Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν λῃστήν

Ἰωάννης ὁ Χρυσόστομος

Η δύναμη της μετανοίας και το μυστήριο της θείας συγκαταβάσεως

Εισαγωγή στην ισχύ της προσευχής και στα παραδείγματα μετανοίας, με θεολογική αναφορά στη σάρκωση του Θεού Λόγου για τη λύτρωση του κόσμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Εἰς τὸν λῃστὴν, καὶ εἰς τὴν προδοσίαν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. αʹ. Ὢ πόση δύναμις τῆς ἡμετέρας πίστεως! ὢ πόσον ἰσχύει δέησις φιλοχρίστου λαοῦ ὑπὲρ ἁμαρτωλοῦ ἱερέως πρεσβεύουσα! Καὶ μὴ ξενίσῃ σε τὸ λεγόμενον· τοῦτο γὰρ παρὰ τοῦ θεσπεσίου Παύλου λέγειν πρὸς ὑμᾶς δεδίδαγμαι, διαῤῥήδην ἐν ταῖς οἰκείαις Ἐπιστολαῖς τοῖς μαθηταῖς ἐπιστέλλοντος· Προσεύχεσθε ὑπὲρ ἐμοῦ, ἵνα δοθῇ μοι λόγος ἐν ἀνοίξει τοῦ στόματός μου. Εἰ δὲ Παῦλος, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ οὐράνιος ἄνθρωπος, ὁ τῆς χάριτος ῥήτωρ, δωρεὰν παρὰ τῶν οἰκείων μαθητῶν προσευχῶν ἐδέετο, πόσῳ μᾶλλον ἐγὼ, ὃν πάντες ἁμαρτωλὸν ἐγνώκατε! Ἀλλ᾽ ὅμως καὶ τελώνης ποτὲ τοῦ πονηροῦ σκοποῦ μεταθέμενος, ἐγένετο μαθητὴς τοῦ Κυρίου· οἶδα δὲ καὶ πόρνην δάκρυα μετανοίας τοῖς Δεσποτικοῖς ἴχνεσι προσενέγκασαν, καὶ τὸν πολυθρύλλητον τῆς πορνείας μολυσμὸν ἀποπλύνασαν· οἶδα καὶ τὸν λῃστὴν ἐκεῖνον τὸν φρόνιμον, τὸν καλῶς διὰ πίστεως τὰ μεγάλα συλήσαντα· τῆς γὰρ τοιαύτης αὐτοῦ λῃστείας τὸ κέρδος παράδεισος γέγονεν. Αἰσθάνομαι κἀγὼ τῆς τοιαύτης ἀγκύρας ἐπιλαβόμενος.

Τοιοῦτον γὰρ ἔχομεν Δεσπότην φιλάνθρωπον, ὅστις μόνον εἰλικρινῶς δεξάμενος παρ᾽ ἡμῶν τὴν δέησιν, εὐθέως τὸν ἔλεον ἀντιδίδωσι. Νόμον γὰρ ἔδωκεν· ἀλλὰ σκιὰν ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τῶν πραγμάτων τὴν ἀλήθειαν, φωτίσαι οὐκ ἴσχυσε. Προφητικὸν δῆμον ὡς πρέσβυν ἀπέστειλεν· ἀλλὰ καὶ ὁ προφητικὸς δῆμος κρατηθεὶς ὑπὸ τοῦ θανάτου ἐβόησε λέγων· Ἐγώ εἰμι γῆ καὶ σποδός. Ἄγγελος ἀτρέπτως σαρκοῦσθαι οὐκ ἠδύνατο. Οὐκ ἄγγελος, φησὶν, οὐ πρέσβυς ἐλυτρώσατο αὐτοὺς, ἀλλ᾽ αὐτὸς ὁ Κύριος. Εἶδε γὰρ τὴν οἰκουμένην βοηθείας ἐστερημένην, καὶ βοῶσαν πρὸς αὐτόν· Κλῖνον, Κύριε, τοὺς οὐρανούς σου, καὶ κατάβηθι. Ἐὰν γὰρ σὺ, φησὶ, μὴ καταβῇς πρὸς ἡμᾶς, ἡμεῖς δι᾽ ἄλλου τινὸς πρὸς σὲ ἀνελθεῖν οὐ δυνάμεθα. Εἶδεν οὖν, καὶ οὐ παρεῖδε τὴν δέησιν, ἀλλ᾽ ἔκλινεν οὐρανοὺς, καὶ κατῆλθεν ἐπὶ γῆς, μὴ κενώσας τοὺς οὐρανούς.

Συνελήφθη ἐν μήτρᾳ παρθενικῇ πλατυτέρᾳ πάσης κτίσεως. Ὃν γὰρ οὐκ ἐχώρησε καλύβη πατριαρχικὴ, αὐτὸν ἐχώρησε μήτρα παρθενική. Ἐσαρκώθη, ὡς οἶδεν αὐτὸς, οὐχ ὡς ἑρμηνεύουσιν οἱ αἱρετικοὶ, οἱ τὰ οἰκεῖα ἀγνοοῦντες, καὶ τὰ θεῖα μετροῦντες. Ἐτέχθη, ὡς ηὐδόκησεν.