Ἐστρατοπέδευσε Φαραὼ ὀπίσω αὐτῶν μετὰ πλήθους ἁρμάτων καὶ ἵππων· ὡς δὲ εἶδεν Ἰσραὴλ τὴν παράταξιν, ἐφοβήθη. Ἦλθον δὲ ἐπὶ τοῦ χείλους τῆς θαλάσσης· καί φησιν ὁ Θεὸς τῷ Μωϋσεῖ, Τί βοᾷς πρός με; καὶ μὴν οὐδὲν ἔλεγε Μωϋσῆς. Ἀλλά φησι, Θεός εἰμι, οὐ τὰ ἐκ χειλέων μόνον ἀκούων, ἀλλὰ καὶ τὰ ἐν τῇ καρδίᾳ γνωρίζων, ἵνα μάθῃς, ὅτι οὐκ ἐν τῷ κράζειν ἡ εὐχὴ, ἀλλ᾽ ἐν τῇ γνώμῃ. Τί βοᾷς πρός με; Τὰ μὲν γὰρ χείλη αὐτοῦ οὐκ ἐλάλει, ἡ δὲ καρδία ἐβόα· εὐχὴ γὰρ ἀπὸ γνώμης ἀγαθῆς ζητεῖται, οὐκ ἀπὸ κραυγῆς ἰσχυρᾶς. Τί βοᾷς πρός με; Ἔκτεινον τὴν ῥάβδον τὴν ἐν τῇ χειρί σου ἐπὶ τὸ ὕδωρ, καὶ δίελθε σὺ καὶ πᾶς Ἰσραήλ. Ἐξέτεινε δὲ Μωϋσῆς τὴν ῥάβδον τὴν ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐπάταξε τὸ ὕδωρ, καὶ ἡ ἄτακτος ῥύμη τῶν ὑδάτων ἐχερσώθη, καὶ τῆς ἰδίας φύσεως ἐπελάθετο. Τοιοῦτον γὰρ τὸ στοιχεῖον, ὅταν νεύσῃ ὁ Θεὸς, καὶ αὐτὰ τῆς οἰκείας φύσεως ἐπιλανθάνεται, καὶ τὴν ἐνέργειαν χαλινοῖ. Καθάπερ γὰρ θεραπαινὶς εὐγνώμων ἡ θάλασσα, Δεσπότου δοῦλον ἰδοῦσα, ἐπείθετο καὶ ὑπήκουσεν· ὑπήκουσε δὲ οὐ ξύλον τὸ ξηρὸν αἰδουμένη, ἀλλὰ διὰ τὸν μέλλοντα ἐν τῷ ξύλῳ σταυροῦσθαι. Εἶδεν οὖν τὴν εἰκόνα, καὶ εὐθὺς ἐνενόησε τὴν ἀλήθειαν, καὶ ὑπεχώρησε. Πάρελθε, φησὶ, σὺ καὶ πᾶς ὁ λαὸς Ἰσραήλ. Εἶτα παρῆλθεν αὐτὸς καὶ πᾶς Ἰσραήλ· ἐπηκολούθησαν δὲ καὶ οἱ Αἰγύπτιοι καταδιώκοντες ἐκείνους, ὅ τε Φαραὼ καὶ τὰ ἅρματα αὐτοῦ καὶ οἱ ἱππεῖς.