Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν πειράζοντα διάβολον

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλία Α': Έπαινος των ακροατών και η πτώση των πρωτοπλάστων ως αφορμή θείας ευεργεσίας

Το προοίμιο της πρώτης ομιλίας, η διάκριση της πνευματικής τραπέζης και η θεολογική ερμηνεία της εκπτώσεως από τον Παράδεισο και της σύγχυσης των γλωσσών ως παιδαγωγικών ενεργειών του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 8

Πρὸς τοὺς λέγοντας, ὅτι δαίμονες τὰ ἀνθρώπινα διοικοῦσι, καὶ δυσχεραίνοντας ἐπὶ ταῖς τοῦ Θεοῦ κολάσεσι, καὶ σκανδαλιζομένους ἐπὶ ταῖς τῶν φαύλων εὐημερίαις καὶ δυσπραγίαις τῶν δικαίων. Ὁμιλία αʹ. αʹ. Ἐγὼ μὲν ἤλπιζον τῇ συνεχείᾳ τῆς διαλέξεως κόρον ὑμᾶς λήψεσθαι τῶν ἡμετέρων λόγων· ὁρῶ δὲ τὸ ἐναντίον ἐκβαῖνον, οὐ κόρον ὑμῖν ἀπὸ τῆς συνεχείας γινόμενον, ἀλλὰ πόθον αὐξανόμενον, οὐ πλησμονὴν, ἀλλ᾽ ἡδονὴν προσγινομένην· καὶ ταυτὸ συμβαῖνον, ὅπερ ἐπὶ τῶν ἔξωθεν συμποσίων οἱ φίλοινοι πάσχουσι. Καὶ γὰρ ἐκεῖνοι, ὅσῳπερ ἂν πλείω τὸν ἄκρατον ἐγχέωσι, τοσούτῳ μᾶλλον τὸ δίψος ἐξάπτουσι· καὶ ὑμῖν, ὅσῳπερ ἂν τὴν διδασκαλίαν ἐνηχήσωμεν, τοσούτῳ μᾶλλον ἀνάπτομεν τὴν ἐπιθυμίαν, πλείω ποιοῦμεν τὴν ὄρεξιν, σφοδρότερον τὸν ἔρωτα. Διὰ τοῦτο, καίτοι πενίαν ἐσχάτην ἐμαυτῷ συνειδὼς, οὐ παύομαι τοὺς φιλοτίμους τῶν ἑστιατόρων μιμούμενος, καὶ συνεχῆ παρατιθεὶς ὑμῖν τὴν τράπεζαν καὶ πλήρη τὸν κρατῆρα τῆς διδασκαλίας ἱστάς. Ὁρῶ γὰρ ὅτι μετὰ τὸ πάντα αὐτὸν ἐκπιεῖν, πάλιν διψῶντες ἀναχωρεῖτε. Καὶ τοῦτο δῆλον μὲν καὶ ἐκ τοῦ παντὸς ἐγένετο χρόνου, μάλιστα δὲ ἐκ τῆς παρελθούσης Κυριακῆς.

Ὅτι γὰρ ἀκορέστως ὑμεῖς μετέχετε τῶν θείων λογίων, ἐκείνη μάλιστα ἔδειξεν ἡ ἡμέρα, ἐν ᾗ περὶ τοῦ μὴ δεῖν κακῶς λέγειν ἀλλήλους διελεγόμην, ὅτε καὶ ὑπόθεσιν ὑμῖν κατηγορίας παρεῖχον ἀσφαλεστάτην, παραινῶν τὰ οἰκεῖα ἁμαρτήματα λέγειν κακῶς, ἀλλὰ μὴ τὰ ἀλλότρια περιεργάζεσθαι· ὅτε τοὺς ἁγίους παρήγαγον ἑαυτῶν μὲν κατηγοροῦντας, τῶν δὲ ἄλλων φειδομένους· τὸν Παῦλον λέγοντα, ὅτι Ἁμαρτωλῶν πρῶτός εἰμι ἐγὼ, καὶ ὅτι βλάσφημον ὄντα καὶ διώκτην καὶ ὑβριστὴν ὁ Θεὸς ἠλέησε, καὶ ἔκτρωμα ἑαυτὸν καλοῦντα, καὶ οὐδὲ τῆς τῶν ἀποστόλων προσηγορίας ἄξιον εἶναι νομίζοντα· τὸν Πέτρον λέγοντα· Ἔξελθε ἀπ᾽ ἐμοῦ ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι· τὸν Ματθαῖον τελώνην ἑαυτὸν προσαγορεύοντα καὶ ἐν τῷ καιρῷ τῆς ἀποστολῆς· τὸν Δαυῒδ βοῶντα καὶ λέγοντα, Αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου· ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾽ ἐμέ· καὶ τὸν Ἡσαΐαν ἀποδυρόμενον καὶ θρηνοῦντα, ὅτι Ἀκάθαρτός εἰμι, καὶ ἀκάθαρτα χείλη ἔχω· τοὺς τρεῖς παῖδας ἐν τῇ καμίνῳ πυρὸς ἐξομολογουμένους καὶ λέγοντας, ὅτι ἥμαρτον καὶ ἠνόμησαν καὶ τὰ προστάγματα τοῦ Θεοῦ οὐκ ἐφυλάξαντο· τὸν Δανιὴλ τὸ αὐτὸ τοῦτο πάλιν ἀποδυρόμενον.

