Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν παραλυτικὸν τὸν διὰ τῆς στέγης χαλασθέντα

Ἰωάννης ὁ Χρυσόστομος

Η θεία ιατρική και η ανάδειξη της πίστεως του παραλυτικού

Σύγκριση της ανώδυνης θεραπείας του Χριστού με τις ανθρώπινες ιατρικές μεθόδους και προβολή της προσωπικής πίστεως του παραλυτικού που κατέβηκε από τη στέγη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 6

Ὅτι μὲν οὖν οὐκ ἔστιν οὗτος ἐκεῖνος, ἀπὸ τούτων ἡμῖν σαφῶς ἀποδέδεικται, δεῖ δὲ λοιπὸν ἐπὶ τὴν ἀρχὴν τοῦ διηγήματος ἐλθόντας ἰδεῖν, πῶς μὲν τοῦτον, πῶς δὲ ἐκεῖνον ἐθεράπευσεν ὁ Χριστὸς, καὶ διὰ τί διαφόρως· διὰ τί τὸν μὲν ἐν σαββάτῳ, ἐκεῖνον δὲ οὐκ ἐν σαββάτῳ, καὶ πρὸς ἐκεῖνον μὲν αὐτὸς ἦλθε, τοῦτον δὲ ἀνέμεινε πρὸς αὐτὸν κομισθῆναι, καὶ διὰ τί ἐκείνου μὲν τὸ σῶμα πρότερον, τούτου δὲ τὴν ψυχὴν πρότερον ἰᾶται. Οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῆ ταῦτα ποιεῖ, σοφὸς ὢν καὶ προνοητικός. Προσέχωμεν τοίνυν, καὶ ἴδωμεν αὐτὸν θεραπεύοντα. Εἰ γὰρ ἐπὶ τῶν ἰατρῶν, ἐπειδὰν τέμνωσιν, ἢ καίωσιν, ἢ καὶ ἄλλῳ τρόπῳ πεπηρωμένον καὶ ἐξησθενηκότα ἀνατέμνωνται, καὶ κατατέμνωσι μέλος, πολλοὶ περιστοιχίζονται τόν τε ἄῤῥωστον καὶ τὸν ταῦτα ποιοῦντα ἰατρὸν, πολλῷ μᾶλλον ἡμᾶς ἐνταῦθα τοῦτο ποιεῖν χρὴ, ὅσῳ καὶ ἰατρὸς μείζων, καὶ τὸ νόσημα χαλεπώτερον, οὐκ ἀνθρωπίνῃ τέχνῃ, ἀλλὰ θείᾳ κατορθούμενον χάριτι.

Κἀκεῖ μὲν καὶ δέρμα ἔστιν ἰδεῖν τεμνόμενον, καὶ ἰχῶρα ῥέοντα, καὶ σηπεδόνα κινουμένην, καὶ πολλὴν ἀηδίαν ἀπὸ τῆς θεωρίας ἐγγινομένην ὑπομεῖναι, καὶ πολλὴν ὀδύνην καὶ λύπην, οὐκ ἀπὸ τῆς ὄψεως τῶν τραυμάτων μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς ἀλγηδόνος τῶν καιομένων καὶ τῶν τεμνομένων· οὐδεὶς γὰρ οὕτω λίθινος, ὡς παρεστὼς τοῖς ταῦτα πάσχουσι, καὶ ἀκούων ὀλολυζόντων, οὐχὶ κατακλᾶται, καὶ συγχεῖται, καὶ πολλὴν τῇ ψυχῇ δέχεται τὴν ἀθυμίαν· ἀλλ᾽ ὅμως διὰ τὴν ἐπιθυμίαν τῆς θεωρίας ταῦτα πάντα ὑπομένομεν. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον ἔστιν ἰδεῖν, οὐ πῦρ προσαγόμενον, οὐ σίδηρον βαπτιζόμενον, οὐχ αἷμα ῥέον, οὐ τὸν κάμνοντα ὀδυνώμενον, οὐκ ὀλολύζοντα· τὸ δὲ αἴτιον, ἡ σοφία τοῦ ἰατρεύοντος, οὐδενὸς δεομένη τούτων τῶν ἔξωθεν, ἀλλ᾽ αὐτὴ ἑαυτῇ αὐτάρκης οὖσα. Ἀρκεῖ γὰρ ἐπιτάξαι μόνον, καὶ πάντα λύεται τὰ δεινά. Οὐ τοῦτο δέ ἐστι τὸ θαυμαζόμενον, ὅτι μετ᾽ εὐκολίας τοσαύτης ποιεῖται τὴν ἰατρείαν, ἀλλ᾽ ὅτι καὶ ἀνωδύνως, οὐδένα πόνον ἐπάγων τοῖς θεραπευομένοις.

Ἐπεὶ οὖν καὶ μεῖζον τὸ θαῦμα, καὶ πλείων ἡ θεραπεία, καὶ καθαρὰ πάσης ἀθυμίας ἡ ἡδονὴ τοῖς θεωμένοις, φέρε μετὰ ἀκριβείας θεασώμεθα θεραπεύοντα τὸν Χριστόν. Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασε, καὶ ἦλθεν εἰς ἰδίαν πόλιν, καὶ ἰδοὺ προσήνεγκαν αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον, καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυτικῷ· Θάρσει, τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. Τοῦ μὲν ἑκατοντάρχου ἐλάττους εἰσὶ κατὰ τὴν πίστιν, τοῦ δὲ ἐν τῇ κολυμβήθρᾳ μείζους. Ἐκεῖνος μὲν γὰρ οὔτε τὸν ἰατρὸν εἵλκυσεν, οὔτε τὸν ἄῤῥωστον πρὸς τὸν ἰατρὸν ἤγαγεν· ἀλλ᾽ ὡς Θεῷ προσῆλθε, καί φησιν· Εἰπὲ λόγῳ μόνον, καὶ ἰαθήσεται ὁ παῖς μου. Οὗτοι δὲ τὸν μὲν ἰατρὸν εἰς τὴν οἰκίαν οὐχ εἵλκυσαν, καὶ κατὰ τοῦτό εἰσιν ἴσοι τῷ ἑκατοντάρχῃ· τὸν δὲ ἄῤῥωστον πρὸς τὸν ἰατρὸν ἐκόμισαν, καὶ κατὰ τοῦτό εἰσιν ἐλάττους, ὅτι οὐκ εἶπον, Εἰπὲ λόγῳ μόνον. Τοῦ μέντοι κειμένου πολὺ βελτίους οὗτοι.

Ἐκεῖνος μὲν γὰρ λέγει· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· οὗτοι δὲ ᾔδεισαν, ὅτι οὐδὲν δεῖ τῷ Χριστῷ, οὐχ ὑδάτων, οὐ κολυμβήθρας, οὐκ ἄλλου τοιούτου τινός· ἀλλ᾽ ὅμως ὁ Χριστὸς οὐχὶ τὸν τοῦ ἑκατοντάρχου μόνον, ἀλλὰ καὶ τοῦτον κἀκεῖνον τῶν νοσημάτων ἀπήλλαξε, καὶ οὐκ εἶπεν· Ἐπειδὴ πίστιν ἐλάττονα προσήνεγκας, καὶ τὴν θεραπείαν ὡσαύτως λήψῃ· ἀλλὰ τὸν μείζονα ἐπιδειξάμενον μετ᾽ ἐγκωμίων καὶ στεφάνων ἀπέπεμψεν εἰπών· Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.

