πάππους καὶ ἐπιπάππους ἀριθμοῦντας, μηδὲ συγγενεῖς καὶ φίλους καὶ οἰκείους καὶ γείτονας· Ἀδελφὸς γὰρ οὐ λυτροῦται· λυτρώσεται ἄνθρωπος; Ἀλλ᾽ ὅσα ἂν παρακαλέσωσι καὶ καθικετεύσωσιν οἱ μετὰ ἁμαρτημάτων ἐντεῦθεν ἀπελθόντες, πάντα εἰκῆ καὶ μάτην λοιπὸν ἐροῦσι.

Καὶ γὰρ αἱ παρθένοι αἱ πέντε παρεκάλεσαν τὰς ὁμήλικας ὑπὲρ ἐλαίου, καὶ οὐκ ἐπέτυχον· καὶ ὁ τὸ τάλαντον κατακρύψας τὸ ἐν τῇ γῇ, πολλὰ ἀπολογησάμενος, κατεκρίθη πάλιν· καὶ οἱ μὴ θρέψαντες αὐτὸν πεινῶντα, μηδὲ ποτίσαντες διψῶντα, καὶ αὐτοὶ δοκοῦντες εἰς ἄγνοιαν καταφεύγειν, οὐδ᾽ ἐκεῖνοι συγγνώμης καὶ ἀπολογίας ἔτυχον. Ἕτεροι δὲ οὐδὲ εἰπεῖν τι ἴσχυσαν, ὥσπερ ἐκεῖνος ὁ τὰ ῥυπαρὰ ἐνδεδυμένος ἱμάτια· ἐγκαλούμενος γὰρ ἐσίγα. Οὐχ οὗτος δὲ μόνον, ἀλλὰ καὶ ἄλλος τῷ πλησίον μνησικακήσας, καὶ ἑκατὸν ἀπαιτήσας δηνάρια, εἶτα ὑπὲρ τούτων αὐτῶν παρὰ τοῦ δεσπότου ἐγκαλούμενος ἐπὶ ὠμότητι καὶ ἀπανθρωπίᾳ, οὐδὲν ἔσχεν εἰπεῖν. Ὅθεν δῆλον, ὅτι οὐδὲν ἡμῶν ἐκεῖ προστήσεται, ἐὰν ἔργα μὴ ἔχωμεν ἀγαθά· ἀλλ᾽ ἄν τε καθικετεύωμεν καὶ παρακαλῶμεν, ἄν τε σιγῶμεν, ὁμοίως ἐφ᾽ ἡμᾶς ἥξει τὰ τῆς κολάσεως καὶ τῆς τιμωρίας. Ἄκουσον γοῦν πῶς καὶ οὗτος αἰτήσας αἰτήσεις δύο τὸν Ἀβραὰμ, ἀμφοτέρων ἀπέτυχε. Πρότερον μὲν γὰρ ὑπὲρ ἑαυτοῦ τὴν ἱκετηρίαν ἐποιεῖτο λέγων, Πέμψον Λάζαρον· ὕστερον δὲ οὐκ ἔτι ὑπὲρ ἑαυτοῦ, ἀλλὰ ὑπὲρ τῶν ἀδελφῶν· ἀλλὰ οὐδεμίαν ἤνυσεν αἴτησιν. Ἡ μὲν γὰρ ἦν ἀδύνατος ἡ προτέρα, ἡ δευτέρα δὲ περιττὴ ἡ ὑπὲρ τῶν ἀδελφῶν. Πλὴν ἀλλὰ, εἰ δοκεῖ, καὶ αὐτῶν ἀκούσωμεν τῶν ῥημάτων μετὰ πολλῆς τῆς σπουδῆς.

Εἰ γὰρ ἄρχοντος ἐν ἀγορᾷ μέσῃ κατάδικον ἀγαγόντος, καὶ δημίους περιστήσαντος, καὶ καταξαίνοντος τὸν ὑπεύθυνον, μετὰ πολλῆς τῆς προθυμίας συντρέχουσιν ἅπαντες ἀκοῦσαι βουλόμενοι, τί μὲν ὁ δικαστὴς ἐρωτᾷ, τί δὲ ὁ κατάδικος ἀποκρίνεται· πολλῷ μᾶλλον ἐνταῦθα μετὰ ἀκριβείας ἀκούειν χρὴ, τί μὲν ὁ κατάδικος οὗτος, ὁ πλούσιος λέγω, ἀξιοῖ, τί δὲ ὁ δίκαιος δικαστὴς ἀποκρίνεται διὰ τοῦ Ἀβραάμ. Οὐ γὰρ ὁ πατριάρχης ἦν ὁ δικάζων, εἰ καὶ αὐτὸς ἐφθέγγετο· ἀλλ᾽ ὥσπερ ἐπὶ τῶν ἔξωθεν δικαστηρίων τούτων, ὅταν ὦσί τινες ὑπεύθυνοι λῃσταὶ καὶ ἀνδροφόνοι, πόῤῥω τῆς ὄψεως τοῦ δικάζοντος ἀποστήσαντες τούτους οἱ νόμοι, τῆς τοῦ κρίνοντος οὐκ ἐπιτρέπουσιν ἀκοῦσαι φωνῆς, κἂν τούτῳ μετὰ τῶν ἄλλων αὐτοὺς ἀτιμάζοντες, ἀλλὰ μέσος τις διακονεῖ ταῖς ἐρωτήσεσι τοῦ δικάζοντος, καὶ ταῖς ἀποκρίσεσι τῶν δικαζομένων· οὕτω δὴ καὶ τότε ἐγίνετο. Οὐ τοῦ Θεοῦ φθεγγομένου πρὸς αὐτὸν ἤκουεν ὁ κατάδικος, ἀλλὰ μέσος ἦν ὁ Ἀβραὰμ, τὰ παρὰ τοῦ δικάζοντος διακονούμενος τῷ δικαζομένῳ. Οὐ γὰρ οἴκοθεν ἔλεγεν ἅπερ ἔλεγεν, ἀλλὰ θείους ἀνεγίνωσκε νόμους αὐτῷ, καὶ τὰς ἄνωθεν φερομένας ἔλεγεν ἀποφάσεις. Διόπερ οὗτος οὐδὲ ἀντιλέγειν εἶχε.

βʹ. Προσέχωμεν τοίνυν μετὰ ἀκριβείας τοῖς λεγομένοις. Καὶ γὰρ ἐπίτηδες ἐνδιατρίβω ταύτῃ τῇ παραβολῇ, καὶ τετάρτην ἡμέραν ἔχων, ταύτης οὐκ ἀφίσταμαι, ἐπειδὴ καὶ πολὺ τὸ κέρδος ἐκ τούτου τοῦ διηγήματος ὁρῶ γινόμενον καὶ πλουσίοις καὶ πένησι, καὶ τοῖς ὑπὲρ τῆς τῶν πονηρῶν εὐπραγίας καὶ τῆς τῶν δικαίων πενίας καὶ θλίψεως θορυβουμένοις.

Καὶ γὰρ οὐδὲν οὕτω τοὺς πολλοὺς σκανδαλίζειν εἴωθε καὶ ταράττειν, ὡς τὸ πλουσίους ἐν πονηρίᾳ ζῶντας εὐημερίας ἀπολαύειν πολλῆς, καὶ δικαίους μετὰ ἀρετῆς ζῶντας πρὸς ἐσχάτην ἐλαύνεσθαι πενίαν, καὶ ἕτερα μυρία τῆς πενίας ὑπομένειν χαλεπώτερα πράγματα.

Ἀλλὰ αὕτη ἱκανὴ ἡ παραβολὴ παρασχεῖν τὰ φάρμακα, τοὺς μὲν πλουτοῦντας σωφρονίζουσα, τοὺς δὲ πένητας παραμυθουμένη· ἐκείνους μὲν παιδεύουσα μὴ μέγα φρονεῖν, τοὺς δὲ πένητας παραμυθουμένη ἐπὶ τοῖς παροῦσι· κἀκείνους μὲν μὴ μεγαλαυχεῖν πείθουσα, ὅταν πονηρευόμενοι μὴ δῶσιν ἐνταῦθα δίκην, ὡς χαλεπωτάτης ἀπαντησομένης αὐτοῖς ἐκεῖ τῆς τιμωρίας· τούτους δὲ παρακαλοῦσα, μὴ ταῖς ἑτέρων εὐπραγίαις θορυβεῖσθαι, μηδὲ νομίζειν ἀπρονόητα εἶναι τὰ καθ᾽ ἡμᾶς, ὅταν δίκαιος μὲν ἐνταῦθα πάσχῃ κακῶς, πονηρὸς δὲ καὶ μιαρὸς ἄνθρωπος εὐημερίας ἀπολαύῃ διηνεκοῦς. Ἀμφότεροι γὰρ τὸ κατ᾽ ἀξίαν ἀπολήψονται ἐκεῖ, ὁ μὲν τοὺς στεφάνους τῆς ὑπομονῆς καὶ τῆς καρτερίας, ὁ δὲ τὰς κολάσεις καὶ τὰς τιμωρίας τῆς πονηρίας. Ταύτην τὴν παραβολὴν ἐγγράψατε καὶ πλούσιοι καὶ πένητες· πλούσιοι ἐν τοῖς τοίχοις τῆς ὑμετέρας οἰκίας, πένητες δὲ ἐν τοῖς τοίχοις τῆς διανοίας· κἂν ἐξαλειφθῇ ποτε λήθης ἐγγινομένης, ἐπιχρίσατε πάλιν διὰ τῆς μνήμης ἄνωθεν. Μᾶλλον δὲ καὶ οἱ πλούσιοι πρὸ τῆς οἰκίας ἐν τῇ διανοίᾳ διαγράψατε, καὶ συνεχῶς περιφέρετε, καὶ ἔσται διδασκαλεῖον ὑμῖν καὶ ὑπόθεσις φιλοσοφίας ἁπάσης.

Ἐὰν γὰρ ταύτην διηνεκῶς ἐγγεγραμμένην ἔχωμεν ἐν τῇ διανοίᾳ, οὔτε τὰ περιχαρῆ τοῦ παρόντος βίου ἡμᾶς φυσῆσαι δυνήσεται, οὔτε τὰ λυπηρὰ ταπεινῶσαι καὶ καθελεῖν· ἀλλὰ ὡς πρὸς τὰς ζωγραφίας τὰς ἐν τοῖς τοίχοις, οὕτω πρὸς ἑκάτερα ταῦτα διακεισόμεθα. Καθάπερ γὰρ ἐν τοῖς τοίχοις γεγραμμένον ὁρῶντες πλούσιον καὶ πένητα, οὔτε ἐκείνῳ φθονοῦμεν, οὔτε τοῦ πένητος ὑπερορῶμεν διὰ τὸ σκιὰν ἀλλὰ μὴ πραγμάτων ἀλήθειαν εἶναι τὰ ὁρώμενα· οὕτω καὶ πλούτου καὶ πενίας, καὶ δόξης καὶ ἀτιμίας, καὶ τῶν ἄλλων ἁπάντων τῶν τε σκυθρωπῶν καὶ φαιδρῶν τὴν φύσιν ἂν καταμάθωμεν, τῆς ἐξ ἑκάστου τούτων ἐγγινομένης ἡμῖν ἀνωμαλίας ἀπαλλαγησόμεθα.

Σκιᾶς γάρ ἐστιν ἀπατηλότερα ἅπαντα ταῦτα, καὶ τὸν ὑψηλὸν καὶ γενναῖον οὐδὲν οὔτε τῶν λαμπρῶν καὶ ἐπιδόξων ἐπᾶραι, οὔτε τῶν ταπεινῶν καὶ ἀπεῤῥιμμένων συστεῖλαι δυνήσεται. Ἀλλὰ γὰρ ὥρα λοιπὸν ἡμῖν καὶ τῶν ῥημάτων ἀκοῦσαι τῶν τοῦ πλουσίου. Ἐρωτῶ σε, φησὶ, πάτερ, τουτέστι, παρακαλῶ, δέομαι, ἱκετεύω, ἵνα πέμψῃς εἰς τὸν οἶκον τοῦ πατρός μου Λάζαρον· εἰσὶ γάρ μοι πέντε ἀδελφοί· ἵνα διαμαρτύρηται αὐτοῖς, ὅπως μὴ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου.

Ἐπειδὴ τῶν καθ᾽ ἑαυτὸν ἀπέτυχεν, ὑπὲρ ἑτέρων ποιεῖται τὴν ἱκετηρίαν. Ὅρα πῶς φιλάνθρωπος καὶ ἥμερος γέγονεν ὑπὸ τῆς κολάσεως. Ὁ γὰρ τοῦ Λαζάρου καταφρονῶν παρόντος, ἑτέρων ἀπόντων φροντίζει· ὁ τὸν πρὸ τῶν ὀφθαλμῶν κείμενον παρατρέχων, τῶν οὐχ ὁρωμένων μέμνηται, καὶ μετὰ πολλῆς ἀξιοῖ τῆς τιμῆς καὶ τῆς σπουδῆς, ὥστε γενέσθαι τινὰ αὐτῶν πρόνοιαν πρὸς ἀπαλλαγὴν τῶν καταληψομένων αὐτοὺς κακῶν. Καὶ παρακαλεῖ πεμφθῆναι τὸν Λάζαρον εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ, ἔνθα τὰ σκάμματα ἦν αὐτῷ, καὶ τὸ στάδιον ἀνεῴγει τῆς ἀρετῆς.

Ἐκεῖνοι βλεπέτωσαν αὐτὸν στεφανούμενον, φησὶν, οἱ θεασάμενοι ἀγωνισάμενον· οἱ μάρτυρες αὐτοῦ τῆς πενίας καὶ τοῦ λιμοῦ καὶ τῶν μυρίων κακῶν, γενέσθωσαν μάρτυρες τῆς τιμῆς, τῆς μεταβολῆς, τῆς δόξης ἁπάσης, ἵνα ἑκατέρωθεν παιδευθέντες καὶ μαθόντες, ὅτι οὐ μέχρι τοῦ παρόντος βίου τὰ ἡμέτερα στήσεται πράγματα, οὕτω παρασκευάσωνται, ὡς δυνηθῆναι ταύτην τὴν κόλασιν διαφυγεῖν καὶ τὴν τιμωρίαν. Τί οὖν ὁ Ἀβραάμ; Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας, φησὶν, ἀκουσάτωσαν αὐτῶν. Οὐχ οὕτω, φησὶ, σὺ κήδῃ τῶν ἀδελφῶν σου, ὡς ὁ ποιήσας αὐτοὺς Θεός. Μυρίους αὐτοῖς ἐπέστησε διδασκάλους παραινοῦντας, συμβουλεύοντας, νουθετοῦντας. Τί οὖν αὐτὸς πάλιν; Οὐχὶ, φησὶ, πάτερ Ἀβραὰμ, ἀλλὰ ἐάν τις ἀπὸ νεκρῶν ἀπέλθῃ, αὐτῷ πιστεύσουσι. Ταῦτα δὴ τὰ τῶν πολλῶν ῥήματα.

Ποῦ νῦν εἰσιν οἱ λέγοντες, Τίς ἦλθεν ἐκεῖθεν; τίς ἐκ τῶν νεκρῶν ἀνέστη; τίς εἶπε τὰ ἐν ᾅδου; Πόσα τοιαῦτα καὶ τηλικαῦτα πρὸς ἑαυτὸν εἶπεν ὁ πλούσιος ἐκεῖνος, ἡνίκα ἐτρύφα; Οὐδὲ γὰρ ἁπλῶς παρεκάλεσεν ἀναστῆναί τινα ἐκ τῶν νεκρῶν· ἀλλ᾽ ἐπειδὴ τῶν Γραφῶν ἀκούων κατεφρόνει, κατεγέλα, μύθους εἶναι ἐνόμιζε τὰ λεγόμενα· ἀφ᾽ ὧν οὖν αὐτὸς ἔπασχε, καὶ περὶ τῶν ἀδελφῶν ἐνόμιζε. Κἀκεῖνοι, φησὶν, οὕτως ὑποπτεύουσιν· ἐὰν δέ τις ἀπὸ νεκρῶν ἀπέλθῃ, οὐκ ἀπιστήσουσιν αὐτῷ, οὐ καταγελάσονται, ἀλλὰ μᾶλλον τοῖς λεγομένοις προσέξουσι. Τί οὖν ὁ Ἀβραάμ;

Εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ, ἀκούσονται. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ὅτι ὁ τῶν Γραφῶν οὐκ ἀκούων οὐδὲ νεκρῶν ἀνισταμένων ἀκούσεται, ἔδειξαν οἱ Ἰουδαῖοι, οἳ ἐπειδὴ Μωϋσέως οὐκ ἤκουσαν καὶ τῶν προφητῶν, οὐδὲ νεκροὺς ἀναστάντας ἰδόντες ἐπίστευσαν· ἀλλὰ νῦν μὲν ἀναιρεῖν τὸν Λάζαρον ἐπεχείρουν, νῦν δὲ τοῖς ἀποστόλοις ἐπεπήδων, καίτοι πολλῶν ἀναστάντων νεκρῶν ἐν τῷ καιρῷ τοῦ σταυροῦ.

γʹ. Ἵνα δὲ καὶ ἑτέρωθεν μάθῃς, ὅτι ἀξιοπιστοτέρα ἡ τῶν προφητῶν διδασκαλία τῆς τῶν ἀνισταμένων ἀπαγγελίας, ἐκεῖνο σκόπησον, ὅτι νεκρὸς μὲν ἅπας δοῦλός ἐστιν· ἃ δὲ αἱ Γραφαὶ φθέγγονται, ταῦτα ὁ Δεσπότης ἐφθέγξατο· ὥστε κἂν νεκρὸς ἀναστῇ, κἂν ἄγγελος ἐξ οὐρανοῦ καταβῇ, πάντων ἔστωσαν αἱ Γραφαὶ ἀξιοπιστότεραι. Ὁ γὰρ τῶν ἀγγέλων Δεσπότης, καὶ τῶν νεκρῶν καὶ τῶν ζώντων Κύριος, αὐτὸς ἐκείνας ἐνομοθέτησε. Καὶ ὅτι περιττὰ ζητοῦσιν οἱ ζητοῦντες νεκροὺς ἐκεῖθεν ἐλθεῖν, πρὸς τοῖς εἰρημένοις καὶ ἀπὸ τῶν παρόντων ἔστι δεῖξαι δικαστηρίων τοῦτο.

Ἡ γέεννα οὐ φαίνεται τοῖς ἀπίστοις· τοῖς γὰρ πιστοῖς ἐστι δήλη καὶ φανερὰ, ἀλλ᾽ ὅμως τοῖς ἀπίστοις οὐ φαίνεται· τὰ μέντοι δικαστήρια φαίνεται, καὶ καθ᾽ ἑκάστην ἡμέραν ἀκούομεν, ὅτι ὁ δεῖνα ἐκολάσθη, τοῦ δεῖνος ἡ οὐσία ἐδημεύθη, ἕτερος τὰ μέταλλα ἐργάζεται, ἄλλος κατεκάη πυρὶ, ἄλλος ἑτέρῳ τρόπῳ κολάσεως καὶ τιμωρίας ἀπώλετο. Ἀλλ᾽ ὅμως ταῦτα ἀκούοντες οἱ πονηροὶ καὶ κακοῦργοι καὶ γόητες οὐ σωφρονίζονται. Καὶ τί λέγω, εἰ οἱ μηδέποτε τούτοις περιπεσόντες οὐ σωφρονίζονται; πολλάκις πολλοὶ τούτων ἁλόντες καὶ διαφυγόντες τὴν κόλασιν, καὶ τὸ δεσμωτήριον διορύξαντες καὶ ἀποπηδήσαντες, πάλιν τοῖς αὐτοῖς ἐπέθεντο, καὶ πολλῷ χαλεπώτερα τούτων εἰργάσαντο.

Μὴ τοίνυν ζητῶμεν παρὰ νεκρῶν ἀκούειν ταῦτα, ἃ πολλῷ σαφέστερον αἱ Γραφαὶ καθ᾽ ἑκάστην ἡμᾶς παιδεύουσι τὴν ἡμέραν. Εἰ γὰρ ᾔδει τοῦτο ὁ Θεὸς, ὅτι νεκροὶ ἀνιστάμενοι τοὺς ζῶντας ὠφέλησαν ἂν, οὐκ ἂν παρέλιπεν, οὐδ᾽ ἂν παρῆκε τοσοῦτον κέρδος ὁ πάντα ἡμῖν πρὸς τὸ συμφέρον πραγματευόμενος.

Χωρὶς δὲ τούτων, εἰ συνεχῶς ἔμελλον ἀνίστασθαι νεκροὶ, καὶ τὰ ἐκεῖ πάντα ἀπαγγέλλειν ἡμῖν, καὶ τοῦτο ἂν τῷ χρόνῳ κατεφρονήθη πάλιν· πρὸς δὲ τούτοις καὶ πονηρὰ ἂν εἰσήγαγε δόγματα ὁ διάβολος μετὰ πολλῆς τῆς εὐκολίας. Εἴδωλα γὰρ ἠδύνατο δεικνύναι πολλάκις, ἢ καὶ παρασκευάζων τινὰς ὑποκρίνασθαι θάνατον καὶ κατορύττεσθαι, δεικνύναι πάλιν ὡς ἐκ νεκρῶν ἀναστάντας, καὶ δι᾽ ἐκείνων ὅσα ἐβούλετο πιστεύεσθαι ταῖς τῶν ἀπατωμένων διανοίαις. Εἰ γὰρ νῦν, οὐδενὸς ὄντος τοιούτου, ὄνειροι πολλάκις φανέντες ἐν τύποις τῶν ἀπελθόντων, πολλοὺς ἠπάτησαν καὶ διέφθειραν· πολλῷ μᾶλλον, εἰ τοῦτο γεγενημένον ἦν καὶ κεκρατηκὸς ἐν ταῖς τῶν ἀνθρώπων διανοίαις, οἷον ὅτι πολλοὶ τῶν ἀπελθόντων ἐπανῆλθον πάλιν, μυρίοις ἂν ὁ μιαρὸς δαίμων ἐκεῖνος δόλους ἔπλεξε, καὶ πολλὴν ἀπάτην εἰς τὸν βίον εἰσήγαγε.

Διὰ τοῦτο ἀπέκλεισε τὰς θύρας ὁ Θεὸς, καὶ οὐκ ἀφίησί τινα τῶν ἀπελθόντων ἐπανελθόντα εἰπεῖν τὰ ἐκεῖ, ἵνα μὴ λαβὼν ἀφορμὴν ἐντεῦθεν ἐκεῖνος, τὰ παρ᾽ ἑαυτοῦ πάντα εἰσαγάγῃ. Καὶ γὰρ ὅτε προφῆται ἦσαν, ψευδοπροφήτας ἤγειρε· καὶ ὅτε ἀπόστολοι, ψευδαποστόλους· καὶ ὅτε Χριστὸς ἐφάνη, ψευδοχρίστους· καὶ ὅτε δόγματα εἰσηνέχθη ὑγιῆ, διεφθαρμένα εἰσήγαγε, τὰ ζιζάνια πανταχοῦ διασπείρων. Ὥστε εἰ καὶ τοῦτο συνέβη, καὶ τοῦτο ἐπεχείρησεν ἂν ὑποκρίνεσθαι διὰ τῶν οἰκείων ὀργάνων, οὐχὶ νεκροὺς ἀληθῶς ἀνιστὰς, ἀλλὰ μαγγανείαις τισὶ καὶ ἀπάταις τὰς ὄψεις τῶν ὁρώντων ἀπατῶν, ἢ καί τινας παρασκευάζων, ὥσπερ ἔφθην εἰπὼν, ὑποκρίνεσθαι τελευτὴν, τὰ ἄνω κάτω πάντα ἐποίησεν ἂν καὶ συνέχεεν. Ἀλλ᾽ ὁ Θεὸς ἅπαντα ταῦτα προειδὼς, ἀπετείχισεν αὐτῷ τὴν ἐπιβουλὴν ταύτην, καὶ φειδόμενος ἡμῶν, οὐ συνεχώρησεν ἐλθόντι τινί ποτε ἐκεῖθεν περὶ τῶν ἐκεῖ διαλεχθῆναι τοῖς ζῶσιν ἀνθρώποις, παιδεύων ἡμᾶς πάντων ἀξιοπιστοτέρας ἡγεῖσθαι τὰς θείας Γραφάς. Πολὺ γὰρ τῆς τῶν νεκρῶν ἀναστάσεως σαφέστερα ἡμῖν ἔδειξε πράγματα· τὴν οἰκουμένην ἐπέστρεψεν ἅπασαν, τὴν πλάνην ἀπήλασε, τὴν ἀλήθειαν ἐπανήγαγε, δι᾽ ἁλιέων καὶ εὐτελῶν ἀνθρώπων ταῦτα πάντα κατώρθωσε, καὶ ἱκανὰς ἀποδείξεις τῆς ἑαυτοῦ προνοίας πανταχοῦ παρέσχεν ἡμῖν.

Μὴ τοίνυν μέχρι τοῦ παρόντος βίου τὰ ἡμέτερα συγκεκλεῖσθαι νομίζωμεν, ἀλλὰ πιστεύωμεν, ὅτι πάντως ἔσται κρίσις καὶ ἀνταπόδοσις τῶν ἐνταῦθα παρ᾽ ἡμῶν γινομένων ἁπάντων.

Τοῦτο γὰρ οὕτως ἐστὶ σαφὲς καὶ ἐναργὲς πᾶσιν, ὡς καὶ Ἰουδαίους καὶ Ἕλληνας καὶ αἱρετικοὺς, καὶ πάντα ὁντιναοῦν ἄνθρωπον ὑπὲρ τούτων ὁμογνωμονεῖν. Εἰ γὰρ καὶ μὴ καθὼς προσῆκε περὶ ἀναστάσεως φιλοσοφοῦσιν ἅπαντες, ἀλλ᾽ ὅμως περὶ τῆς κρίσεως καὶ τῆς κολάσεως καὶ τῶν ἐκεῖ δικαστηρίων ἅπαντες συμφωνοῦσιν, ὅτι ἔστι τις τῶν ἐνταῦθα γινομένων ἀντίδοσις ἐκεῖ. Εἰ γὰρ μὴ τοῦτο ἦν, τίνος ἕνεκεν οὐρανὸν τοσοῦτον ἔτεινε, γῆν ὑπεστόρεσε, θάλασσαν ἥπλωσεν, ἀέρα ἐξέχεε, τοσαύτην πρόνοιαν ἐπεδείξατο, εἰ μὴ μέχρι τέλους ἔμελλεν ἡμῶν προστήσεσθαι;

δʹ. Οὐχ ὁρᾷς πόσοι βιώσαντες ἐν ἀρετῇ, μυρία παθόντες δεινὰ ἀπῆλθον, μηδὲν ἀπολαβόντες ἀγαθόν; ἕτεροι δὲ πάλιν πονηρίαν πολλὴν ἐπιδειξάμενοι, τὰς ἑτέρων ἁρπάσαντες οὐσίας, χήρας καὶ ὀρφανοὺς ἀποδύσαντες καὶ καταδυναστεύσαντες, πλούτου καὶ τρυφῆς καὶ μυρίων ἀπολαύσαντες ἀγαθῶν ἀπῆλθον, οὐδὲ τὸ τυχὸν παθόντες δεινόν;

Πότε οὖν ἢ ἐκεῖνοι οἱ πρότεροι τῆς ἀρετῆς ἀπολήψονται τὰς ἀμοιβὰς, ἢ οὗτοι τῆς πονηρίας δώσουσι τὰς τιμωρίας, εἰ μέχρι τοῦ παρόντος τὰ ἡμέτερα ἵσταται πράγματα; Ὅτι γὰρ, εἰ ἔστι Θεὸς, ὥσπερ οὖν καὶ ἔστι, δίκαιός ἐστι, πᾶς ὁστισοῦν ἂν εἴποι· ὅτι δὲ, εἰ δίκαιός ἐστι, καὶ τούτοις κἀκείνοις ἀποδώσει τὰ κατ᾽ ἀξίαν, καὶ τοῦτο συνωμολόγηται.

Εἰ δὲ μέλλοι κἀκείνοις καὶ τούτοις ἀποδιδόναι κατ᾽ ἀξίαν, ἐνταῦθα δὲ οὐδεὶς αὐτῶν ἀπέλαβεν, οὔτε ἐκεῖνος τῆς πονηρίας τὴν κόλασιν, οὔτε οὗτος τῆς ἀρετῆς τὰς ἀμοιβὰς, εὔδηλον ὅτι λείπεταί τις καιρὸς, ἐν ᾧ τὴν προσήκουσαν ἀντίδοσιν ἑκάτεροι τούτων ἕξουσι.