Ὅτε μετὰ τὸν τῶν ἁγίων κατάλογον τούτων καὶ μυίας ἐκάλεσα τοὺς κατηγόρους, καὶ τοῦ παραδείγματος δικαίαν ἐπήγαγον τὴν αἰτίαν, λέγων, ὅτι καθάπερ ἐκεῖναι τοῖς τραύμασιν ἐγκαθέζονται ἀλλοτρίοις, οὕτω καὶ οἱ κατήγοροι τὰ ἀλλότρια δάκνουσιν ἁμαρτήματα, νόσον ἐκεῖθεν τοῖς συγγινομένοις συλλέγοντες· καὶ τοὺς τἀναντία δὲ ποιοῦντας μελίττας προσηγόρευον, οὐχὶ νοσήματα συναγούσας, ἀλλὰ κηρία πηγνυμένας εὐλαβείας μεγίστης, καὶ οὕτω τῷ λειμῶνι τῆς ἀρετῆς τῶν ἁγίων ἐφιπταμένας· τότε δὴ, τότε τὸν ἀκόρεστον ὑμῶν ἐδείξατε ἔρωτα. Ἐπειδὴ γὰρ εἰς μῆκος ἡμῖν ὁ λόγος ἐξετάθη, καὶ μῆκος ἄπειρον, καὶ ὅσον οὐδέποτε, πολλοὶ μὲν προσεδόκων τῷ πλήθει τῶν λεγομένων τὴν προθυμίαν ὑμῖν σβεσθήσεσθαι, ἐγίγνετο δὲ τοὐναντίον· μᾶλλον γὰρ ὑμῖν ἡ καρδία διεθερμαίνετο, μᾶλλον ἐξήπτετο ὁ πόθος. Καὶ πόθεν δῆλον; Οἱ γοῦν πρὸς τῷ τέλει γενόμενοι κρότοι μείζους ἦσαν, καὶ λαμπρότεραι αἱ βοαί· καὶ ταυτὸ συνέβαινεν, οἷον ἐπὶ τῶν καμίνων. Καθάπερ γὰρ ἐκεῖ παρὰ μὲν τὴν ἀρχὴν οὐ σφόδρα λαμπρόν ἐστι τοῦ πυρὸς τὸ φῶς, ἐπειδὰν δὲ ἁπάντων ἐπιλάβηται τῶν ἐπικειμένων ξύλων ἡ φλὸξ, εἰς ὕψος αἴρεται μέγα· οὕτω δὴ καὶ ἐπὶ τῆς ἡμέρας τότε ἐκείνης τοῦτο συνέβη.

Παρὰ μὲν τὴν ἀρχὴν οὐ σφόδρα μοι ὁ σύλλογος οὗτος ἐκεκίνητο· ἐπειδὴ δὲ ὁ λόγος εἰς μῆκος ἐξετάθη καὶ πάντων ἐπελάβετο τῶν ὑποκειμένων, καὶ πλείων ἡ διδασκαλία κατεβλήθη, τότε δὴ, τότε ὑμῖν ἐξεκαίετο τῆς ἀκροάσεως ἡ ἐπιθυμία, καὶ σφοδρότερος ὁ κρότος ἐξεῤῥήγνυτο. Διὰ τοῦτο, καίτοι ἐλάττω τῶν εἰρημένων παρεσκευασμένος εἰπεῖν ὑπερέβην τότε τὴν συμμετρίαν· μᾶλλον δὲ οὐδέποτε τὴν συμμετρίαν ὑπερέβην ἐγώ· τὴν γὰρ ποσότητα τῆς διδασκαλίας οὐ τῷ πλήθει τῶν λεγομένων, ἀλλὰ τῇ διαθέσει τῶν ἀκροωμένων μετρεῖν ἂν πέφυκα. Ὁ μὲν γὰρ ναυτιῶντας λαβὼν ἀκροατὰς, κἂν συστείλῃ τὴν διδασκαλίαν, παρενοχλεῖν δοκεῖ· ὁ δὲ θερμοὺς καὶ διεγηγερμένους καὶ νήφοντας, κἂν ἐκτείνῃ πρὸς μῆκος, οὐδὲ οὕτω τὴν ἐπιθυμίαν ἐμπίπλησιν.

Ἀλλ᾽ ἐπειδὴ συμβαίνει εἶναί τινας καὶ ἀσθενεῖς ἐν δήμῳ τοσούτῳ, ἀδυνατοῦντας παρακολουθῆσαι τῷ μήκει τοῦ λόγου, ἐκεῖνο αὐτοὺς παραινέσαι βούλομαι, ἀκούσαντας ὅσα δύνανται δέξασθαι, καὶ τὰ ἀρκοῦντα λαβόντας ἀναχωρῆσαι· οὐδεὶς ὁ κωλύων οὐδὲ βιαζόμενος πέρα τῆς οἰκείας μένειν δυνάμεως· τὸν μέντοι λόγον μὴ ἀναγκαζέτωσαν πρὸ τοῦ καιροῦ καὶ τῆς οἰκείας ὥρας συστέλλεσθαι. Ἐνεπλήσθης γὰρ σὺ, ἀλλ᾽ ὁ ἀδελφός σου ἔτι πεινᾷ· καὶ σὺ μεθύεις τῷ πλήθει τῶν εἰρημένων, ἀλλ᾽ ὁ ἀδελφός σου ἔτι διψᾷ. Μήτε ἐκεῖνος συντριβέτω σου τὴν ἀσθένειαν, ἀναγκάζων πλείω τῆς οἰκείας δέξασθαι δυνάμεως, μήτε σὺ ἐπηρέαζε τῇ ἐκείνου ἐπιθυμίᾳ κωλύων ἅπαν, ὅσον δύναται δέξασθαι, λαβεῖν.

βʹ. Τοῦτο καὶ ἐπὶ τῶν ἔξωθεν γίνεται τραπεζῶν· οἱ μὲν θᾶττον, οἱ δὲ βραδύτερον ἐμπίπλανται, καὶ οὔτε οὗτοι ἐγκαλοῦσιν ἐκείνοις, οὔτε ἐκεῖνοι τούτων καταγινώσκουσιν· ἀλλ᾽ ἐκεῖ μὲν τὸ ταχύτερον ἀποστῆναι, ἐγκώμιον, ἐνταῦθα δὲ τὸ ταχύτερον ἀποστῆναι, οὐχὶ ἐγκώμιον, ἀλλὰ συγγνώμης ἄξιον· ἐκεῖ τὸ βραδύτερον παύσασθαι, κατηγορία καὶ μέμψις, ἐνταῦθα τὸ βραδύτερον ἀποστῆναι, ἔπαινος καὶ εὐφημία μεγίστη.

Τί δήποτε; Ὅτι ἐκεῖ μὲν ἐξ ἀδδηφαγίας ἡ βραδύτης γίνεται, ἐνταῦθα δὲ ἐξ ἐπιθυμίας πνευματικῆς καὶ θείας ὀρέξεως ἡ παραμονὴ καὶ ἡ καρτερία συνίσταται. Ἀλλὰ τῶν μὲν προοιμίων ἅλις· ἡμεῖς δὲ λοιπὸν ἐπὶ τὸ χρέος ἐκεῖνο βαδιούμεθα, ὅπερ ἐξ ἐκείνης ἡμῖν ὑπελείφθη τῆς ἡμέρας. Τί οὖν τὸ λεγόμενον τότε ἦν;

Ὅτι μία φωνὴ πᾶσιν ἀνθρώποις ἦν, καθάπερ καὶ φύσις μία, καὶ οὐδεὶς ἑτερόφωνος ἢ ἑτερόγλωσσος ἦν. Πόθεν οὖν ἡ τοσαύτη διαφωνία; Ἀπὸ τῆς ῥᾳθυμίας τῶν λαβόντων τὸ δῶρον· ἅπερ ἀμφότερα τότε εἰρήκαμεν, καὶ διὰ τῆς ὁμοφωνίας τὴν τοῦ Δεσπότου φιλανθρωπίαν δεικνύντες, καὶ διὰ τῆς διαφωνίας τὴν ἀγνωμοσύνην τῶν οἰκετῶν. Ὁ μὲν γὰρ καὶ προειδὼς, ὅτι ἀπολοῦμεν τὸ δῶρον, ὅμως ἔδωκεν· οἱ δὲ ἐμπιστευθέντες κακοὶ περὶ τὴν παρακαταθήκην ἐγένοντο.