Τὸν δὲ ἐλάττονα προσενεγκάμενον ἐκείνου οὐκ ἐπῄνεσεν οὐδὲν, οὐ μὴν τῆς ὑγείας ἀπεστέρησεν, ἀλλ᾽ οὐδὲ ἐκεῖνον τὸν οὐδεμίαν ἐπιδειξάμενον πίστιν. Ἀλλὰ καθάπερ ἰατροὶ τὸ αὐτὸ νόσημα θεραπεύοντες παρὰ μὲν τῶν ἑκατὸν χρυσίνους ἔλαβον, παρὰ δὲ τῶν ἡμίσεις, παρὰ τῶν ἐλάσσους, παρ᾽ ἐνίων δὲ οὐδὲν ὅλως· οὕτω δὴ καὶ ὁ Χριστὸς, παρὰ μὲν τοῦ ἑκατοντάρχου πολλὴν καὶ ἄφατον ἐδέξατο πίστιν, παρὰ δὲ τούτου ἐλάττονα, παρ᾽ ἐκείνου δὲ οὐδὲ τὴν τυχοῦσαν, καὶ ὅμως ἅπαντας ἐθεράπευσε. Τίνος οὖν ἕνεκεν καὶ τὸν οὐδὲν καταβαλόντα τῆς εὐεργεσίας ἠξίωσεν; Ὅτι οὐδὲ παρὰ ῥᾳθυμίαν, οὐδὲ παρὰ ἀναισθησίαν ψυχῆς, ἀλλὰ παρὰ τὸ ἀγνοεῖν τὸν Χριστὸν καὶ μηδὲν μηδέποτε μήτε μικρὸν μήτε μέγα ἀκηκοέναι περὶ αὐτοῦ θαῦμα, τὴν πίστιν οὐκ ἐπεδείξατο. Διὰ τοῦτο οὖν καὶ συγγνώμης ἀπήλαυσεν· ὅπερ οὖν καὶ ὁ εὐαγγελιστὴς αἰνιττόμενος ἔλεγεν· Οὐδὲ γὰρ ᾔδει, ὅστις ποτὲ ἦν, ἀλλ᾽ ἐξ ὄψεως αὐτὸν μόνης ἐπέγνω, ὅτε ἐκ δευτέρου συνέτυχεν.

εʹ. Τινὲς μὲν οὖν φασιν, ὅτι τῶν προσενεγκάντων πιστευσάντων μόνον, οὗτος ἐθεραπεύετο· ἀλλ᾽ οὐκ ἔστι τοῦτο. Ἰδὼν γὰρ τὴν πίστιν αὐτῶν, οὐχὶ τῶν προσενεγκάντων μόνον, ἀλλὰ καὶ τοῦ προσενεχθέντος. Τί οὖν; ἑτέρου πιστεύσαντος ἕτερος οὐ θεραπεύεται; φησίν. Οὐκ ἔγωγε οἶμαι, πλὴν εἰ μή τι ἢ διὰ ἡλικίας ἄωρον, ἢ διὰ ὑπερβάλλουσαν ἀσθένειαν ἀδυνάτως ἔχει πρὸς τὸ πιστεῦσαι. Πῶς οὖν ἐπὶ τῆς Χαναναίας, φησὶν, ἐπίστευσε μὲν ἡ μήτηρ, ἐθεραπεύετο δὲ ἡ θυγάτηρ; καὶ τοῦ ἑκατοντάρχου δὲ ἀπιστήσαντος πῶς ὁ παῖς ἀνίστατο, καὶ διεσώζετο;

Ὅτι οὐκ ἠδύναντο πιστεύειν οἱ νοσοῦντες. Ἄκουσον οὖν τί φησιν ἡ Χαναναία· Ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται, καὶ ποτὲ μὲν πίπτει εἰς τὸ ὕδωρ, ποτὲ δὲ εἰς τὸ πῦρ· ἡ δὲ σκοτουμένη καὶ δαιμονῶσα, καὶ μηδὲ ἐν ἑαυτῇ δυναμένη γενέσθαι ποτὲ, μηδὲ ὑγιαίνουσα, πῶς ἂν ἠδυνήθη πιστεῦσαι;

Ὡς οὖν ἐπὶ τῆς Χαναναίας, οὕτω καὶ ἐπὶ τοῦ ἑκατοντάρχου· ἐν τῇ οἰκίᾳ ἐβέβλητο ὁ παῖς, οὐδὲ αὐτὸς εἰδὼς τὸν Χριστὸν, οὐδὲ ὅστις ποτὲ ἦν, πῶς οὖν ἤμελλε τῷ ἀγνοουμένῳ πιστεύειν, καὶ οὗ μηδεμίαν οὐδέπω πεῖραν εἰλήφει; Ἀλλ᾽ οὐκ ἐπὶ τούτου ἔστι τοῦτο εἰπεῖν· ἀλλ᾽ ἐπίστευσεν ὁ παράλυτος. Πόθεν τοῦτο δῆλον; Ἀπ᾽ αὐτοῦ τοῦ τρόπου τῆς προσαγωγῆς.

Μὴ γὰρ δὴ ἁπλῶς ἀκούσῃς, ὅτι καθῆκαν αὐτὸν διὰ τοῦ στέγους· ἀλλ᾽ ἐννόησον, ὅσον ἐστὶν ἀῤῥωστοῦντα τοῦτο παθεῖν ἀνέχεσθαι. Ἴστε γὰρ δήπου τοῦτο, ὅτι οὕτω μικρόψυχοι καὶ δυσάρεστοι νοσοῦντές εἰσιν, ὡς καὶ τὰς ἐπὶ κλίνης θεραπείας διακρούεσθαι πολλάκις, καὶ αἱρεῖσθαι τὰς ἀπὸ τῶν νοσημάτων φέρειν ὀδύνας, ἢ τὴν ἀπὸ τῶν βοηθημάτων ὑπομένειν ἐπάχθειαν. Οὗτος δὲ καὶ τῆς οἰκίας προελθεῖν ἠνέσχετο, καὶ εἰς ἀγορὰν ἐμβαλεῖν βασταζόμενος, καὶ τοσούτων παρόντων ἑαυτὸν ἐπιδεῖξαι. Καὶ τοῦτο δὲ ἔθος τοῖς ἀῤῥωστοῦσιν ἐναποθανεῖν, ἢ τὰς οἰκείας ἐκκαλύψαι συμφοράς. Ἀλλ᾽ οὐχ ὁ ἄῤῥωστος οὗτος οὕτως, ἀλλ᾽ ἰδὼν τὸ θέατρον πεπληρωμένον, τὰς εἰσόδους ἀποτετειχισμένας, τὸν λιμένα ἀποκεκλεισμένον, διὰ τοῦ στέγους ἠνέσχετο χαλασθῆναι.

Οὕτως εὐμήχανον ὁ πόθος, καὶ εὔπορον ἡ ἀγάπη. Καὶ γὰρ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Οὐκ εἶπε πρὸς τοὺς προσήκοντας αὐτῷ· Τί ποτε τοῦτό ἐστιν; τί θορυβεῖσθε; τί δὲ ἐπείγεσθε; Ἀνασχώμεθα κενωθῆναι τὸ δωμάτιον, διαλυθῆναι τὸ θέατρον· ἀναχωρήσουσιν οἱ συνειλεγμένοι, δυνησόμεθα κατιδίαν αὐτῷ προσελθεῖν, καὶ περὶ τούτων ἀνακοινώσασθαι. Τί δεῖ πάντων ὁρώντων εἰς μέσον προτεθῆναι τὰς ἐμὰς συμφορὰς, καὶ ἄνωθεν χαλᾶσθαι, καὶ ἀσχημονεῖν; Τούτων οὐδὲν ἐκεῖνος οὔτε πρὸς ἑαυτὸν, οὔτε πρὸς τοὺς κομίζοντας εἶπεν, ἀλλὰ κόσμον εἶναι ἐνόμιζε τὸ μάρτυρας τοσούτους ποιήσασθαι τῆς ἑαυτοῦ θεραπείας. Οὐκ ἀπὸ τούτου δὲ μόνον αὐτοῦ τὴν πίστιν ἦν ἰδεῖν, ἀλλὰ καὶ ἀπ᾽ αὐτῶν τῶν τοῦ Χριστοῦ ῥημάτων. Ἐπειδὴ γὰρ ἐχαλάσθη καὶ προσηνέχθη, φησὶν αὐτῷ ὁ Χριστός· Θάρσει, τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι. Καὶ ταῦτα ἀκούσας οὐκ ἠγανάκτησεν, οὐκ ἐδυσχέρανεν, οὐκ εἶπε πρὸς τὸν ἰατρόν· Τί ποτε τοῦτό ἐστιν; ἕτερον ἦλθον θεραπευθῆναι πάθος, καὶ ἕτερον αὐτὸς θεραπεύει;

