Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Λάζαρον
Η θεία οικονομία της καθυστέρησης του Ιησού
Ερμηνεία της βραδύτητας του Ιησού και των λόγων του προς τους μαθητές όπου ο θάνατος παρομοιάζεται με ύπνο.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η θεία οικονομία της καθυστέρησης του Ιησού
Ερμηνεία της βραδύτητας του Ιησού και των λόγων του προς τους μαθητές όπου ο θάνατος παρομοιάζεται με ύπνο.
Τί δὲ τὸ ἀναγκαῖον τοῦ ἐπιμεῖναι τὸν Κύριον ἀκούσαντα, καὶ μὴ εὐθὺς ἀπελθεῖν πρὸς τὸν ἀσθενοῦντα; Ἀλλὰ πάντως ἐξεδέχετο τὸν θάνατον τοῦ Λαζάρου, ὅπως ἐν τῷ θανάτῳ μείζονα τῶν θαυματουργημάτων τὴν πίστιν τοῖς ὁρῶσιν ἐνδείξηται. Μετὰ ταῦτα οὖν λέγει τοῖς μαθηταῖς ὁ Ἰησοῦς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. Ἀληθῶς γὰρ ὁ τῶν ἀνθρώπων θάνατος ὕπνος παρὰ τῷ Κυρίῳ λελόγισται.
Πορεύομαι, ἵνα ἐξυπνίσω αὐτόν. Τί γάρ; καὶ ἐνταῦθα ὢν ἀδυνατεῖς ζωοποιῆσαι τὸν νεκρόν; Ἀλλ᾽ οὐχ οὕτω δέχονται τὴν χάριν οἱ Ἰουδαῖοι ἐμοῦ ἀπόντος· ἴσως γὰρ ἀναστάντος αὐτοῦ νομίσουσιν ἐκ συντυχίας τινὸς ἀναβιῶσαι τὸν Λάζαρον. Αὐτὸς οὖν ἐγὼ παραγίνομαι, ὅπως παρόντος μου αὐτόπται γενόμενοι τῶν παρ᾽ ἐμοῦ γενομένων θαυματουργημάτων, καὶ τὴν χάριν παρ᾽ ἐμοῦ δεξάμενοι, εἰς πίστιν βεβαίαν ἐνεχθῶσι.
Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἀλλὰ πορεύομαι ἐξυπνίσαι αὐτόν. Οἱ δὲ μαθηταὶ ἀκούσαντες, εἶπον· Κύριε, εἰ κεκοίμηται, σωθήσεται. Οὐ τοσοῦτον δὲ θεοσεβῶς ἀπεκρίναντο, ὅσον ἰατρικῶς. Ὕπνος γὰρ ληθαργικοὺς μὲν βλάπτει ἐπεκτεινόμενος, πυρετοὺς δὲ λύει μᾶλλον ἱδρώτων. Ἐπειδὴ τοίνυν ἔδοξαν οἱ μαθηταὶ λέγειν τὸν Κύριον περὶ τῆς κοιμήσεως τοῦ ὕπνου, εἶπε μετὰ παῤῥησίας· Λάζαρος ὁ φίλος ἡμῶν ἀπέθανε· καὶ χαίρω δι᾽ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν. Ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, χαίρει νῦν ἐπὶ θανάτῳ φίλου· Χαίρω, οὐ δι᾽ ἐμαυτὸν, οὐδὲ διὰ τὸν τεθνεῶτα, ἀλλὰ δι᾽ ὑμᾶς· κέχρημαι γὰρ τῷ θανάτῳ πρὸς τὸν τῆς ὑμετέρας πίστεως θεμέλιον. Ὢ θάνατος Χριστοῦ ἀγαλλίασις! ὢ θάνατος, ζωῆς ἀνάπλεως! ὢ θάνατος θανάτου λυτήριον, σωτηρίας ἀρχηγὸς, πεπτωκότων ἀνάστασις, καμνόντων ἀνάπαυσις, ἀσθενούντων ῥῶσις, δικαίων ἀνάψυξις! ὢ θάνατος, διαβόλου κατάλυσις, δαιμόνων καθαίρεσις, τοῦ πρωτοπλάστου Ἀδὰμ ἀνανέωσις! ὦ θάνατε, εὐφροσύνης συνεργὲ, ἀφθαρσίας μηνυτὰ, χαρᾶς χορευτά!
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.