Καὶ γὰρ ὅτε προσελθὼν ὁ πλούσιος περὶ τῆς αἰωνίου ζωῆς τὸν Χριστὸν ἠρώτα, καὶ μαθὼν τὰ ποιητικὰ τῆς τελειότητος, ἀπῄει λυπούμενος ὑπὸ τῶν χρημάτων, εἰπόντος τοῦ Χριστοῦ, ὅτι εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσελθεῖν· ὁ Πέτρος, καίτοι πάντων ἑαυτὸν γυμνώσας, καὶ οὐδὲ τὸ ἄγκιστρον κατέχων λοιπὸν, ἀλλὰ καὶ τῆς τέχνης καὶ τοῦ ἀκατίου καταφρονήσας, προσελθὼν ἔλεγε τῷ Χριστῷ· Καὶ τίς δύναται σωθῆναι; Καὶ ὅρα καὶ ἐπιείκειαν μαθητοῦ, καὶ θερμότητα· οὔτε γὰρ εἶπεν· Ἀδύνατα ἐπιτάττεις, δύσκολον τὸ ἐπίταγμα, χαλεπὸς ὁ νόμος· οὔτε ἐσίγησεν, ἀλλὰ καὶ τὴν ὑπὲρ τῶν λοιπῶν κηδεμονίαν ἐπεδείξατο, καὶ τὴν διδασκάλῳ παρὰ μαθητοῦ τιμὴν ὀφειλομένην ἀπένειμεν, οὕτως εἰπών· Καὶ τίς δύναται σωθῆναι; καὶ μηδέπω γενόμενος ποιμὴν, ποιμένος εἶχε ψυχὴν, καὶ μηδέπω τὴν ἀρχὴν ἐγχειρισθεὶς, τὴν πρέπουσαν ἄρχοντι κηδεμονίαν ἐφύλαττεν, ὑπὲρ τῆς οἰκουμένης ἁπάσης φροντίζων. Εἰ μὲν γὰρ πλούσιος ἦν, καὶ πολλὰ χρήματα περιβεβλημένος, ἴσως εἶπέ τις ἂν, ὅτι οὐ τῶν λοιπῶν, ἀλλ᾽ ἑαυτοῦ κηδόμενος, καὶ ὑπὲρ τῶν καθ᾽ ἑαυτὸν πραγμάτων φροντίζων, ταύτην προσῆγε τὴν πεῦσιν· νυνὶ δὲ ἡ πενία ταύτης αὐτὸν ἀπαλλάττει τῆς ὑποψίας, καὶ δείκνυσιν ὡς τῆς ἑτέρων κηδόμενος σωτηρίας ἐμερίμνα καὶ περιειργάζετο, καὶ παρὰ τοῦ διδασκάλου μαθεῖν ἐβούλετο τὴν τῆς σωτηρίας ὁδόν.