Σκῆψις ταῦτα καὶ πρόφασις, καὶ ἀσθενείας προκαλύμματα. Ἁμαρτίας ἀφίεις τὰς οὐχ ὁρωμένας; Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν· ἀλλ᾽ ἀνέμενεν ἐπιτρέπων τὸν ἰατρὸν ὁδῷ χρήσασθαι θεραπείας, ἧσπερ ἐβούλετο. Διὰ τοῦτο καὶ ὁ Χριστὸς οὐκ ἀπῆλθε πρὸς αὐτὸν, ἀλλ᾽ ἀνέμεινεν αὐτὸν ἐλθεῖν, ἵνα ἐπιδείξῃ αὐτοῦ τὴν πίστιν πᾶσι. Μὴ γὰρ οὐκ ἠδύνατο τὴν εἴσοδον ποιῆσαι εὔκολον; Ἀλλ᾽ οὐδὲν τούτων ἐποίησεν, ἵνα πᾶσιν αὐτοῦ τὴν σπουδὴν ἐπιδείξῃ, καὶ τὴν ζέουσαν πίστιν. Καθάπερ γὰρ πρὸς ἐκεῖνον τὸν τριάκοντα ὀκτὼ ἔτη ἔχοντα ἀπῄει διὰ τὸ μηδένα αὐτῷ παρεῖναι· οὕτω τοῦτον, ἐπειδὴ πολλοὺς εἶχε τοὺς προσήκοντας, ἀνέμεινεν ἐλθεῖν πρὸς αὐτὸν, ἵνα καὶ τούτου τὴν πίστιν ποιήσῃ δήλην διὰ τοῦ προσενεχθῆναι, κἀκείνου τὴν ἐρημίαν ἡμᾶς διδάξῃ διὰ τοῦ πρὸς αὐτὸν ἀπελθεῖν, καὶ τούτου τὴν σπουδὴν κἀκείνου τὴν ὑπομονὴν ἐκκαλύψῃ πᾶσι, καὶ μάλιστα τοῖς τότε παροῦσιν. Ἐπειδὴ γὰρ εἰώθασιν Ἰουδαῖοι βάσκανοί τινες καὶ μισάνθρωποι ταῖς τῶν πλησίον εὐεργεσίαις φθονεῖν, καὶ νῦν ἀπὸ τοῦ καιροῦ τοῖς θαύμασιν ἐπισκήπτειν λέγοντες, ὅτι ἐν σαββάτῳ θεραπεύει, νῦν δὲ ἀπὸ τοῦ βίου τῶν εὐεργετουμένων λέγοντες· Εἰ ἦν προφήτης οὗτος, ᾔδει τίς ἦν ἡ γυνὴ ἡ ἁπτομένη αὐτοῦ· οὐκ εἰδότες, ὅτι ἰατροῦ μάλιστα τοῦτό ἐστι τὸ τοῖς ἀῤῥωστοῦσιν ἀναμίγνυσθαι, καὶ παρὰ τοὺς νοσοῦντας ἀεὶ φαίνεσθαι, ἀλλὰ μὴ φυγεῖν αὐτοὺς μηδὲ ἀποπηδᾷν.

Ὅπερ οὖν καὶ πρὸς ἐκείνους ἀποτεινόμενος ἔλεγεν· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. Ἵνα οὖν μὴ τὰ αὐτὰ πάλιν ἐγκαλῶσι, πρότερον δείκνυσιν ὡς ἄξιοι τῆς θεραπείας εἰσὶν οἱ προσιόντες διὰ τὴν πίστιν, ἣν ἐκδείκνυνται. Διὰ τοῦτο κἀκείνου τὴν ἐρημίαν, καὶ τούτου τὴν ζέουσαν πίστιν καὶ προθυμίαν ἔδειξε· διὰ τοῦτο ἐκεῖνον μὲν ἐν σαββάτῳ ἐθεράπευσε, τοῦτον δὲ οὐκ ἐν σαββάτῳ· ἵν᾽, ὅταν ἴδῃς καὶ ἐν ἑτέρᾳ ἡμέρᾳ ἐγκαλοῦντας καὶ ἐπιτιμῶντας τῷ Χριστῷ, μάθῃς, ὅτι καὶ τότε οὐ διὰ τὴν τοῦ νόμου παρατήρησιν ἐνεκάλουν, ἀλλὰ τὴν οἰκείαν βασκανίαν φέρειν οὐκ ἔχοντες. Διὰ τί δὲ οὐκ ἐπὶ τὸ τὴν παράλυσιν ὀρθῶσαι πρότερον ἦλθεν, ἀλλά φησι· Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι; Καὶ τοῦτο σφόδρα σοφῶς.