Ἐπέβη τῷ ξύλῳ τὸ ξύλον τοῦ παραδείσου ἰασάμενος καὶ βοᾷ· Ληνὸν ἐπάτησα μόνος, καὶ οὐδεὶς ἦν μετ᾽ ἐμοῦ, οὐκ ἄγγελος, [οὐ πρέσβυς, οὐκ ἀρχάγγελος,] οὐ προφήτης, οὐ βασιλεὺς, οὐδεὶς τῶν δικαίων μετ᾽ ἐμοῦ· καὶ εἷς μόνος μετ᾽ ἐμοῦ, οὐ μετ᾽ ἐμοῦ συνέτριψε τὸν θάνατον, ἀλλὰ μετ᾽ ἐμοῦ ἐκληρονόμησε τὸν παράδεισον· μετ᾽ ἐμοῦ ἐπὶ τοῦ ξύλου, οὐ μετ᾽ ἐμοῦ ἐν τῷ πολέμῳ τοῦ θανάτου. Κύριος γὰρ, φησὶ, συντρίβων πολέμους, Κύριος ὄνομα αὐτῷ. Εἷς λῃστὴς ὡμολόγησεν. Ὢ τῶν ξένων καὶ παραδόξων πραγμάτων! ὁ λῃστὴς μετὰ τοῦ Χριστοῦ, καὶ ὁ μαθητὴς Ἰούδας μετὰ τοῦ διαβόλου· τὸ φῶς γέγονε σκότος, καὶ τὸ σκότος εἰς φῶς μετεβάλ[λ]ετο· ὁ ἀμνὸς λύκος, καὶ ὁ λύκος ἀμνός. Ὁ λῃστὴς τὰς χεῖρας τοῖς ἥλοις ἐμπεπαρμένος, πιστῇ φωνῇ τὸν Δεσπότην ἠσπάζετο λέγων, Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου· καὶ ὁ μαθητὴς φίλημα προσφέρων τοῖς χείλεσι, τῇ καρδίᾳ τὸ ξίφος ηὐτρέπισε· τοῖς χείλεσι χαρὰν ἐφθέγγετο, καὶ τῇ καρδίᾳ δόλον ἠρεύξατο, Χαῖρε, λέγων, Ῥαββί· εἶτα καὶ φιλεῖ αὐτὸν, καὶ στρεφόμενος ἔλεγε τοῖς Ἰουδαίοις, νεύματι, οὐ ῥήματι· Δήσαντες αὐτὸν ἀπενέγκατε. Ὦ παράνομε Ἰούδα, ποῦ προστάσσεις ἀπάγεσθαι τὸν λέγοντα, Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου;