Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Λάζαρον

Ἰωάννης ὁ Χρυσόστομος

Η προσέλευση στο μνημείο και η προσευχή προς τον Πατέρα

Η άφιξη του Ιησού στον τάφο, η εντολή αφαίρεσης του λίθου παρά τη φυσική φθορά του νεκρού και η ευχαριστήρια προσευχή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 5

Δότε μοι, φησὶ, τοὺς θάψαντας, τοὺς καταδήσαντας, τοὺς ἐνειλίξαντας τὸν νεκρόν. Οὗτοί μου μάρτυρες τῶν ἐσομένων καταστάντες γνωρίσωσι τὰ ἑαυτῶν, ἵν᾽, ὅταν ἴδωσι τὸν ὑπ᾽ αὐτῶν ταφέντα ἀναστάντα, μὴ φαντασίαν εἶναι νομίσωσι τὸ ἔργον. Ἦλθεν ἐπὶ τὸ μνημεῖον ἠνέσχετο δεικνύντων ὁ πάντα εἰδώς· μετὰ ταῦτα καὶ ἐδάκρυσε. Καὶ τί δακρύεις, εἰ ἀληθεύεις ὃ ὑπέσχου, εἰ μέλλεις αὐτὸν ἐγείρειν; Ἀλλὰ δακρύει τὸν ἄνθρωπον, δεικνὺς τὸ φιλάνθρωπον τῆς γνώμης· τάχα δὲ καὶ διὰ τὴν τῶν Ἰουδαίων ἀγνωμοσύνην, ὅτι καὶ μετὰ τοῦτο τὸ θαῦμα πάλιν τῇ ἀπιστίᾳ παρέμειναν.

Τινὲς γὰρ ἐξ αὐτῶν εἶπαν, Οὐκ ἠδύνατο οὗτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ; Ἠδύνατο. Τί δὲ προσλαμβάνετε τὴν λοιδορίαν; μείνατε, καὶ βλέπετε τὸ ἔργον. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἄρατε τὸν λίθον. Παράδοξος ὁ λόγος.

Ὁ πύλας χαλκᾶς ἀνατρέπων, καὶ μοχλοὺς σιδηροῦς συντρίβων τοῦ θανάτου, λέγει, Ἄρατε τὸν λίθον; διὰ τί τῳ λόγῳ τὸν λίθον οὐκ ἀφορμάζεις, Δέσποτα; Ἄρατε, φησὶν, ὑμεῖς οἱ συκοφάνται τὸν λίθον, οἱ ἄπιστοι. οἱ ἀπατεῶνες· ἄρατε, ψηλαφήσατε, πληροφορήσατε, ἵνα μὴ πάλιν ἑαυτοῖς ἀπιστῆτε, ἀσφαλίσασθε τὴν θέαν. Οὐ σκιὰ ἐξιέναι μέλλει, οὐδὲ φαντασία· ταῦτα γὰρ καὶ λίθων πεφραγμένων ἐξιέναι δύναται.

Λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τεθνηκότος Μάρθα· Κύριε, ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν. Ἐχρῆν αὐτὸν δοῦλον ὄντα μὴ τοῖς δεσποτικοῖς χαρίσμασιν ἐξομοιοῦσθαι. Ὁ μὲν γὰρ Δεσπότης κατὰ τὰς ἰδίας ὑποσχέσεις τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη· αὐτὸς δὲ τεταρταῖος ἐξανίσταται· ἄλλο γὰρ δοῦλος, καὶ ἄλλο Δεσπότης.

Λέγουσιν αὐτῷ, Κύριε, τεταρταῖός ἐστι, καὶ ἤδη ὄζει. Μικρὰ ταῦτα πρὸς Θεόν· οὔπω ὀστᾶ ξηρὰ, οὔπω σαρκῶν καὶ νεύρων ἔρημα, ὥς ποτε ἐπὶ τοῦ Ἰεζεκιὴλ τῶν νεκρῶν τὸ στρατόπεδον χαμαὶ κείμενον, καὶ ἔρημον πάντων, ψυχῆς, αἰσθήσεως, ἀντιλήψεως, ζωτικοῦ πνεύματος, ἔστη παρὰ τὸν τάφον ἤδη τῆς μελλούσης ἀναστάσεως ἀπόδειξιν ἐναργῆ παρέχον. Ἐσιώπησε Μάρθα, καὶ ὁ λίθος ἀφήρμοστο, καὶ πάντες ἦσαν μετέωροι, νεκροὶ ζῶντες· τάχα δὲ καὶ ὁ ᾅδης αὐτὸς, ἤδη τῶν πυλῶν τοῦ θανάτου παραλυομένων. Καὶ πρῶτον Ἰησοῦς ὁ Κύριος ἀπὸ δοξολογίας ἄρχεται.

Ἦρε γὰρ, φησὶ, τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν, τῆς οἰκείας καθόδου μηνύων τὸν τρόπον, εὐχαριστῶν ὑπὲρ ἡμῶν τῷ Πατρὶ, καὶ λέγων· Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἔχων μὲν ἀφ᾽ ἑαυτοῦ τὴν τῆς ζωῆς χορηγίαν, ποιεῖ δὲ τοῦτο, ἐπειδήπερ πρὸς αὐτὸν ἡ Μαρία καὶ Μάρθα ἔλεγον· Οἴδαμεν ὅτι ὅσα ἂν αἰτήσῃς τὸν Θεὸν, δῴη σοι. Διὰ τοῦτο ἀσθενεστέραν αὐτῶν τὴν διάνοιαν βλέπων λέγει· Ὅλως οἴδατε, ὅτι εἴ τι ἂν αἰτήσω Πατέρα, δώσει μοι· τοίνυν προέλθετε τῇ διανοίᾳ ἐμοὶ, καὶ τῷ Πατρί. Καὶ λοιπὸν ἐπάγει λέγων· Εὐχαριστῶ σοι, Πάτερ, ὅτι ἤκουσάς μου.

Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τοὺς παρεστῶτας εἶπον. Εἶδες πῶς οὐ δεῖται τῆς προσευχῆς; ἀλλὰ τοῦτο ποιεῖ διὰ τὴν τῶν παρόντων ἀπιστίαν. Ἤκουσάς μου, φησὶ, πάντοτε. Μὴ ζήτει τὸ, πότε; ὅσον γὰρ ἐξετάζομεν, οὐ καταλαμβάνομεν. Εὔχῃ μὲν πάντα κατὰ φύσιν ὡς Υἱός· ἐμνημόνευσε δὲ τὴν τιμὴν ἀναπέμπων, ἵνα μίαν συμφωνίαν Υἱοῦ καὶ Πατρὸς ἐπιδείξηται τοῖς ἀγνοοῦσιν. Ὡς δὲ ἠσφαλίσατο τὴν πίστιν, καὶ τοὺς τῶν ἀκροωμένων λογισμοὺς ὠχύρωσε, λοιπὸν ἐπὶ τὸ ἔργον χωρεῖ. Λάζαρε, δεῦρο ἔξω.