Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν λῃστήν

Ἰωάννης ὁ Χρυσόστομος

Η ομολογία του ληστή σε αντιπαραβολή με τον Ιούδα και τους Αποστόλους

Ρητορική και θεολογική σύγκριση της σταθερής πίστεως του σταυρωμένου ληστή με την προδοσία του Ιούδα, την άρνηση του Πέτρου και την ολιγοπιστία των μαθητών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Ἐπέβη τῷ ξύλῳ τὸ ξύλον τοῦ παραδείσου ἰασάμενος καὶ βοᾷ· Ληνὸν ἐπάτησα μόνος, καὶ οὐδεὶς ἦν μετ᾽ ἐμοῦ, οὐκ ἄγγελος, [οὐ πρέσβυς, οὐκ ἀρχάγγελος,] οὐ προφήτης, οὐ βασιλεὺς, οὐδεὶς τῶν δικαίων μετ᾽ ἐμοῦ· καὶ εἷς μόνος μετ᾽ ἐμοῦ, οὐ μετ᾽ ἐμοῦ συνέτριψε τὸν θάνατον, ἀλλὰ μετ᾽ ἐμοῦ ἐκληρονόμησε τὸν παράδεισον· μετ᾽ ἐμοῦ ἐπὶ τοῦ ξύλου, οὐ μετ᾽ ἐμοῦ ἐν τῷ πολέμῳ τοῦ θανάτου. Κύριος γὰρ, φησὶ, συντρίβων πολέμους, Κύριος ὄνομα αὐτῷ. Εἷς λῃστὴς ὡμολόγησεν. Ὢ τῶν ξένων καὶ παραδόξων πραγμάτων! ὁ λῃστὴς μετὰ τοῦ Χριστοῦ, καὶ ὁ μαθητὴς Ἰούδας μετὰ τοῦ διαβόλου· τὸ φῶς γέγονε σκότος, καὶ τὸ σκότος εἰς φῶς μετεβάλ[λ]ετο· ὁ ἀμνὸς λύκος, καὶ ὁ λύκος ἀμνός. Ὁ λῃστὴς τὰς χεῖρας τοῖς ἥλοις ἐμπεπαρμένος, πιστῇ φωνῇ τὸν Δεσπότην ἠσπάζετο λέγων, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου· καὶ ὁ μαθητὴς φίλημα προσφέρων τοῖς χείλεσι, τῇ καρδίᾳ τὸ ξίφος ηὐτρέπισε· τοῖς χείλεσι χαρὰν ἐφθέγγετο, καὶ τῇ καρδίᾳ δόλον ἠρεύξατο, Χαῖρε, λέγων, Ῥαββί· εἶτα καὶ φιλεῖ αὐτὸν, καὶ στρεφόμενος ἔλεγε τοῖς Ἰουδαίοις, νεύματι, οὐ ῥήματι· Δήσαντες αὐτὸν ἀπενέγκατε. Ὦ παράνομε Ἰούδα, ποῦ προστάσσεις ἀπάγεσθαι τὸν λέγοντα, Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου;

βʹ. Ἀλλ᾽ ὁρῶ τὴν ἀγάπην ὑμῶν προθυμοτέραν, καὶ τὸ σῶμα στενοχωρούμενον· καὶ ἠβουλόμην ἐνταῦθα καταπαῦσαι τὸν λόγον· ἀλλ᾽ ἐπειδὴ τὸ ὑμέτερον φιλήκοον προτρέπεται ἡμᾶς μηκῦναι τὸν λόγον, πρὸς τὴν ἀκολουθίαν τοῦ λόγου ἐπανέλθωμεν. Χαῖρε, φησὶ, Ῥαββί. Ὁ δὲ φιλάνθρωπος Δεσπότης, νικῶν τῇ ἀνεξικακίᾳ τοῦ προδότου τὴν πονηρίαν, καλῶς εἶπεν, Ἑταῖρε ἐφ᾽ ᾧ πάρει.

Ἀσπάζομαί σε, Ἰούδα, οὐχ ἵνα ἀγάπην δωρήσωμαι, ἣν ἀπεβάλου, ἀλλ᾽ ἵνα κενώσω τὴν χάριν, ἣν δέδωκά σοι· ἀνάξιον γὰρ ἀγγεῖον ἐπουράνιον μύρον βαστάζειν οὐ δύναται. Τί δὲ λέγω περὶ Ἰούδα; Πέτρος ὁ τὴν κλεῖδα τῆς βασιλείας δεξάμενος, βλέπων τὸν Βασιλέα τῆς δόξης σταυρούμενον, ῥίψας τὰς κλεῖς ἔφυγε· καὶ ὁ λῃστὴς ὁ τὰς θύρας ὑπανοίγων τῶν ἀνθρώπων, αὐτὸς τὰς κλεῖς τοῦ παραδείσου ἥρπασε. Πέτρος ὁ λέγων, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι, τρίτον ἀπηρνήσατο· καὶ ὁ λῃστὴς οὐ λόγοις ἐπαγγειλάμενος, ἀλλ᾽ ἔργοις συναποθνήσκων τῇ ἀναστάσει, ἔλεγε· Κύριε, μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ὁ λῃστὴς ἀρχὰς καὶ ἐξουσίας οὐκ ᾐδέσθη, καὶ ὁ Πέτρος ἀπειλὴν κόρης οὐχ ὑπήνεγκεν· ὁ λῃστὴς ἔκραξε, Κύριε, καὶ ὁ Πέτρος, Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον, ὃν πρὸ μικροῦ Υἱὸν Θεοῦ ἐκάλει. Πέτρος ὁ διὰ θαλάσσης περιπατήσας, τὸν πεζεύσαντα τὴν ὑγρὰν φύσιν ἠρνήσατο· καὶ ὁ λῃστὴς οὐκ ἐπὶ νῶτα θαλάσσης βαδίσας, ἀλλ᾽ ἐπὶ τὰς τῶν πλουσίων πύλας, ἔκραζε, Κύριε. Οἱ υἱοὶ Ζεβεδαίου, οἱ λέγοντες, Δυνάμεθα πιεῖν τὸ ποτήριον, ὃ μέλλεις πίνειν (τοῦτο γὰρ ἦν), ἐν καιρῷ τοῦ ποτηρίου ἔφυγον· καὶ ὁ λῃστὴς ἥρπασεν ἐκ χειρὸς τῶν Ζεβεδαίου τὸ τοῦ σωτηρίου ποτήριον, λέγων· Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.

Θωμᾶς ὁ τοῦ ἀκαταλήπτου μυστηρίου περίεργος ἐρευνητὴς, ἔφασκε τοῖς συμμαθηταῖς· Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν σὺν αὐτῷ· καὶ ἰδὼν αὐτὸν σταυρούμενον ἔφυγε. Σταυρούμενον βλέπει, καὶ φεύγει· ἀνιστάμενον βλέπει, καὶ διστάζει λέγων· Ἐὰν μὴ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Ἀλλ᾽ ὁ φιλάνθρωπος Θεὸς, ὁ δι᾽ ἓν πρόβατον κατεληλυθὼς, τοῦ ἑνὸς προβάτου οὐ κατεφρόνησεν· ἀλλ᾽ αἴρει αὐτὸ ἐπὶ τῶν ὤμων, καί φησι· Φέρε τὴν χεῖρά σου ὧδε, καὶ βάλε εἰς τὴν πλευράν μου. Λόγχης στρατιωτικῆς ἠνεσχόμην, καὶ δεξιᾶς ἀποστολικῆς οὐκ ἀνέξομαι; Ἀλλ᾽ ὦ τῶν καλῶν λῃστὰ (πρὸς σὲ γάρ μοι ὁ λόγος), λῃστεύειν ἔμαθες, πιστεύειν οὐκ ἐδιδάχθης· οὐ γέγονας μαθητὴς, καὶ πῶς Δημιουργὸν καλεῖς λέγων· Κύριε, μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου; Καλῶς ἐλάλησας, εὐσεβῶς ἐπίστευσας. Ἐπικινδύνως πολλάκις ἐσύλησας, πλουσίων πολλάκις ἤνοιξας θησαυροὺς, καὶ τοιοῦτον μαργαρίτην οὐχ εὗρες ὡς τὸν Χριστόν. Ἀπόστολος οὐ γέγονας, οὐκ ἤκουσας τοῦ νομοθέτου λέγοντος, Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην· καὶ πῶς ἀπὸ ξύλου ἐτρύγησας τὴν ζωήν; Οὐκ ἤκουσας Ἡσαΐου λέγοντος· Τῷ μώλωπι τοῦ πάθους αὐτοῦ τὰ τῶν ἀνθρώπων πάθη τὴν ἴασιν δέχεται· καὶ πῶς πάθεσιν εὗρες ἴαμα;