Ἀλλ᾽ ὅμως μετὰ τοιαῦτα καὶ τοσαῦτα οὐκ ἐθρήνησεν, οὐκ ἀπεδυσπέτησεν, ἀλλὰ τί φησιν; Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα τοῦ Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Ταύτην καὶ ἡμεῖς ἐφ᾽ ἑκάστῳ τῶν συμβαινόντων ἡμῖν φθεγγώμεθα τὴν φωνὴν, κἂν ζημία χρημάτων, καὶ σωμάτων ἀῤῥωστία, καὶ ἐπήρεια, καὶ συκοφαντία, κἂν ὁτιοῦν τῶν ἀνθρωπίνων συμβαίνῃ κακῶν, ταῦτα λέγωμεν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο, εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Ἂν οὕτω φιλοσοφήσωμεν, οὐδὲν οὐδέποτε πεισόμεθα κακὸν, κἂν μυρία πάσχωμεν· ἀλλ᾽ ἔσται μεῖζον τῆς ζημίας τὸ κέρδος, πλείω τῶν κακῶν τὰ ἀγαθὰ, διὰ τῶν ῥημάτων τούτων ἵλεω τὸν Θεὸν σεαυτῷ ποιῶν, τὴν τυραννίδα ἀποκρουόμενος. Ὁμοῦ γὰρ ἐφθέγξατο ἡ γλῶσσα τὰ ῥήματα ταῦτα, καὶ εὐθέως ἀπεπήδησεν ὁ διάβολος· ἐκείνου δὲ ἀποπηδήσαντος, καὶ τὸ τῆς ἀθυμίας νέφος ἀπελαύνεται, καὶ οἱ θλίβοντες ἡμᾶς δραπετεύουσι λογισμοὶ, συνεκπηδῶντες ἐκείνῳ, καὶ πρὸς τούτοις πᾶσι καὶ τῶν ἐνταῦθα ἀγαθῶν, καὶ τῶν ἐν οὐρανῷ ἐπιτεύξῃ πάντων. Καὶ τὸ ὑπόδειγμα ἀσφαλὲς ἀπὸ τοῦ Ἰὼβ, ἀπὸ τῶν ἀποστόλων, οἳ διὰ τὸν Θεὸν καταφρονήσαντες τῶν ἐνταῦθα δεινῶν, τῶν αἰωνίων ἐπέτυχον ἀγαθῶν.