Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν ὀφειλέτην τῶν μυρίων ταλάντων

Ἰωάννης ὁ Χρυσόστομος

Η καταδίκη της μνησικακίας και η προτεραιότητα της καταλλαγής

Η αυστηρή κρίση του Θεού για την απουσία συγχωρητικότητας, η αναίρεση της άφεσης λόγω μνησικακίας και η απόλυτη ανάγκη συμφιλίωσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 7

Τί τούτου γένοιτ᾽ ἂν ἀγαθώτερον τοῦ δεσπότου; Ὅτε μὲν αὐτῷ ὤφειλε τὰ μύρια τάλαντα, οὐδὲ μέχρι ῥήματος αὐτὸν ἐλύπησεν, οὐδὲ πονηρὸν ἐκάλεσεν, ἀλλὰ πραθῆναι μόνον ἐκέλευσε· καὶ τοῦτο, ἵνα ἀπαλλάξῃ τῶν ὀφλημάτων. Ἐπειδὴ δὲ εἰς τὸν σύνδουλον πονηρὸς ἐγένετο, τότε ὀργίζεται καὶ παροξύνεται, ἵνα μάθῃς ὅτι εὐκολώτερον τὰ εἰς αὐτὸν ἀφίησιν, ἢ τὰ εἰς τοὺς πλησίον ἁμαρτήματα. Καὶ οὐκ ἐνταῦθα μόνον τοῦτο ποιεῖ, ἀλλὰ καὶ ἀλλαχοῦ. Ἐὰν γὰρ προσφέρῃς τὸ δῶρόν σου, φησὶν, ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Ὁρᾷς πῶς πανταχοῦ τῶν αὑτοῦ τὰ ἡμέτερα προτιμᾷ, καὶ τῆς εἰρήνης καὶ τῆς ἀγάπης τῆς εἰς τὸν πλησίον οὐδὲν ἀνώτερον τίθησιν; Καὶ πάλιν ἀλλαχοῦ· Ὁ ἀπολύων τὴν γυναῖκα αὑτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι.

Διὰ δὲ Παύλου οὕτως ἐνομοθέτει· Εἴ τις ἀνὴρ γυναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν. Ἂν μὲν γὰρ πορνεύσῃ, φησὶν, ἔκβαλε· ἂν δὲ ἄπιστος ᾖ, μὴ ἐκβάλῃς· ἐὰν εἰς σὲ ἁμάρτῃ, φησὶν, ἀπόκοψον· ἐὰν δὲ εἰς ἐμὲ ἁμάρτῃ, κάτεχε. Οὕτω καὶ ἐνταῦθα, ὅτε μὲν εἰς αὐτὸν ἥμαρτεν ἁμαρτήματα τοσαῦτα, συνεχώρησεν· ὅτε δὲ εἰς τὸν σύνδουλον ἥμαρτεν ἐλάττονα πολλῷ καὶ βραχίω τῶν εἰς τὸν δεσπότην, οὐκ ἀφῆκεν, ἀλλ᾽ ἐπεξῆλθε· καὶ ἐνταῦθα μὲν πονηρὸν ἐκάλεσεν, ἐκεῖ δὲ οὐδὲ μέχρι ῥήματος αὐτὸν ἐλύπησε. Διὰ τοῦτο μὲν καὶ ἐνταῦθα καὶ τοῦτο πρόσκειται, ὅτι ὀργισθεὶς παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς· ἡνίκα δὲ αὐτὸν ἀπῄτει λόγον τῶν μυρίων ταλάντων, οὐδὲν τοιοῦτον προσέθηκεν· ἵνα μάθῃς, ὅτι ἐκείνη μὲν ἡ ψῆφος οὐχὶ ὀργῆς ἦν, ἀλλὰ κηδεμονίας πρὸς συγχώρησιν ἐπαγομένης· αὕτη δὲ αὐτὸν μάλιστα παρώξυνεν ἡ ἁμαρτία.

Ἄρα τί γένοιτ᾽ ἂν μνησικακίας χεῖρον, ὅταν φιλανθρωπίαν ἐξενεχθεῖσαν ἀνακαλεῖται Θεοῦ, καὶ ἅπερ οὐκ ἴσχυσεν αὐτὸν διαθεῖναι τὰ ἁμαρτήματα, ταῦτα ἰσχύει αὐτὸν ἐργάσασθαι ἡ κατὰ τοῦ πλησίον ὀργή; Καίτοι γε γέγραπται, ὅτι Ἀμεταμέλητα τὰ χαρίσματα τοῦ Θεοῦ. Πῶς οὖν ἐνταῦθα μετὰ τὸ ἐξενεχθῆναι τὴν δωρεὰν, μετὰ τὸ προχωρῆσαι τὴν φιλανθρωπίαν, ἀνεκλήθη πάλιν ἡ ψῆφος; Διὰ τὴν μνησικακίαν· ὥστε οὐκ ἄν τις ἁμάρτοι, πάσης ἁμαρτίας ταύτην χαλεπωτέραν ἀποφηνάμενος εἶναι· αἱ μὲν γὰρ ἄλλαι πᾶσαι ἠδυνήθησαν συγχώρησιν εὑρέσθαι, αὕτη δὲ οὐ μόνον οὐκ ἴσχυσε συγγνώμης τυχεῖν, ἀλλὰ καὶ τὰς ἑτέρας ἀφανισθείσας καθάπαξ ἀνενέωσε πάλιν.

Ὥστε διπλοῦν κακὸν ἡ μνησικακία, ὅτι τε οὐδεμίαν ἀπολογίαν ἔχει παρὰ τῷ Θεῷ, καὶ ὅτι τὰ λοιπὰ ἡμῶν ἁμαρτήματα, κἂν συγχωρηθῇ, πάλιν ἀνακαλεῖται, καὶ καθ᾽ ἡμῶν ἵστησιν· ὅπερ οὖν καὶ ἐνταῦθα ἐποίησεν. Οὐδὲν γὰρ, οὐδὲν οὕτως ὁ Θεὸς μισεῖ καὶ ἀποστρέφεται, ὡς ἄνθρωπον μνησίκακον καὶ διατηροῦντα ὀργήν. Καὶ τοῦτο μάλιστα μὲν ἐντεῦθεν ἐπεδείξατο, καὶ ἀπὸ τῆς εὐχῆς δὲ αὐτῆς ἐκέλευσεν ἡμῖν λέγειν οὕτως· Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Ταῦτα οὖν ἅπαντα εἰδότες, καὶ τὴν παραβολὴν ἐγγράψαντες ταύτην ἐν ταῖς καρδίαις, ὅταν ἐννοήσωμεν ἅπερ πεπόνθαμεν παρὰ τῶν συνδούλων, λογισώμεθα ἅπερ ἐποιήσαμεν εἰς τὸν Δεσπότην· καὶ τῷ φόβῳ τῶν οἰκείων ἁμαρτημάτων τὸν θυμὸν τὸν ἐπὶ τοῖς ἀλλοτρίοις πλημμελήμασι ταχέως ἀπώσασθαι δυνησόμεθα· εἰ γὰρ δεῖ μεμνῆσθαι ἁμαρτημάτων, τῶν οἰκείων δεῖ μεμνῆσθαι μόνον· ἐὰν δὲ τῶν οἰκείων μνημονεύσωμεν, οὐδέποτε τὰ ἀλλότρια λογιούμεθα· ὥσπερ οὖν ἂν τούτων ἐπιλανθανώμεθα, ἐκεῖνα ῥᾳδίως ἐμφιλοχωρήσει τοῖς ἡμετέροις λογισμοῖς.

Καὶ γὰρ οὗτος εἰ τῶν μυρίων ταλάντων ἐμέμνητο, οὐκ ἂν ἐμνήσθη τῶν ἑκατὸν δηναρίων· ἀλλ᾽ ἐπειδὴ ἐκείνων ἐπελάθετο, διὰ τοῦτο ὑπὲρ τούτων ἦγχε τὸν σύνδουλον, καὶ ὀλίγα βουλόμενος ἀπαιτῆσαι, οὔτε ἐκείνων ἐπέτυχεν, ἀλλὰ καὶ τῶν μυρίων ταλάντων τὸν ὄγκον εἰς τὴν ἑαυτοῦ κεφαλὴν ἐπεσπάσατο.

Διὰ τοῦτο θαῤῥῶν ἂν εἴποιμι, ὅτι πάσης ἁμαρτίας αὕτη χαλεπωτέρα· μᾶλλον δὲ οὐκ ἐγὼ τοῦτο, ἀλλὰ ὁ Χριστὸς διὰ τῆς παραβολῆς ταύτης τοῦτο ἀπεφήνατο. Εἰ γὰρ μὴ μυρίων ταλάντων, λέγω δὴ τῶν ἀφάτων ἁμαρτημάτων, αὕτη χαλεπωτέρα ἦν, οὐκ ἂν διὰ ταύτην κἀκεῖνα ἀνεκαλέσατο. Οὕτω μηδὲν τοίνυν σπουδάζωμεν, ὡς ὀργῆς καθαρεύειν, καὶ τοὺς πρὸς ἡμᾶς ἀηδῶς ἔχοντας καταλλάττειν, εἰδότες ὅτι οὔτε εὐχὴ, οὔτε ἐλεημοσύνη, οὔτε νηστεία, οὔτε κοινωνία μυστηρίων, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν, ἐὰν μνησικακῶμεν, δυνήσεται ἡμῶν προστῆναι κατὰ τὴν ἡμέραν ἐκείνην· ὥσπερ οὖν ἐὰν ταύτης περιγενώμεθα τῆς ἁμαρτίας, κἂν μυρία ἔχωμεν πλημμελήματα, δυνησόμεθά τινος συγγνώμης τυχεῖν. Καὶ οὐχὶ ἐμὸς ὁ λόγος, ἀλλ᾽ αὐτοῦ τοῦ μέλλοντος ἡμᾶς τότε κρίνειν Θεοῦ. Καθάπερ γὰρ ἐνταῦθα εἶπεν, ὅτι Οὕτω ποιήσει καὶ ὁ Πατήρ μου, ἐὰν μὴ ἀφῆτε ἕκαστος ἀπὸ τῶν καρδιῶν ὑμῶν· οὕτω καὶ ἀλλαχοῦ φησιν· Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος.