Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν μάρτυρα Βάσσον

Ἰωάννης ὁ Χρυσόστομος

Η θεία πραότητα και το πρότυπο της ταπείνωσης

Αντιπαραβολή της θείας συγκατάβασης με την ανθρώπινη υπερηφάνεια και πρόσκληση προς τους πιστούς να μιμηθούν την ταπείνωση του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

βʹ. Καὶ μεμφέσθω μηδεὶς, ἐπεὶ τὸν Κύριον φιλοστόργῳ μητέρι παρεικάσαμεν, ὁπότε αὐτὸς ὁ Κύριος ἑαυτὸν ἀπείκασεν ὄρνιθι ἐν τοῖς Εὐαγγελίοις, εἰπών· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα συναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὰ νοσσία ἑαυτῆς, καὶ οὐκ ἠθελήσατε; Ἐκίνησε τοίνυν τὴν ἄψυχον γῆν ὁ φιλάνθρωπος, ἵνα στήσῃ τὴν ἔμψυχον ἀτάκτου κινήσεως· σαρκὸς ἠπείλησε θάνατον, ἵνα τὸν τῆς ψυχῆς φυλαξώμεθα ὄλεθρον. Εἶδες, φιλόχριστε, πόσου τοῦ κτίσαντος ἡ περὶ ἡμᾶς εὐσπλαγχνία; εἶδες ἀπειλὴν φιλανθρωπίαν ἀστράπτουσαν; εἶδες οἰκτιρμοὺς προλαμβάνοντας ἀγανάκτησιν; εἶδες νικωμένην ἀπόφασιν ἀγαθότητι; Καὶ ξένον οὐδέν· αὐτός ἐστι καὶ νῦν ὁ πρᾶος καὶ φιλάνθρωπος ἡμῶν Δεσπότης, ὁ τῆς ἡμετέρας συνήθως κηδόμενος σωτηρίας, ὃς ἐν τοῖς Εὐαγγελίοις διαῤῥήδην βοᾷ, ὡς ἀρτίως ἡμῖν ἀνεγινώσκετο· Δεῦτε, μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Ὢ πόση τοῦ πλάσαντος συγκατάβασις, καὶ ὁ πλασθεὶς οὐκ αἰδεῖται! Δεῦτε, μάθετε ἀπ᾽ ἐμοῦ, πότε Δεσπότης εἰς παράκλησιν τῶν πταισάντων παρεγένετο δούλων. Τοιοῦτος ἡμῖν ὁ Χριστὸς, οἰκτιρμοὺς ἐπιδείκνυται, δέον τιμωρεῖν τὸν ἁμαρτάνοντα, δέον τῶν παροργισάντων ἀφανίσαι τὸ γένος, ἥμερα τοῖς ὑπευθύνοις ἀφίησι ῥήματα· Δεῦτε, μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.

Ὁ Θεὸς ταπεινὸς, καὶ ὁ ἄνθρωπος ὑψηλός· ὁ δικαστὴς ἥμερος, καὶ ὁ κατάδικος ὑπερήφανος· ὁ τεχνίτης πενιχρὰν ποιεῖται φωνὴν, καὶ ὁ πηλὸς ὡς βασιλεὺς διαλέγεται. Δεῦτε, μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.

Τὰ προλαβόντα οὐκ ἔπεισε, τὰ μετὰ ταῦτα καὶ τὰ πρὸ βραχέος οὐκ ἐδυσώπησεν, ὅπως καὶ τότε καὶ νῦν τὴν κτίσιν κινήσας πάλιν ἐστήριξεν ἐλεήσας· Δεῦτε οὖν, μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Οὐκ ἔχει μάστιγα πλήττουσαν, ἀλλ᾽ ἰατρεύουσαν φύσιν.

Δεῦτε, ἴδετε φιλανθρωπίαν ἄφατον. Τίς οὐκ ἀγαπᾷ δεσπότην μὴ τύπτοντα; τίς οὐ θαυμάζει κριτὴν ἀξιοῦντα κατάκριτον; Ἐκπλήττει σε πάντως ἡ τῶν ῥημάτων εὐτέλεια· Δημιουργός εἰμι, καὶ φιλῶ μου τὸ ἔργον· πλάστης εἰμὶ, καὶ ὃν ἔπλασα φείδομαι.