Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ὀφειλέτην τῶν μυρίων ταλάντων

Ἰωάννης ὁ Χρυσόστομος

Ο απολογισμός ενώπιον του Κριτή και η ανθρώπινη ευθύνη

Η έναρξη της παραβολής με τον λογαριασμό του βασιλιά, η ευθύνη του ανθρώπου για κρυφές σκέψεις και λόγια, και ο σκοπός της θείας λογοδοσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 7

δʹ. Ἐπακούσωμεν τοίνυν τῆς παραβολῆς· εἰ γὰρ δοκεῖ καὶ αὐτόθεν εἶναι σαφὴς, ἀλλ᾽ ἔχει καὶ ἐναποκεκρυμμένον τινὰ θησαυρὸν νοημάτων ἄφατον. Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ.

Μὴ παραδράμῃς ἁπλῶς τὴν ῥῆσιν, ἀλλὰ καὶ ἀνάπτυξόν μοι τὸ δικαστήριον ἐκεῖνο, καὶ εἰς τὸ συνειδὸς εἰσελθὼν τὸ σεαυτοῦ, ἀναλόγισαι τὰ πεπραγμένα σοι παρὰ πᾶσαν τὴν ζωήν· καὶ ὅταν ἀκούσῃς, ὅτι συναίρει λόγον μετὰ τῶν δούλων αὐτοῦ, καὶ βασιλεῖς, καὶ στρατηγοὺς, καὶ ἐπάρχους, καὶ πλουσίους καὶ πένητας, καὶ δούλους καὶ ἐλευθέρους, καὶ πάντας ἀναλογίζου· Πάντας γὰρ ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ. Κἂν πλούσιος ᾖς, ἐννόησον ὅτι δώσεις λόγον, πότερον εἰς πόρνας, ἢ εἰς πένητας τὰ χρήματα κατηνάλωσας, πότερον εἰς παρασίτους καὶ κόλακας, ἢ εἰς τοὺς δεομένους, πότερον εἰς ἀσέλγειαν ἢ εἰς φιλανθρωπίαν, πότερον εἰς τρυφὴν καὶ ἀσωτίαν καὶ μέθην, ἢ εἰς τὴν τῶν ἐπηρεαζομένων βοήθειαν. Οὐχ ὑπὲρ τῆς δαπάνης δὲ μόνον, ἀλλὰ καὶ ὑπὲρ τῆς κτήσεως ἀπαιτηθήσῃ λόγον, πότερον ἐκ δικαίων πόνων, ἢ ἐξ ἁρπαγῆς καὶ πλεονεξίας συνέλεξας, πότερον κλῆρον διαδεξάμενος πατρῷον, ἢ τὰς τῶν ὀρφανῶν καταστρέψας οἰκίας, καὶ τὰς τῶν χηρῶν διαρπάσας οὐσίας. Καὶ καθάπερ ἡμεῖς τοῖς οἰκέταις τοῖς ἡμετέροις οὐχὶ τῆς ἐξόδου μόνον τῶν χρημάτων, ἀλλὰ καὶ τῆς εἰσόδου ἀπαιτοῦμεν τὸν λόγον, ἐξετάζοντες πόθεν ὑπεδέξαντο τὰ χρήματα, καὶ παρὰ τίνων, καὶ πῶς, καὶ πόσα· οὕτω δὴ καὶ ὁ Θεὸς οὐχὶ τῆς δαπάνης μόνον, ἀλλὰ καὶ τῆς κτήσεως ἡμᾶς ἀπαιτεῖ τὰς εὐθύνας.

Οὐχ ὁ πλούσιος δὲ μόνον, ἀλλὰ καὶ ὁ πένης τῆς πενίας δίδωσι λόγον· εἰ γενναίως καὶ εὐχαρίστως τὴν πενίαν ἤνεγκεν, εἰ μὴ ἀπεδυσπέτησεν, εἰ μὴ ἐδυσχέρανεν, εἰ μὴ κατηγόρησε τῆς τοῦ Θεοῦ προνοίας, ἕτερον ὁρῶν τρυφῶντα καὶ σπαταλῶντα, ἑαυτὸν δὲ ὄντα ἐν ἐνδείᾳ.

Ὥσπερ γὰρ ὁ πλούσιος τῆς ἐλεημοσύνης, οὕτω καὶ ὁ πένης τῆς ὑπομονῆς ἀπαιτεῖται λόγον· μᾶλλον δὲ οὐδὲ τῆς ὑπομονῆς μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς ἐλεημοσύνης· οὐ γάρ ἐστι κώλυμα πρὸς ἐλεημοσύνην ἡ πενία. Καὶ μάρτυς ἡ χήρα ἡ τὰ δύο καταβαλοῦσα λεπτὰ, καὶ τοὺς πολλὰ καταθέντας ὑπερακοντίσασα διὰ τῆς μικρᾶς ἐκείνης καταβολῆς. Οὐ πλούσιοι δὲ καὶ πένητες μόνον, ἀλλὰ καὶ ἄρχοντες καὶ δικασταὶ μετὰ πολλῆς ἐξετάζονται τῆς ἀκριβείας, εἰ μὴ διέφθειραν τὸ δίκαιον, εἰ μὴ πρὸς χάριν, εἰ μὴ πρὸς ἀπέχθειαν ἐψηφίσαντο τοῖς δικαζομένοις, εἰ μὴ κολακευθέντες ἔδωκαν παρὰ τὸ δέον τὴν ψῆφον, εἰ μὴ μνησικακοῦντες ἐπηρέασαν τοῖς οὐδὲν ἠδικηκόσιν Οὐχ οἱ ἔξωθεν δὲ μόνον ἄρχοντες, ἀλλὰ καὶ οἱ τῶν Ἐκκλησιῶν προεστῶτες τῆς οἰκείας ἀρχῆς ὑφέξουσι τὸν λόγον· καὶ μάλιστα οὗτοί εἰσιν οἱ ἐπὶ πλέον τὰς πικρὰς καὶ βαρείας εὐθύνας ὑπέχοντες. Καὶ γὰρ ὁ τοῦ λόγου τὴν διακονίαν ἐγκεχειρισμένος ἐξετασθήσεται μετὰ ἀκριβείας ἐκεῖ, εἰ μήτε ὄκνῳ, μήτε φθόνῳ παρεῖδέ τι τῶν δεόντων εἰπεῖν, καὶ διὰ τῶν ἔργων ἐπέδειξεν, ὅτι πάντα διεστείλατο, καὶ οὐδὲν ἔκρυψε τῶν συμφερόντων. Πάλιν ὁ τὴν ἐπισκοπὴν λαχὼν, ὅσῳ πρὸς μείζονα ὄγκον ἀναβέβηκε, τοσούτῳ πλείονα ἀπαιτηθήσεται λόγον, οὐχὶ διδασκαλίας μόνον καὶ πενήτων προστασίας, ἀλλὰ καὶ χειροτονιῶν δοκιμασίας καὶ μυρίων ἑτέρων.

Καὶ ταῦτα δηλῶν ὁ Παῦλος τῷ Τιμοθέῳ ἔγραφε· Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις· καὶ Ἑβραίοις δὲ περὶ τῶν αὐτῶν ἀρχόντων παραινῶν, ἑτέρως ἐφόβει οὕτω λέγων· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες.

Τότε οὐχὶ πραγμάτων δὲ μόνων, ἀλλὰ καὶ ῥημάτων παρέξομεν εὐθύνας. Καθάπερ γὰρ καὶ ἡμεῖς ἀργύρια τοῖς οἰκέταις ἐμπιστεύσαντες, ἁπάντων ἀπαιτοῦμεν αὐτοὺς λόγον, οὕτω καὶ ὁ Θεὸς, ῥήματα ἡμῖν ἐμπιστεύσας, ζητήσει τῆς δαπάνης αὐτῶν τὸν τρόπον.

Ἀπαιτούμεθα δὲ καὶ ἐξεταζόμεθα μετὰ ἀκριβείας, εἰ μὴ εἰκῆ μηδὲ μάτην αὐτὰ ἀναλώσαμεν· οὐ γὰρ οὕτως ἀργύριον ἁπλῶς ἀναλωθὲν ἔβλαψεν, ὡς ῥήματα εἰκῆ καὶ μάτην ἐξενεχθέντα καὶ εἰς οὐδὲν δέον. Ἀργύριον μὲν γὰρ μάτην δαπανηθὲν ἐν χρήμασι πολλάκις τὴν ζημίαν ἤνεγκε, λόγος δὲ ἁπλῶς προενεχθεὶς ὁλοκλήρους ἀνέτρεψεν οἰκίας, καὶ ψυχὰς ἀπώλεσε καὶ κατέλυσε· καὶ τῶν μὲν χρημάτων τὴν ζημίαν διορθῶσαι πάλιν ἔνι, λόγον δὲ ἐκπηδήσαντα καθάπαξ ἀνακτήσασθαι πάλιν οὐκ ἔνι.

