Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Λάζαρον
Η ανάσταση του Λαζάρου και η αντίδραση των Φαρισαίων
Το κυριαρχικό πρόσταγμα της έγερσης, η έξοδος του τετραήμερου νεκρού, η υποταγή του άδη και ο έλεγχος του συνεδρίου των Φαρισαίων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η ανάσταση του Λαζάρου και η αντίδραση των Φαρισαίων
Το κυριαρχικό πρόσταγμα της έγερσης, η έξοδος του τετραήμερου νεκρού, η υποταγή του άδη και ο έλεγχος του συνεδρίου των Φαρισαίων.
Οὐκ ἐδιπλασίασε τὸν λόγον, ἵν᾽ ὁ εἷς μόνος ἀναστῇ, καὶ μὴ ὁ δῆμος τῶν νεκρῶν ἄτακτον δράμῃ δρόμον. Ἕνα ζητῶ νεκρὸν, μὴ πάντες ἔλθητε· οὔπω γὰρ ἐκείνου τοῦ νεύματος ὁ καιρός. Ὅτε ἀκούσουσιν οἱ νεκροὶ τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ οἱ ἀκούσαντες ζήσονται. Εἷς μόνος ἡκέτω τέως, εἷς λυέσθω διὰ τὴν τοῦ ἑνὸς Μονογενοῦς φιλίαν, ἑνὸς δέομαι δεσμώτου.
Μηδεὶς ἀντιταττέσθω τῶν κάτω, μὴ πυλωρὸς ἀφανὴς, μὴ δεσμοφύλαξ βαρὺς, μὴ οἱ κάτω κλειδοῦχοι μελετήσαντες πάντες λαμβάνειν. Μάθε τοὺς ἐμοὺς πρῶτον διδόναι. Καὶ σὺ δὲ, ὦ ᾅδη, σιώπα, πεφίμωσο, μηδὲν ξένον παθὼν, Δεσπότῃ ὑπακούων, μηδὲν τούτων προσποιούμενος. Ἄνθρωπος φυγὰς γίνεται τῶν σῶν προθύρων. Λάζαρε, δεῦρο ἔξω· νίκησον θάνατον τοῖς ἐμοῖς ἐπιτάγμασιν, νίκησον θάνατον συλήσας τὰ κάτω. Ἔτι μένω δεδεμένος, ἤδη κατ᾽ αὐτοῦ στεφανούμενος.
Ἐξῆλθεν ὁ Λάζαρος δεδεμένος καὶ βαδίζων ἐξῆλθε πάντα δεδεμένος, καὶ ὅλος κινούμενος· ὅλος γὰρ δι᾽ ὅλου σφιγγόμενος ἦν πόδας καὶ χεῖρας, κατὰ τὸν ἐπιχώριον τῆς ταφῆς τρόπον. Οὐδὲ ἦν λοιπὸν ἔξω θανάτου καὶ τάφου. Πάλιν ἐπιτάσσει ὁ Ἰησοῦς καινὸν ἐπίταγμα· Λύσατε αὐτὸν, φησὶ, καὶ ἄφετε ὑπάγειν. Διὰ τί αὐτομάτως οὐ λύεται ὁ θάνατον φυγὼν, ὁ τὴν κάτω φρουρὰν ἀνατρέψας· Ὑμεῖς λύσατε οἱ πάλαι δήσαντες, ἵνα τῶν οἰκείων δεσμῶν ἐπιγνῶτε τὰ σήμαντρα. Ὡς δὲ ἤκουσαν ταῦτα οἱ Φαρισαῖοι, ξένον βουλευτήριον συγκροτοῦσι λέγοντες, Τί ποιοῦμεν, ὅτι οὗτος ὁ ἄνθρωπος τοιαῦτα σημεῖα ποιεῖ; Μεγάλα ἐγκλήματα· νεκρῶν ἐγειρομένων θάνατος θανατοῦται, καὶ Λάζαρος ἀνίσταται ἐκ νεκρῶν· οἱ δὲ Ἰουδαῖοι νεκροῦνται τῇ γνώμῃ. Μὴ ἀτελὲς τοίνυν κάθησθε βουλευτήριον, ἀλλὰ πρόσθετε τὸν τοῦ ἐγκλήματος λόγον, καὶ εἴπατε· Τί ποιοῦμεν, ὅτι μετ᾽ ὀλίγας ἡμέρας ἄνωθεν ἥλιος σκοτίζεται, κάτωθεν γῆ τρέμει μὴ φέρουσα τὰ πεπραγμένα, ἔνδοθεν τοῦ ναοῦ τὸ καταπέτασμα διαῤῥήγνυται, νεκρῶν δῆμος πρὸς ζωὴν ἐπανέρχεται;
Πάλιν εἴπατε· Τί ποιοῦμεν, ὅτι ναὸς λύεται, ὅτι λατρεία παύεται, ὅτι ἡ πόλις ἐμπίπραται, ὅτι ἡμεῖς ἐκβαλλόμεθα, καὶ ἕτεροι ἀνθ᾽ ἡμῶν κληρονόμοι καθίστανται; Τί ποιοῦμεν, ὅτι πάντα μεταφέρεται, προφῆται, ἀπόστολοι, ἱερωσύνη, νηστεία, πανήγυρις, λατρεία; καὶ Θεὸς δέξεται. Περὶ τούτων σκέψασθε, περὶ τούτων βουλεύσασθε· αἱ γὰρ τῶν λόγων λέξεις ἀνωφελεῖς εἰσιν ὑμῖν, ἡ γνώμη μένει· λόγον γὰρ ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμένει ἐν ὑμῖν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.