Καὶ τί λέγω περὶ ἡμῶν τῶν εὐτελῶν καὶ ἀπεῤῥιμμένων; Κἂν γὰρ Παῦλός τις ᾖ, καὶ Πέτρος, κἂν Ἰάκωβος, κἂν Ἰωάννης, τῆς ἄνωθεν βοηθείας ἀποστερηθεὶς ἐλέγχεται ῥᾳδίως, καὶ ὑποσκελίζεται, καὶ καταπίπτει. Καὶ ὑπὲρ τούτων αὐτοῦ τοῦ Χριστοῦ φωνὴν ὑμῖν ἀναγνώσομαι· τῷ γὰρ Πέτρῳ φησίν· Ἰδοὺ ὁ Σατανᾶς ᾐτήσατο, ἵνα σινιάσῃ ὑμᾶς ὡς τὸν σῖτον· κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Τί ἐστι, σινιάσαι; Ἀγαγεῖν, περιαγαγεῖν, σαλεῦσαι, κινῆσαι, διαδονῆσαι, βασανίσαι, ὅπερ ἐπὶ τῶν κοσκινιζομένων γίνεται· ἀλλ᾽ ἐγὼ, φησὶν, ἐπέσχον, εἰδὼς ὅτι τὸν πειρασμὸν ἐνεγκεῖν οὐ δύνασθε· τὸ γὰρ εἰπεῖν· Ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου, δηλοῦντός ἐστιν, ὅτι εἰ συνεχώρησεν, ἐξέλιπεν ἂν αὐτοῦ ἡ πίστις. Εἰ δὲ Πέτρος ὁ θερμὸς ἐραστὴς τοῦ Χριστοῦ καὶ τὴν ψυχὴν ὑπὲρ αὐτοῦ μυριάκις ἐπιδοὺς, καὶ προπηδῶν ἀεὶ τοῦ χοροῦ τῶν ἀποστόλων, καὶ παρὰ τοῦ Διδασκάλου μακαριζόμενος, καὶ διὰ τοῦτο Πέτρος κληθεὶς, ἐπειδὴ ἄσειστον εἶχε καὶ ἀπερίτρεπτον τὴν πίστιν, ἠνέχθη ἂν καὶ τῆς ὁμολογίας ἐξέπεσεν, εἰ συνεχώρησεν ὁ Χριστὸς τῷ διαβόλῳ πειράσαι ὅσον ἠβούλετο, τίς ἕτερος στῆναι δυνήσεται χωρὶς τῆς αὐτοῦ βοηθείας; Διὰ τοῦτο καὶ Παῦλός φησι· Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν.