Τοιαῦτα γὰρ τῆς Ἐκκλησίας τὰ κατορθώματα, ὅτι ἡ ἀτονία τοῦ σώματος οὐδὲν λυμαίνεται τὴν προθυμίαν τῆς πίστεως· κόσμος γὰρ Ἐκκλησίας πολιὰ κατεσταλμένη, καὶ πίστις ἐπτερωμένη, καὶ ἐν τούτῳ χαίρει ἡ Ἐκκλησία μᾶλλον. Ἐπὶ μὲν γὰρ τῶν ἔξω πραγμάτων ὁ γέρων ἄχρηστος, εἰς οὐδὲν ἐπιτήδειος, ἀλλὰ πανταχοῦ συγγνώμης ἀπολαύει, διὰ ἀτονίαν μὴ δυνάμενος χρησιμεῦσαι τοῖς ἀναγκαίοις. Οἷόν τι λέγω· Οὐ δύναται ὁ γέρων εἰς πόλεμον παρατάξασθαι, οὐχ ἵππῳ ἀναβῆναι, οὐ δόρυ κινῆσαι, οὐκ ἀσπίδα σεῖσαι, οὐχ ἡλίου θερμότητα ὑπενεγκεῖν, οὐχ ὁδοιπορίας μέγεθος βαστάσαι, οὐ λιμοῦ δεινότητα ὑπομεῖναι, οὐ θορύβων ὄγκον· ἀλλ᾽ ἐν ἡσύχῳ τόπῳ καθέζεται, συνήγορον ἔχων τὴν πολιάν. Τοῦτο δὲ καὶ ἐπὶ τῶν πλοίων ἴδοι τις ἄν· Οὐ δύναται ὁ γέρων ἐπὶ τῶν οἰάκων καθεσθῆναι, οὐ πελάγη τεμεῖν, οὐ κώπην ἐλάσαι, οὐχ ἱστίον κρεμάσαι, οὐκ ἐναντίοις ἀνέμοις παρατάξασθαι, οὐ κρύους δριμύτητα ὑπομεῖναι, οὐκ ἄλλο τι τῶν τοιούτων δύναται ποιῆσαι· ἀλλὰ καθέζεται ἐν τῇ νηῒ τὴν ἐπὶ τῆς ἡλικίας ἔχων συγγνώμην. Τοῦτο δὲ καὶ ἐπὶ τῶν γηπόνων ἔστιν ἰδεῖν· οὔτε γὰρ ἄροτρον ἑλκύσαι δύναται, οὔτε αὔλακα ἀνατεμεῖν, οὔτε πωλοδάμνης γενέσθαι, οὔτε βοῶν ἰσχυρῶν ὑπενέγκαι ἰσχὺν, οὔτε καύματος πόλεμον, οὔτε θερμότητος ὄγκον, οὔτε σκαπάνης βάρος, οὔτε ἄλλο τι τῶν πρὸς τὴν γῆν χρησιμευόντων· ἀλλὰ καθέζεται ἐν τῷ οἴκῳ, συνήγορον ἔχων τὴν πολιάν.