Ἢ τὸ πρᾶον τιμήσατε, ἢ τὸ δυνατὸν εὐλαβήθητε. Δεῦτε, φθάσατέ μου τὸ πρόσωπον ἐν ἐξομολογήσει· καιρῷ γὰρ τὰ τῆς τοιαύτης παρ᾽ ἐμοῦ διώρισται μετριότητος. γʹ. Ὁ παρὼν μόνος ἐστὶ βίος τῆς ἐμῆς μακροθυμίας ἐπίδειξις· ἥξει καιρὸς, ὅτε ταύτης μου τῆς χρηστότητος ἡ θύρα κλεισθήσεται· ἥξει καιρὸς, ὅτε δάκρυον τῶν ἁμαρτωλῶν οὐκ ὠφελήσει σταζόμενον· ἥξει καιρὸς, ὅτε σάλπιγγες πανταχόθεν κτυποῦσαι τὴν δευτέραν μου παρουσίαν δηλοῦσιν, ὅτε τὴν γῆν ὅλην διατρέχοντες ἄγγελοι τῶν νεκρῶν τὰς μυριάδας παριστῶσιν εἰς κρίσιν, ὅτε μοι βῆμα τεθῇ, καὶ ταῖς ἄνω δυνάμεσιν ἐπιβῶ, ὅτε ἀρχαὶ καὶ ἐξουσίαι δορυφοροῦσιν ἐρχόμενον, ὅτε μου τῆς βασιλείας οἱ φωστῆρες τὸν πάντα καταλάμπουσι κόσμον, ὅτε βίβλοι τῶν ἑκάστῳ βεβιωμένων ἀνοίγονται, ὅτε νόμων ἀκρίβεια, καὶ δαιμόνων ἀκριβὲς λογοθέσιον, ὅτε ὁ κρινόμενος ἵσταται, μόνα ἔχων αὐτῷ παρεστῶτα τὰ ἔργα, ὅτε λογισμοὶ κατηγοροῦσι, καὶ ἐλέγχει συνείδησις, ὅτε πνεύματα πονηρὰ τοῖς τοῦ δικάζοντος προσέχοντα ῥήμασιν, ὅτε κάμινος τοῦ κριτοῦ περιμένουσα τὴν ἀπόφασιν, ὅτε τὸ, Ἐλέησον, ῥῆμα τῷ βοῶντι λοιπὸν ἀνωφέλητον. Δεῦτε οὖν, πρὶν ἀποκλείσω μου τὰς θύρας τῶν οἰκτιρμῶν, πρὶν φθάσῃ λυθῆναι τῆς ζωῆς ἡ πανήγυρις, πρὶν παρέλθῃ τοῦ βίου τὸ θέατρον· ἐπὶ θύραις γὰρ ἡ προθεσμία τοῦ τέλους. Δεῦτε πρὶν ἄρξωμαι κρίνειν· ἂν γὰρ φθάσω καθίσας δικάζειν, οὐκέτι χαρίζομαι.