Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν μακάριον Ἀβραάμ

Ἰωάννης ὁ Χρυσόστομος

Η προετοιμασία και η δοκιμασία της θυσίας του Ισαάκ

Η θεία εντολή για τη θυσία του Ισαάκ, η απόκρυψή της από τη Σάρρα, η πορεία προς το όρος και η υπέρβαση της φυσικής πατρικής στοργής από τον Αβραάμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 6

Ἐξῆλθεν οὖν Ἀβραὰμ μηδὲν εἰληφὼς, ἀλλ᾽ ἔτι ἐν σκηναῖς κατοικῶν· καὶ οὐκ ἠπίστησεν, οὐδὲ ἠγωνίασεν· εἶχε γὰρ ἐνέχυρον ἀξιόπιστον τοῦ καλέσαντος τὴν φωνήν. Ἦν δὲ αὐτὸς ἄγονος, καὶ οὐκ ἐτέκνου, ἀλλ᾽ οὔτε Σάῤῥα ἡ τούτου γυνή· ἔλαβε δὲ ἐξ ἐπαγγελίας υἱὸν τὸν Ἰσαάκ· ὅτε δὲ ἡ φύσις ἀπηγόρευσε, τότε ἡ χάρις ἐδωρήσατο· ἔλαβεν ἀξιόπιστον μισθὸν ὑπακοῆς, ἀλλὰ τοῦτο μὴ εἰδώς· εἰ γὰρ ᾔδει, οὐδὲν ἀξιόπιστον ἦν ποιήσας. Καὶ ἵνα μάθῃς, ὅτι οὐ διὰ τοῦτο ὑπήκουσε, βλέπε πῶς καὶ αὐτὸν κελευόμενος ἀνελεῖν οὐ παρακούει, ἀλλὰ τὴν φύσιν ῥίπτει, καὶ τὴν φιλοθεΐαν ἀσπάζεται, τὰ σπλάγχνα καταπατεῖ, καὶ τοῦ καλέσαντος οὐκ ἀφίσταται. Τί οὖν πρὸς αὐτὸν ὁ Θεός; Ἀβραὰμ, Ἀβραάμ. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ· καὶ εἶπε· Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ ἀνένεγκε αὐτὸν εἰς ὁλοκάρπωσιν ἐφ᾽ ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω. Οὔτε τὸ ὄρος αὐτῷ ἐδήλωσεν, ἀλλὰ τῷ ἀδιορίστῳ τοῦ ὄρους εἰς πλείονα αὐτὸν ἀθυμίαν ἐνέβαλεν. Ἀλλ᾽ ὅμως τούτων οὐδὲν τὸν Ἀβραὰμ ἐθορύβησε· μᾶλλον δὲ καὶ ἐθορύβησεν· ἔπασχε μὲν γὰρ τὰ τοῦ ἀνθρώπου, οὐκ ἔπασχε δὲ τὰ τῆς ἁμαρτίας· ἐκλυδωνίζετο μὲν ὡς πατὴρ, οὐ κατεποντίζετο δὲ ὡς φιλόθεος· τὰ σπλάγχνα ἀνήπτετο, ἀλλ᾽ ἡ πίστις ἐνίκα. Μὴ γὰρ εἴπῃς, ὅτι οὐδὲν ἔπασχεν ὁ Ἀβραάμ· ἐννόησον πῶς ἐπυρπολεῖτο ὑπὸ τῶν σπλάγχνων ἐλαυνόμενος, καὶ βλέπε τὴν φιλοσοφίαν αὐτοῦ.

Οὐδὲ τῇ Σάῤῥᾳ λέγει· ἐδεδοίκει γὰρ, μή ποτε ἐμποδίσῃ τῷ μυστηρίῳ τῷ ἐπιτελουμένῳ. Εἰ γὰρ εἶπεν, εἰκὸς αὐτὴν ἐπιστομίζειν, καὶ λέγειν· Ποῦ ἀνάγεις τὸν υἱόν σου, ὃν παρ᾽ ἐλπίδας ἔλαβον, ὃν κατ᾽ ἐπαγγελίαν ἐδεξάμην, ὃν ἀντὶ τῆς φιλοξενίας ἔλαβον, ὃν ἐν ἐσχάτῳ γήρᾳ ἐχαρίσατό μοι ὁ Θεός; ποῦ αὐτὸν ἀνάγεις; ποῦ αὐτὸν λαμβάνεις; οὐδείς σοι ὤφθη; πῶς γὰρ Θεός σοι εἶχεν ὀφθῆναι, καὶ ζητεῖν τὸν υἱὸν, ὃν παρ᾽ ἐλπίδα μοι ἔδωκεν; αὐτὸς ἐχαρίσατο, καὶ αὐτὸς λαμβάνει; εἰ διὰ τὸ λαβεῖν αὐτὸν ἔδωκε, βέλτιον, εἰ μὴ ἔδωκεν· οὐ γάρ ἐστι τοσοῦτος πόνος τὸ μὴ ἔχειν, ὅσον τὸ λαβεῖν καὶ ἀπολέσαι.

Ἐννόησον τὴν Σάῤῥαν ἀναπτομένην καὶ πυρπολουμένην, καὶ ὑπὸ τῆς φύσεως ἐλαυνομένην, καὶ τὴν μήτραν αὐτῆς διαστρεφομένην, καὶ τὰ σπλάγχνα αὐτῆς ἀλλοιούμενα· συμπαθεῖς γὰρ αἱ γυναῖκες περὶ τὰ τοιαῦτα· ὅσον γὰρ μαλακωτέρα καὶ συμπαθεστέρα, τοσοῦτον ἔμελλε διισχυρίζεσθαι πρὸς τὸν Ἀβραὰμ, καὶ ἐνεποδίζετο ἡ θυσία, καὶ τὸ μυστήριον κατηργεῖτο.

Τί γὰρ ἂν οὐκ ἐποίησεν ἡ Σάῤῥα πρὸς τὸ ἀποσπάσαι τὸν υἱὸν αὐτῆς; οὐ γὰρ ἠδύνατο βαστάσαι τὸ γινόμενον, τὸν παρ᾽ ἐλπίδας υἱὸν μέλλοντα ἀναιρεῖσθαι, καὶ ἐν αὐτῷ τῷ γήρᾳ δεδωρημένον αὐτῇ μέλλοντα σφάζεσθαι, πατρὸς χεῖρας τεκνοφονίαν μελλούσας ἐργάζεσθαι· οὐκ ἂν ἐβάσταζε τοιαῦτα ἡ Σάῤῥα, ἀλλὰ πολλὴν ἂν εἰργάσατο μάχην μετὰ τοῦ Ἀβραὰμ, τῆς δὲ μάχης γινομένης ἀνάγκη ἐνέδραν τινὰ παρακολουθῆσαι, ἐνέδρας δὲ παρακολουθούσης ἐνεποδίζετο τὸ μυστήριον. Οὐκ εἶπεν οὖν Ἀβραὰμ τῇ γυναικὶ, ἵνα μὴ φιλονεικία γένηται, ἵνα μὴ, γενομένης τῆς φιλονεικίας, εἰς μάχην προέλθῃ τὸ πρᾶγμα, ἵνα μὴ, εἰς μάχην προελθόντος τοῦ πράγματος, εἰς μερισμὸν περὶ τοῦ υἱοῦ προχωρήσῃ, ἵνα μὴ, εἰς μερισμὸν προχωροῦντος τοῦ υἱοῦ, χρονίσῃ ἡ ἐπαγγελία, ἵνα μὴ, χρονισάσης τῆς ἐπαγγελίας, τὸ πρᾶγμα ἐνεδρευθῇ, ἵνα μὴ, τοῦ πράγματος ἐνεδρευθέντος, ἀτέλεστον μένῃ τὸ μυστήριον.

βʹ. Ἀλλ᾽ ὁ φιλόσοφος Ἀβραὰμ, ὁ ἀθλητὴς, καὶ πρὸς φύσιν ἀγωνιζόμενος, καὶ πρὸς σπλάγχνα πυκτεύων, καὶ κατὰ τῆς φύσεως ὁπλιζόμενος, οὐ παρήκουσεν, ἀλλ᾽ ἐπιτάγματι τοῦ Θεοῦ εἴκων, ἤκουσε τῆς ἀγγελίας, καὶ εὐθὺς λαμβάνει τὸν υἱόν. Ἡδέως ἐνδιατρίβω τοῖς ῥήμασι τούτοις· Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ ἀνένεγκέ μοι αὐτὸν εἰς ὁλοκάρπωσιν ἐφ᾽ ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω· καὶ λαβὼν ὁ Ἀβραὰμ τὸν Ἰσαὰκ, καὶ τὴν ὄνον, καὶ τοὺς δύο παῖδας, ἀπῄει· εἶτα φθασάντων αὐτῶν ἔν τινι τόπῳ, λέγει τοῖς παισί· Καθίσατε, φησὶν, ὑμεῖς ὧδε· ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε, καὶ προσκυνήσαντες πάλιν ἀναστρέψομεν πρὸς ὑμᾶς. Ἄκων προεφήτευσεν ὁ Ἀβραὰμ, τῆς θείας χάριτος αὐτῷ συνεργούσης.

Σφάξαι ἀνέρχῃ τὸν υἱόν σου, καὶ λέγεις, Ἀναστρέψομεν; Ὡς ζητεῖ κρύψαι τοὺς παῖδας, προφήτης καθίσταται. Καὶ ἔθηκε τὰ ξύλα ἐπὶ τοὺς ὤμους τοῦ Ἰσαὰκ, καὶ λαβὼν πῦρ καὶ μάχαιραν ἀνέβη ἐπὶ τὸ ὄρος. Καὶ τί φησιν ὁ Ἰσαὰκ πρὸς τὸν πατέρα; Πάτερ. Ὁ δὲ, τί ἐστι, τέκνον; Καί φησιν· ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα· ποῦ ἐστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν; Ὁ δὲ πρὸς αὐτόν· ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. Ἰδοὺ καὶ δευτέρα προφητεία· οὐ στέγω οὔτε τὰ ῥήματα παρελθεῖν, οὔτε παραδραμεῖν τὰ γεγενημένα. Ἐννόησον ὀνόματα μέλλοντα πραγμάτων ἐρημοῦσθαι. Οὕτως ἐκεῖνος τὸν πατέρα καλεῖ, κἀκεῖνος πάλιν τὸν υἱὸν, καὶ πρὸς ὥραν μὲν ἦν τὰ ὀνόματα, ἤμελλον δὲ γυμνοῦσθαι.

Ἐννόησον γὰρ, τί ἔπασχεν ὁ Ἀβραὰμ καλούμενος ὑπὸ τοῦ Ἰσαὰκ, ὃν ἤμελλε σφάττειν, πάτερ. Πῶς οὐ διεθρύβη τὰ γόνατα; πῶς οὐ συνεκλάσθη τὰ μέλη; πῶς τὴν διάνοιαν οὐκ ἔπαθε ταῦτα ἀκούσας παρὰ τοῦ υἱοῦ Ἰσαάκ; Ὅμως ἀνήνεγκε, καὶ συνεπόδισε τὸν Ἰσαὰκ, καὶ ἔλαβε τὴν μάχαιραν τῇ δεξιᾷ χειρὶ, ἵνα σφάξῃ τὸν υἱὸν αὐτοῦ.

Ὢ τῆς δεξιᾶς ἐκείνης τῆς κατὰ τοῦ υἱοῦ ὁπλιζομένης· οὐκ ἔχω πῶς παραστήσω τῷ λόγῳ τὰ γεγενημένα. Πῶς οὐκ ἐνάρκησεν ἡ χείρ; πῶς οὐκ ἔπεσε τὸ ξίφος ἀπὸ τῆς χειρός; πῶς οὐ διελύθη ὅλος, καὶ διεθρύβη; πῶς δὲ ἤρκεσε στῆναι καὶ ἰδεῖν τὸν Ἰσαὰκ δεδεμένον; πῶς δὲ οὐκ ἔμεινε νεκρὸς ἄφνω; πῶς δὲ τὰ νεῦρα αὐτῷ ὑπηρέτησαν; πῶς δὲ ἡ γνώμη ἤρκεσεν, Οὐκ ἔχω, πῶς παραστήσω τῷ λόγῳ τὸ γεγενημένον.

Ὅσοι πατέρες ἢ μητέρες, συνέλθετε, χεῖρα ὀρέξατε, βοηθήσατε τῷ λόγῳ· ἀτονῶ γὰρ πρὸς τὰ πράγματα· σύγγνωτε, ἀλλ᾽ ὑμεῖς συμμαχήσατε. Πολλάκις πέντε ἢ καὶ ἓξ υἱοὺς ἔχει τις καὶ θυγατέρας· καὶ ἐπὰν εἷς ἐξ αὐτῶν ἀῤῥωστήσῃ, περιέρχεται ὅλην τὴν κλίνην ὁ πατὴρ, φιλῶν τοῦ παιδὸς τοὺς ὀφθαλμοὺς, τὰς χεῖρας περιπτυσσόμενος, τὴν ἡμέραν νύκτα λογιζόμενος, καὶ τὸ φῶς σκότος, οὐ τὰ στοιχεῖα μεταβάλλων, ἀλλὰ τῇ ἀηδίᾳ τῆς λύπης οὐκ εὐφραινόμενος ἐπ᾽ αὐτοῖς· κλῖναι ἐστρωμέναι ἁπαλαὶ, ἰατροὶ παρακαθεζόμενοι, πολλὴ ἡ δορυφορία τοῦ ἀνωμαλοῦντος, τήκεται ὅλος δι᾽ ὅλου ὁ πατήρ· κἂν περιουσίαν ἔχῃ χρημάτων, ἀπευκτέα αὐτῷ ἐστι, κἂν μυρίας ἔχῃ φροντίδας, πάσας διώκει, οὐ δυνάμενος ἀνανῆψαι, ἐκ τῆς λύπης μεθύων· καὶ ὁ πᾶς αὐτῷ κόσμος ἀνίατος τοῦ κακοῦ.

Ὁμοίως καὶ ἡ μήτηρ περιέρχεται διακοπτομένη, ἐμπυριζομένη, καὶ ἀναπτομένη ὅλη, ζητοῦσα δύναμιν, ἵνα συμμερίσηται τὸν πόνον· μᾶλλον δὲ ἵνα καὶ ὅλον ἀναδέξηται, ἵνα τὸ κακούμενον τέκνον ἀπαλλαγῇ τῆς νόσου. Οὐδὲν αὐτῇ ὁ παρὼν βίος, οὐδὲν αὐτῇ ὁ μέλλων, ἀλλὰ πάντων τούτων τιμιώτερον ἡγεῖται τὸ πᾶσαν ἀναδέξασθαι τὴν νόσον τοῦ τέκνου. Οὐκ ἔχω πῶς παραστήσω τὸ πάθος τοῦτο. Ἐννόησον καὶ τὸν Ἀβραὰμ τὰ αὐτὰ πάσχοντα μὲν, φιλοσοφοῦντα δὲ, καὶ τῷ προστάγματι πειθόμενον· κατεπάτει τὴν φύσιν, καὶ ἡ ἐντολὴ τῶν σπλάγχνων ἐγίνετο μᾶλλον δυνατωτέρα.

Ἔπασχε μὲν γὰρ ταῦτα, ὡς προεῖπον, ὡς ἄνθρωπος, ἐφιλοσόφει δὲ ὡς φιλόθεος. Καὶ ἦν ἰδεῖν τὸν Ἰσαὰκ μάρτυρα ζῶντα καὶ οὐ ζῶντα, ἀποθανόντα καὶ οὐκ ἀποθανόντα. Ὅσον μὲν γὰρ τῇ προθέσει τοῦ πατρὸς, ἀπέθανεν· ὅσον δὲ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ, οὐκ ἀπέθανε· τύπος γὰρ ἦν τοῦ Δεσπότου καὶ εἰκών· ἐχρησίμευσε δὲ ὁ τύπος, καὶ ἐκδέχεται τὴν ἀλήθειαν.