Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Λάζαρον
Εισαγωγή στο θαύμα και αγγελία της ασθένειας
Ανάλυση της θεολογικής σημασίας του θαύματος προ του πάθους και αναφορά στην παράκληση των αδελφών του Λαζάρου προς τον Ιησού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εισαγωγή στο θαύμα και αγγελία της ασθένειας
Ανάλυση της θεολογικής σημασίας του θαύματος προ του πάθους και αναφορά στην παράκληση των αδελφών του Λαζάρου προς τον Ιησού.
Εἰς τὸν Λάζαρον. αʹ. Πᾶσα ἔνθεος διδασκαλία συνάγειν εἴωθε τῶν φιλομαθῶν ἀνδρῶν τὰς ὠφελείας, μάλιστα δὲ αἱ κατὰ καιρὸν ἀεὶ γινόμεναι ἑορταὶ, μιμούμεναι τὰ τῶν ὑδάτων νάματα, ἃ τοῖς διψῶσιν ὀρεγόμενα, καὶ τὴν ἐπιθυμίαν θεραπεύοντα, μᾶλλον γίνονται τοῖς λαμβάνουσι ποθεινότερα.
Τί οὖν μοι τὸ προοίμιον βούλεται; Λάζαρος ὁ τετραήμερος νεκρὸς κατὰ ταύτας τὰς ἡμέρας τῶν νηστειῶν ἀνέστη, ἤδη τοῦ Χριστοῦ πρὸς τὴν τοῦ πάθους σωτηρίαν ἐπειγομένου, καὶ πρὸ θαυμάτων θαύματα γυμνάζοντος, καὶ πρὸ ἑορτῆς ἑορτὴν ἀνακαινοῦντος, καὶ πρὸ ἔργου ἔργον ἀναδεικνύντος, ἵν᾽, ὅταν αὐτὸς σταυρῷ παραδοθῇ, μὴ ἀπαγορεύσωσιν οἱ μαθηταὶ τοῦ οἰκείου διδασκάλου τὴν ἀνάστασιν, ἀλλὰ πιστεύσωσιν ὅτι τὸν θάνατον ἄλλου χάριν ὑποτάξας, αὐτὸς οὐδὲν δεινὸν ὑπὸ τοῦ θανάτου παθεῖν δύναται. Δίκαιον τοίνυν ἐστὶ καὶ τῷ καιρῷ, καὶ ἑαυτοῖς, καὶ τῇ μελλούσῃ πανηγύρει χαριζομένους κοινωνῆσαι τῆς ἐπὶ τῷ Λαζάρῳ ἀναστάσεως εὐφροσύνης, κοινωνῆσαι δὲ μὴ δακρύων μόνον, ἀλλὰ καὶ θυμηδίας καὶ χαρᾶς, ταῖς περὶ τὴν Μαρίαν χρησταῖς γυναιξὶ, τιμῆσαι δὲ καὶ τὸν ἡμέτερον διδάσκαλον Ἰησοῦν τῇ σπουδῇ τῆς ἱστορίας. Ὁ γὰρ τοὺς ἐκείνου φίλους τιμῶν, εἰς ἐκεῖνον παραπέμπει τὸ δῶρον· φιλάνθρωπος γὰρ ὢν, εἴωθεν ἀεὶ τὰς ὑπὲρ ἐκείνων οἰκειοῦσθαι τιμάς. Αὐτός ἐστιν ὁ εἰρηκὼς ἐν τοῖς Εὐαγγελίοις· Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχόμενος, δέχεται τὸν ἀποστείλαντά με Ἦν δέ τις, φησὶν, ἀσθενῶν Λάζαρος, ἀπὸ Βηθανίας τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς.
Ἁπλοῦς ὁ συγγραφεὺς ἀπερίεργον ἱστορίαν παραγαγών· ἁλιεὺς γὰρ ἦν ὁ Ἰωάννης. Μέλλων οὖν παράδοξον ἔργον ἐκτιθέναι, οὐκ ἐθεράπευσε τῇ λέξει τὸν ἀκροατήν. Βλέπε ὃ λέγω· Ἔγραψεν εἰς Βηθανίαν τὴν κώμην τὸ θαῦμα, τὸν τρόπον, τὰς παρούσας καὶ μὴ παρούσας γυναῖκας, τί ἐλέχθη, τί ἐπράχθη, ποῦ ἀπήντησαν τῷ διδασκάλῳ, πῶς ἐδάκρυσε, πῶς παρεκάλεσαν, πῶς ἐνεκάλεσαν πενθοῦσαι τῷ Δεσπότῃ, ὅτι μὴ παρῆν τελευτῶντι Λαζάρῳ, μηδ᾽ ἔκλεισε τῷ λόγῳ τοῦ θανάτου τὰς πύλας, μηδ᾽ ἐπέσχε τῆς ἀπωλείας τὰ κύματα· κυβερνήτου γὰρ παρόντος, τὸ σκάφος, ἂν ἐσώθη. Καὶ ἔγραψεν ἐν Ἐφέσῳ καθήμενος, ὡς δι᾽ ἀκτημοσύνην καὶ πενίαν μηδὲ μέλανι καὶ χάρτῃ ἰδίῳ χρήσασθαι.
Γράψαντος τοίνυν Ἰωάννου, πάντες συντρέχουσιν ἰδεῖν τάφον, νεκρὸν ἀπολέσαντα, βασιλεῖς, ἰδιῶται, δικασταὶ, βαρβάρων φυλαὶ, στρατιωτῶν ἔθνη. Τί λέγω τάφον; ἡ θήκη Λαζάρου γέγονεν ἐκκλησία. Πάντες γὰρ ἐπείγονται αὐτόθι προσεύξασθαι, ὅπου Ἰησοῦς προσηύξατο, τῇ κοινωνίᾳ τοῦ σχήματος τὴν ὠφέλειαν ποριζόμενοι. Ἦν τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας τῆς κώμης Μαρίας καὶ Μάρθας. Μηδεὶς τόπον ὑπεροράτω· πανταχοῦ γὰρ ὁ Θεὸς, καὶ ἐν κώμῃ, καὶ ἐν πόλει, καὶ ἐν ὄρεσιν οἰκεῖ· πάντα ἐφορᾷ· πανταχοῦ γὰρ ὁ Θεὸς, οὐ τόποις προσέχων, ἀλλὰ γνώμαις εὐσεβῶν. Ὁ Λάζαρος ἔκαμνε, καὶ ὑπὸ τῆς νόσου κατηπείγετο. Ἐνταῦθα αἱ περὶ τὴν Μαρίαν καὶ Μάρθαν πισταὶ γυναῖκες οὐκ ἐπένθησαν πρὸς τὸ κακὸν, οὐκ ἀπηγόρευσαν πρὸς τὴν τοῦ πυρετοῦ προσβολὴν, οὐ φάρμακα ἐζήτησαν, οὐ γείτονας, οὐκ ἰατρὸν παρεκάλεσαν· περιττὸν γὰρ ἦν, Ἰησοῦν ἔχοντας, ἀληθινὸν ἰατρὸν, ἕτερον ἐπιζητεῖν· ἀλλ᾽ ἔγνωσαν ὅθεν σωθῆναι χρὴ καὶ ἀδελφοῦ νοσοῦντος πρεσβευτὰς πέμπουσι τοῦ μέλλοντος θανάτου. Καὶ σὺ τοίνυν, ὅταν παῖς, ἢ μήτηρ, ἢ ἀδελφὸς, ἢ γνώριμος ἀσθενῶν ὑπὸ τῶν κάτω δημίων ἕλκωνται, πέμψον πρὸς τὸν Ἰησοῦν, μὴ ἀνδρὶ διακόνῳ χρώμενος, ἀλλὰ ταῖς σαῖς εὐχαῖς πολὺ τῶν ἀνδρῶν ἰσχυροτέραις οὔσαις, καὶ μίμησαι τὰς περὶ τὴν Μάρθαν γυναῖκας. Τί λέγουσιν;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.