Καὶ ὅτι λόγων δίδομεν δίκας, ἄκουσον τί φησιν ὁ Χριστός· Λέγω δὲ ὑμῖν, ὅτι πᾶν ῥῆμα ἀργὸν, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι ἐπὶ τῆς γῆς, ἀποδώσουσι λόγον περὶ αὐτοῦ ἐν ἡμέρᾳ κρίσεως· ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου κατακριθήσῃ. Οὐ ῥημάτων δὲ μόνον δίδομεν εὐθύνας, ἀλλὰ καὶ ἀκουσμάτων· οἷον εἰ παραδέξω κατηγορίαν κατὰ τοῦ πλησίον ψευδῆ λεγομένην· Ἀκοὴν γὰρ, φησὶ, ματαίαν μὴ παραδέξῃ. Εἰ δὲ οἱ δεχόμενοι ματαίαν ἀκοὴν οὐκ ἂν τύχοιεν συγγνώμης, οἱ διαβάλλοντες καὶ κατηγοροῦντες ποίαν ἕξουσιν ἀπολογίαν;

εʹ. Καὶ τί λέγω ῥήματα καὶ ἀκοὴν, ὅπου γε καὶ ἐνθυμημάτων εὐθύνας ὑπέχομεν; Καὶ τοῦτο αὐτὸ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. Καὶ ὁ Ψαλμῳδὸς δέ φησιν, ὅτι Ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι. Τί ἐστιν, Ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι; Οἷον, εἰ μετὰ δόλου καὶ πονηρᾶς γνώμης πρὸς τὸν ἀδελφὸν διελέχθης, εἰ διὰ τοῦ στόματος αὐτὸν ἐπαινῶν καὶ τῆς γλώττης, κατὰ διάνοιαν ἐκάκωσας καὶ ἐφθόνησας αὐτῷ. Πάλιν γὰρ τοῦτο αὐτὸ ὁ Χριστὸς αἰνιττόμενος, ὅτι οὐχὶ ἔργων μόνον, ἀλλὰ καὶ ἐνθυμημάτων δίδομεν δίκην, ἔλεγεν· Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ. Καίτοι οὐ προῆλθεν εἰς ἔργον ἡ ἁμαρτία, ἀλλ᾽ ἐν διανοίᾳ τέως ἐστίν· ἀλλ᾽ οὐδὲ οὕτως ἀνέγκλητος δύναται μεῖναι ὁ διὰ τοῦτο περισκοπῶν κάλλη γυναικῶν, ἵνα ἀνάψῃ πορνείας ἐπιθυμίαν.

Ὅταν οὖν ἀκούσῃς, ὅτι συναίρει λόγον μετὰ τῶν δούλων αὐτοῦ, μὴ παρέλθῃς ἁπλῶς τὴν ῥῆσιν, ἀλλ᾽ ἐννόησον πᾶσαν ἀξίαν, πᾶσαν ἡλικίαν, ἑκατέραν τὴν φύσιν, τῶν τε ἀνδρῶν, τῶν τε γυναικῶν· ἐννόησον οἷον ἔσται τότε τὸ δικαστήριον, ἀναλόγισαι τὰ ἡμαρτημένα σοι πάντα. Κἂν γὰρ αὐτὸς ἐπιλάθῃ τῶν πεπλημμελημένων, Θεὸς οὐδέποτε ἐπιλήσεται, ἀλλὰ πάντα πρὸ τῶν ὀφθαλμῶν στήσει τῶν ἡμετέρων, ἂν μὴ προλαβόντες αὐτὰ καταλύσωμεν νῦν διὰ μετανοίας καὶ ἐξομολογήσεως, καὶ τοῦ μηδέποτε μνησικακεῖν τοῖς πλησίον. Τίνος δὲ ἕνεκεν ποιεῖ τὸ λογοθέσιον; Οὐχ ὡς αὐτὸς ἀγνοῶν, (πῶς γὰρ, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν;) ἀλλ᾽ ἵνα σε πείσῃ τὸν οἰκέτην, ὅτι δικαίως ὀφείλεις, ὅπερ ἂν ὀφείλῃς· μᾶλλον δὲ οὐχ ἵνα μάθῃς μόνον, ἀλλ᾽ ἵνα καὶ ἀπονίψῃ· ἐπεὶ καὶ τῷ προφήτῃ διὰ τοῦτο ἐκέλευσε τὰ ἁμαρτήματα λέγειν τῶν Ἰουδαίων. Λέγε γὰρ, φησὶ, τὰς ἀνομίας αὐτῶν τῷ οἴκῳ Ἰακὼβ, καὶ τὰς ἁμαρτίας αὐτῶν τῷ οἴκῳ Ἰσραήλ· οὐχ ἵνα ἀκούσωσι μόνον, ἀλλ᾽ ἵνα διορθώσωνται. Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. Ἆρα πόσα ἐνεπιστεύθη, ὅτι τοσαῦτα κατέφαγε; Μέγας ὁ τῶν ὀφλημάτων ὄγκος· καὶ οὐχὶ μόνον τοῦτο ἦν τὸ χαλεπὸν, ἀλλ᾽ ὅτι καὶ πρῶτος προσηνέχθη τῷ δεσπότῃ.

Εἰ μὲν γὰρ μετὰ πολλοὺς ἑτέρους εὐγνωμονήσαντας οὗτος προσηνέχθη, οὐχ οὕτω θαυμαστὸν ἦν τὸ μὴ παροξυνθῆναι τὸν δεσπότην· ἡ γὰρ τῶν φθασάντων εὐγνωμοσύνη τοῖς μετὰ ταῦτα ἠγνωμονηκόσιν ἡμερώτερον αὐτὸν ἔμελλε ποιεῖν. Τὸ δὲ πρῶτον εἰσαχθέντα ἀγνώμονα φανῆναι, καὶ οὕτως ἀγνώμονα γενόμενον, φιλανθρώπου τυχεῖν δεσπότου, τοῦτό ἐστι τὸ μάλιστα θαυμαστὸν καὶ παράδοξον. Ἄνθρωποι μὲν οὖν, ἐπειδὰν εὕρωσι τοὺς ὀφείλοντας, ὥσπερ θήραν καὶ ἄγραν εὑρόντες, οὕτω γεγήθασι, καὶ πάντα ποιοῦσιν, ὅπως τὸ πᾶν ἀπαιτήσωσι· κἂν μὴ δυνηθῶσι διὰ τὴν πενίαν τῶν ὀφειλόντων, τὴν ὑπὲρ τῶν χρημάτων ὀργὴν εἰς τὸ ταλαίπωρον σῶμα τῶν ἀθλίων ἐκχέουσιν, αἰκίζοντες καὶ τύπτοντες καὶ μυρία αὐτῷ διατιθέντες κακά. Ὁ δὲ Θεὸς τοὐναντίον ἅπαντα ἐκίνει καὶ ἐπραγματεύετο, ὅπως αὐτὸν ἀπαλλάξῃ τῶν ὀφλημάτων. Ἐπὶ γὰρ ἡμῶν τὸ ἀπαιτῆσαι, πλοῦτος· ἐπὶ δὲ Θεοῦ τὸ συγχωρῆσαι, πλοῦτος· ἡμεῖς ἐπειδὰν λάβωμεν τὰ ὀφειλόμενα, τότε εὐπορώτεροι γινόμεθα· ὁ δὲ Θεὸς ἐπειδὰν συγχωρήσῃ τὰ πλημμελήματα, τότε μάλιστα πλουτεῖ· πλοῦτος γὰρ Θεοῦ τῶν ἀνθρώπων ἡ σωτηρία, καθάπερ ὁ Παῦλός φησιν· Ὁ πλουτῶν εἰς πάντας, καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Ἀλλ᾽ ἴσως εἴποι τις ἄν· Καὶ πῶς ὁ βουλόμενος ἀφεῖναι καὶ συγχωρῆσαι τὰ ἐγκλήματα, ἐκέλευσεν αὐτὸν πραθῆναι; Αὐτὸ μὲν οὖν τοῦτο μάλιστα αὐτοῦ τὴν φιλανθρωπίαν δείκνυσιν.