Εἷς μὲν οὖν ἀπολογίας οὗτος ὁ τρόπος, ὅτι οὐχ ὁ Θεὸς ἐξέβαλε τῆς δωρεᾶς, ἀλλ᾽ ἡμεῖς ἀπωλέσαμεν τὰ δοθέντα· δεύτερος δὲ μετ᾽ ἐκεῖνον, ὅτι μείζονα τῶν ἀπολωλότων τὰ δοθέντα ὕστερον ἐλάβομεν· ἀντὶ πόνων προσκαίρων ἐτίμησεν αἰωνίῳ ζωῇ, ἀντὶ ἀκανθῶν καὶ τριβόλων τὸν καρπὸν τοῦ Πνεύματος ἐν ταῖς ψυχαῖς ἡμῶν βλαστῆσαι παρεσκεύασεν. Οὐδὲν ἦν εὐτελέστερον ἀνθρώπου, καὶ οὐδὲν γέγονε τιμιώτερον ἀνθρώπου. Τὸ ἔσχατον μέρος τῆς λογικῆς κτίσεως οὗτος ἦν· ἀλλ᾽ οἱ πόδες ἐγένοντο κεφαλὴ, καὶ εἰς τὸν θρόνον ἀνηνέχθησαν τὸν βασιλικὸν διὰ τῆς ἀπαρχῆς.

Καθάπερ γὰρ ἄνθρωπός τις φιλότιμος καὶ μεγαλόδωρος ἰδών τινα ἐκ ναυαγίου διαφυγόντα, καὶ τὸ σῶμα γυμνὸν ἀπὸ τῶν κυμάτων διασῶσαι δυνηθέντα μόνον, δεξάμενος ὑπτίαις ταῖς χερσὶ, λαμπρὰν περιβάλοι στολὴν, καὶ πρὸς τιμὴν ἀγάγοι τὴν ἀνωτάτω· οὕτω καὶ ὁ Θεὸς ἐπὶ τῆς φύσεως τῆς ἡμετέρας ἐποίησε· πάντα ἀπέβαλεν, ὅσα εἶχεν, ὁ ἄνθρωπος, τὴν παῤῥησίαν, τὴν πρὸς Θεὸν ὁμιλίαν, τὴν ἐν τῷ παραδείσῳ διαγωγὴν, τὸν ἀταλαίπωρον βίον, καὶ καθάπερ ἐκ ναυαγίου, γυμνὸς ἐκεῖθεν ἐξῆλθεν· ἀλλ᾽ ὁ Θεὸς αὐτὸν δεξάμενος περιέστειλεν εὐθέως, καὶ κατὰ μικρὸν χειραγωγῶν πρὸς τὸν οὐρανὸν ἀνήγαγε· καίτοι οὐκ ἦν συγγνώμης τὸ ναυάγιον ἄξιον. Οὐ γὰρ παρὰ τὴν τῶν πνευμάτων βίαν, ἀλλὰ παρὰ τὴν τοῦ πλέοντος ῥᾳθυμίαν ἅπαν συνέβη τὸ κλυδώνιον τοῦτο.

Ἀλλ᾽ οὐ πρὸς τοῦτο εἶδεν ὁ Θεὸς, ἀλλὰ τὸ μέγεθος τῆς συμφορᾶς κατηλέησε, καὶ τὸν ἐν λιμένι παθόντα ναυάγιον, καθάπερ ἐν μέσῳ τῷ πελάγει τοῦτο ὑπομείναντα, οὕτω φιλοφρόνως ἐδέξατο· τὸ γὰρ ἐν παραδείσῳ πεσεῖν, ἐν λιμένι ναυάγιόν ἐστιν ὑπομεῖναι.

Τί δήποτε; Ὅτι οὐδέπω λύπης, οὐδέπω φροντίδος, οὐδὲ πόνων, οὐδὲ μόχθων, οὐδὲ τῶν μυρίων τῆς ἐπιθυμίας κυμάτων ἐπικωμαζόντων τῇ φύσει τῇ ἡμετέρᾳ, ὑπεσκελίσθη καὶ κατέπεσε. Καὶ καθάπερ οἱ τὴν θάλατταν πλέοντες κακοῦργοι, μικρῷ σιδήρῳ πολλάκις τὴν ναῦν διατρήσαντες, ἅπασαν ἐπεισάγουσι κάτωθεν τῷ πλοίῳ τὴν θάλατταν· οὕτω δὴ καὶ τότε ἰδὼν τὸ πλοῖον τοῦ Ἀδὰμ ὁ διάβολος, τουτέστι τὴν ψυχὴν πολλῶν γέμουσαν ἀγαθῶν, ὥσπερ τινὶ σιδήρῳ μικρῷ, τῇ ψιλῇ φωνῇ προσελθὼν καὶ διατρήσας, ἅπαντα ἐκένωσεν ἐκείνου τὸν πλοῦτον, καὶ τὸ σκάφος αὐτὸ κατέδυσεν. Ἀλλ᾽ ὁ Θεὸς μείζω τῆς ζημίας τὴν ἐμπορίαν ἐποιήσατο, καὶ πρὸς τὸν θρόνον τὸν βασιλικὸν τὴν φύσιν ἀνήγαγε τὴν ἡμετέραν. Διὸ καὶ Παῦλος βοᾷ, λέγων· Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ᾽ ἡμᾶς. Τί λέγεις; ἤδη τὸ πρᾶγμα γέγονε καὶ τέλος ἔχει, καὶ λέγεις· Ἵνα ἐν τοῖς αἰῶσι ἐνδείξηται τοῖς ἐπερχομένοις; οὐ γὰρ ἐνεδείξατο; Ἐνεδείξατο μὲν ἤδη, ἀλλ᾽ οὐχὶ πᾶσιν ἀνθρώποις, ἀλλ᾽ ἐμοὶ τῷ πιστῷ· ὁ δὲ ἄπιστος οὐδέπω τὸ θαῦμα εἶδε. Τότε δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ πᾶσα ἡ τῶν ἀνθρώπων φύσις εἰς μέσον ἐλθοῦσα θαυμάσεται τὸ γεγενημένον, ἄλλως τε καὶ ἡμῖν τότε φανερώτερον ἔσται.

Πιστεύομεν γὰρ καὶ νῦν, ἀλλ᾽ οὐχ ὁμοίως τὸ θαῦμα παρίστησιν ἀκοὴ καὶ ὄψις· ἀλλ᾽ ὥσπερ ἐπὶ τῶν βασιλέων ἀκούοντες τὴν ἁλουργίδα καὶ τὸ διάδημα καὶ τὰ χρυσᾶ ἱμάτια καὶ τὸν θρόνον τὸν βασιλικὸν, θαυμάζομεν μὲν, μειζόνως δὲ τοῦτο πάσχομεν, ὅταν τῶν παραπετασμάτων συνελκυσθέντων ἴδωμεν αὐτὸν ἐφ᾽ ὑψηλοῦ τοῦ βήματος προκαθήμενον· οὕτω καὶ ἐπὶ τοῦ Μονογενοῦς· ὅταν ἴδωμεν τὰ παραπετάσματα τῶν οὐρανῶν συνελκυσθέντα, καὶ καταβαίνοντα τὸν βασιλέα τῶν ἀγγέλων ἐκεῖθεν καὶ δορυφορούμενον ὑπὸ τῶν οὐρανίων δήμων, τότε μεῖζον ἀπὸ τῆς ὄψεως τὸ θαῦμα δεχόμεθα. Ἐννόησον γάρ μοι, οἷόν ἐστιν ἰδεῖν τὴν φύσιν τὴν ἡμετέραν ἐπὶ τῶν Χερουβὶμ ὀχουμένην, καὶ πᾶσαν αὐτῇ τὴν ἀγγελικὴν περικεχυμένην δύναμιν.

γʹ. Σκόπει δέ μοι καὶ τὴν Παύλου σοφίαν, πόσα ὀνόματα ἐπιζητεῖ, ὥστε παραστῆσαι τοῦ Θεοῦ τὴν φιλανθρωπίαν. Οὐ γὰρ εἶπεν ἁπλῶς τὴν χάριν, οὐδὲ τὸν πλοῦτον ἁπλῶς, ἀλλὰ τί; Τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος ἐν χρηστότητι. Ἀλλ᾽ ὅμως καὶ οὕτως ἠτόνησε. Καὶ καθάπερ τὰ ὀλισθηρὰ τῶν σωμάτων μυρίαις κατεχόμενα χερσὶ, διαφεύγει τὰς λαβὰς ἡμῶν καὶ διολισθαίνει ῥᾳδίως· οὕτω καὶ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ὅσοις ἂν αὐτὴν κατάσχωμεν ὀνόμασιν, οὐδὲ οὕτω δυνάμεθα περιλαβεῖν, ἀλλὰ νικᾷ τὸ μέγεθος αὐτῆς ἐκ πολλῆς περιουσίας τῶν ἡμετέρων ῥημάτων τὴν ἀτονίαν. Ὅπερ οὖν καὶ Παῦλος παθὼν, καὶ ἰδὼν ἡττωμένην τῶν ῥημάτων τὴν δύναμιν τοῦ μεγέθους αὐτῆς, ἓν εἰπὼν ῥῆμα ἀπέστη. Ποῖον δὲ τοῦτο; Χάρις δὲ τῷ Θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ. Οὔτε γὰρ λόγος, οὔτε νοῦς οὐδεὶς παραστῆσαι δυνήσεται τοῦ Θεοῦ τὴν κηδεμονίαν. Διὰ τοῦτο ἐνταῦθα μὲν ἀνεκδιήγητον αὐτὴν εἶναί φησιν, ἀλλαχοῦ δὲ, καὶ τὸν νοῦν ἡμῶν ὑπερβαίνειν, οὑτωσὶ λέγων· Ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν.

Ἀλλ᾽ ὅπερ ἔλεγον, δύο μὲν οὗτοι τέως ἀπολογίας εὕρηνται τρόποι, εἷς μὲν, ὅτι οὐχ ὁ Θεὸς ἐξέβαλεν, ἀλλ᾽ ἡμεῖς ἀπωλέσαμεν· δεύτερος δὲ, ὅτι πλείω τῶν ἀπολωλότων καὶ μείζονα τὰ δοθέντα ἡμῖν ἀγαθά. Βούλομαι δὲ καὶ τρίτον εἰπεῖν. Τίς οὖν ἐστιν ὁ τρίτος;

Ὅτι εἰ καὶ μὴ ἔδωκε μείζω τῶν ἀπολωλότων τὰ μετὰ ταῦτα, ἀλλ᾽ ἀφείλετο μόνον τὰ δοθέντα ἡμῖν, ἡμῶν παρεχόντων τὴν αἰτίαν (τοῦτο γὰρ προσκείσθω)· καὶ τοῦτο ἱκανὸν καθ᾽ ἑαυτὸ δεῖξαι τὴν κηδεμονίαν αὐτοῦ τὴν εἰς ἡμᾶς. Οὐ γὰρ τὸ δοῦναι μόνον, ἀλλὰ καὶ τὸ ἀφελέσθαι τὰ δοθέντα, μεγίστης φιλανθρωπίας ἐστί· καὶ, εἰ βούλεσθε, ἐπὶ τοῦ παραδείσου τὸν λόγον γυμνάσωμεν. Ἔδωκε τὸν παράδεισον· τοῦτο τῆς αὐτοῦ κηδεμονίας· ἀνάξιοι τῆς δωρεᾶς ὤφθημεν· τοῦτο τῆς ἡμετέρας ἀγνωμοσύνης· ἀφείλετο τὴν δωρεὰν ἀναξίοις γενομένοις· τοῦτο τῆς αὐτοῦ γέγονεν ἀγαθότητος.

Καὶ ποία ἀγαθότης, φησὶ, τὸ ἀφελέσθαι τὴν δωρεάν; Ἀνάμεινον, καὶ ἀκούσῃ πάντως. Ἐννόησον γὰρ τίς ἔμελλεν ὁ Κάϊν ἔσεσθαι, ἐν παραδείσῳ διατρίβων μετὰ τὴν μιαιφονίαν. Εἰ γὰρ καὶ ἐκπεσὼν ἐκείνης τῆς διαίτης, εἰ μόχθῳ καὶ πόνῳ καταδικασθεὶς καὶ τοῦ θανάτου τὴν ἀπειλὴν ἐπηρτημένην ὁρῶν, εἰ τοῦ πατρὸς πρὸ τῶν ὀφθαλμῶν βλέπων τὴν συμφορὰν καὶ ἐν χερσὶν ἔχων ἔτι τῆς ὀργῆς τοῦ Θεοῦ τὰ ἴχνη, καὶ τοσούτοις περιεστοιχισμένος δεινοῖς, εἰς τοσοῦτον ἐξελάκτισε πονηρίας, ὥστ᾽ ἀγνοῆσαι τὴν φύσιν, καὶ ἐπιλαθέσθαι τῆς κοινωνίας τῶν ὠδίνων, καὶ τὸν οὐδὲν ἠδικηκότα σφάξαι, καὶ ἀδελφικοῦ σώματος ἅψασθαι καὶ αἱμάξαι τὴν δεξιὰν, καὶ τοῦ Θεοῦ παραινοῦντος ἡσυχάζειν μὴ ἀνέχεσθαι, ἀλλ᾽ ὑβρίσαι τὸν πεποιηκότα, ἀτιμάσαι τοὺς γεγεννηκότας, εἰ ἐν παραδείσῳ διέτριβεν οὗτος, σκόπει πρὸς ὅσην ἂν ἤλασε κακίαν. Εἰ γὰρ τοσούτων ἐπικειμένων τῶν χαλινῶν, θανάσιμα ἐσκίρτησε σκιρτήματα, οἱ καὶ τὰ τειχία ταῦτα ἀνῄρητο, ποῦ οὐκ ἂν ἑαυτὸν κατεκρήμνισε;

Βούλει καὶ ἀπὸ τῆς τούτου μητρὸς μαθεῖν, ὅσον ἀγαθὸν γέγονε τὸ τῆς τοῦ παραδείσου διαίτης ἐκπεσεῖν; Ἐξέτασον τίς ἦν ἡ Εὔα πρὸ τούτου, καὶ τίς ἐγένετο μετὰ ταῦτα. Πρὸ τούτου μὲν τὸν ἀπατεῶνα διάβολον, τὸν πονηρὸν δαίμονα ἐκεῖνον ἀξιοπιστότερον εἶναι ἐνόμισε τῶν τοῦ Θεοῦ προσταγμάτων, καὶ ἀπὸ ψιλῆς ὄψεως τοῦ δένδρου κατεπάτησε τὸν παρ᾽ αὐτοῦ τεθέντα νόμον· ἐπειδὴ δὲ ἐξέπεσε τοῦ παραδείσου, σκόπει πῶς βελτίων ἐγένετο καὶ σωφρονεστέρα· τεκοῦσα γὰρ υἱὸν, φησίν· Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ. Ἐπὶ τὸν Δεσπότην εὐθέως κατέφυγεν ἡ τοῦ Δεσπότου πρὸ τούτου καταφρονήσασα, καὶ οὐχὶ τῇ φύσει τὸ πρᾶγμα λογίζεται, οὐδὲ νόμῳ γάμου τὸν τόκον ἀνατίθησιν· ἀλλ᾽ οἶδε τὸν τῆς φύσεως Δεσπότην, κἀκείνῳ χάριτας ὑπὲρ τῆς τοῦ παιδίου γεννήσεως ὁμολογεῖ. Καὶ ἡ πρὸ τούτου τὸν ἄνδρα ἀπατήσασα, ὕστερον καὶ τὸ παιδίον ἐπαίδευσε, καὶ ὄνομα ἐπιτίθησιν αὐτῷ τὸ δυνάμενον αὐτὸ εἰς ὑπόμνησιν ἄγειν τῆς τοῦ Θεοῦ δωρεᾶς· καὶ πάλιν ἕτερον τεκοῦσα, φησίν· Ἐξανέστησέ μοι ὁ Θεὸς σπέρμα ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Μέμνηται τῆς συμφορᾶς, καὶ οὐκ ἀποδυσπετεῖ τὸ γύναιον, ἀλλ᾽ εὐχαριστεῖ τῷ Θεῷ πάλιν, καὶ τὸ παιδίον ἀπὸ τῆς δωρεᾶς καλεῖ, διηνεκῆ παρέχουσα αὐτῷ διδασκαλίας ὑπόθεσιν.

Οὕτω καὶ ἐν αὐτῷ τῷ ἀφελέσθαι μείζονα ἐχαρίσατο ὁ Θεὸς ἀγαθά· ἐξέπεσε τοῦ παραδείσου ἡ γυνὴ, ἀλλὰ πρὸς θεογνωσίαν ἐχειραγωγήθη διὰ τῆς ἐκβολῆς, ὥστε μεῖζον εὗρεν, ἢ ἀπώλεσε. Καὶ εἰ χρήσιμον ἦν, φησὶ, τὸ ἐκπεσεῖν τοῦ παραδείσου, τίνος ἕνεκεν ἐδίδου παρὰ τὴν ἀρχὴν τὸν παράδεισον ὁ Θεός; Χρησίμως τοῦτο διὰ τὴν ῥᾳθυμίαν, ἄνθρωπε, ἐγένετο τὴν ἡμετέραν· ὡς εἴ γε προσεῖχον ἑαυτοῖς ἐκεῖνοι καὶ τὸν Δεσπότην ἐπεγίνωσκον, καὶ σωφρονεῖν ἠπίσταντο καὶ μετριάζειν, ἔμειναν ἂν ἐπὶ τῆς τιμῆς· ἐπειδὴ δὲ ἐξύβρισαν εἰς τὴν δοθεῖσαν δωρεὰν, τηνικαῦτα χρήσιμον ἐγένετο τὸ ἐκβληθῆναι. Τίνος οὖν ἕνεκεν παρὰ τὴν ἀρχὴν ἔδωκεν ὁ Θεός; Ἵνα τὴν οἰκείαν ἐπιδείξηται φιλανθρωπίαν, καὶ ὅτι αὐτὸς μὲν παρεσκεύαστο πρὸς μείζονα τιμὴν ἄγειν ἡμᾶς ἀεὶ, ἡμεῖς δὲ αἴτιοι πανταχοῦ τῶν κολάσεων καὶ τῶν τιμωριῶν, ἐκβαλόντες ἑαυτοὺς διὰ ῥᾳθυμίας τῶν δεδομένων ἡμῖν ἀγαθῶν.

Καθάπερ οὖν πατὴρ φιλόστοργος παρὰ μὲν τὴν ἀρχὴν ἀφίησιν ἐπὶ τῆς οἰκίας τὸν παῖδα τὸν ἑαυτοῦ διατρίβειν, καὶ τῶν πατρῴων ἀπολαύειν ἁπάντων· ἐπειδὰν δὲ ἴδῃ φαῦλον τῇ τιμῇ γεγενημένον, ἀπάγει τῆς τραπέζης καὶ πόῤῥωθεν τῆς οἰκείας ὄψεως καθίστησι, πολλάκις δὲ καὶ αὐτῆς ἐκβάλλει τῆς πατρῴας οἰκίας, ἵνα ἐκπεσὼν ἐκεῖνος καὶ βελτίων γενόμενος ταῖς ὕβρεσι ταύταις καὶ ταῖς ἀτιμίαις, ἄξιον ἑαυτὸν ἀποφήνῃ τῆς ἐπανόδου πάλιν, καὶ τὸν πατρῷον διαδέξηται κλῆρον· οὕτω καὶ ὁ Θεὸς ἐποίησεν. Ἔδωκε τῷ ἀνθρώπῳ τὸν παράδεισον· ἀνάξιον φανέντα ἐξέβαλεν, ἵνα διὰ τῆς ἔξω διατριβῆς καὶ τῆς ἀτιμίας βελτίων γενόμενος καὶ σωφρονέστερος, ἄξιος φανῇ τῆς ἐπανόδου πάλιν.

Ἐπειδὴ τοίνυν μετὰ ταῦτα βελτίων ἐγένετο, ἐπανάγει πάλιν αὐτὸν, καί φησι· Σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ὁρᾷς ὅτι οὐ τὸ δοῦναι τὸν παράδεισον, ἀλλὰ καὶ τὸ ἐκβαλεῖν τοῦ παραδείσου, τῆς μεγίστης κηδεμονίας ἦν; εἰ μὴ γὰρ ἐξέπεσε τοῦ παραδείσου, οὐκ ἂν ἐφάνη τοῦ παραδείσου πάλιν ἄξιος.

δʹ. Τοῦτον τοίνυν διαπαντὸς τηρῶμεν τὸν λόγον, τοῦτον καὶ ἐπὶ τῆς προκειμένης, εἰ βούλεσθε, γυμνάσωμεν ὑποθέσεως. Ἔδωκε φωνὴν κοινὴν ἅπασι· τοῦτο τῆς αὐτοῦ φιλανθρωπίας. Οὐκ ἐχρήσαντο εἰς δέον ἐκεῖνοι τῷ δώρῳ, ἀλλὰ πρὸς ἄνοιαν ἐξέκλιναν ἐσχάτην· ἀφείλετο τὸ δοθὲν πάλιν. Εἰ γὰρ ἐπειδὴ γλῶσσαν εἶχον μίαν, εἰς τοσαύτην ἐξέπεσον ἄνοιαν, ὡς βουληθῆναι πύργον ἕως τοῦ οὐρανοῦ οἰκοδομῆσαι, εἰ μὴ παραχρῆμα ἐκολάσθησαν, ἆρα οὐκ ἂν ἐπεθύμησαν καὶ αὐτῆς τοῦ οὐρανοῦ τῆς κορυφῆς ἐπιλαβέσθαι;

Τί γάρ; Εἰ καὶ ἀδύνατον ἦν ἐκείνοις, ἀλλ᾽ ὅμως ἐκ τῆς προθέσεως τὰ τῆς ἀσεβείας αὐτοῖς ἀπηρτίζετο. Ἅπερ ἅπαντα προορῶν ὁ Θεὸς, ἐπειδὴ εἰς δέον οὐκ ἐχρήσαντο τῇ ὁμοφωνίᾳ, εἰς δέον αὐτοὺς διαιρεῖ τῇ διαφωνίᾳ.

Καὶ σκόπει μοι τὴν φιλανθρωπίαν αὐτοῦ. Ἰδοὺ, φησὶ, φωνὴ μία πᾶσι, καὶ τοῦτο ἤρξαντο ποιῆσαι. Τίνος ἕνεκεν οὐκ εὐθέως ἦλθεν ἐπὶ τὸ διατεμεῖν τὴν γλῶτταν, ἀλλὰ πρότερον ἀπολογεῖται, καθάπερ ἐν δικαστηρίῳ κρίνεσθαι μέλλων; καίτοι γε οὐδεὶς αὐτῷ ἐρεῖ· Τί ἐποίησας; ἀλλὰ κύριός ἐστι πάντα ποιεῖν ὅσα βούλεται. Ἀλλ᾽ ὅμως καθάπερ μέλλων εὐθύνας ὑπέχειν, οὕτως ἀπολογίας τίθησιν, ἡμᾶς διδάσκων ἡμέρους εἶναι καὶ φιλανθρώπους. Εἰ γὰρ ὁ Δεσπότης τοῖς δούλοις ἀπολογεῖται, καὶ ταῦτα ἠδικηκόσι, πολλῷ μᾶλλον ἡμᾶς ἀλλήλοις ἀπολογεῖσθαι χρὴ, κἂν τὰ μέγιστα ὦμεν ἠδικημένοι. Ὅρα γοῦν πῶς ἀπολογεῖται· Ἰδοὺ χεῖλος ἓν καὶ φωνὴ μία πᾶσι, φησὶ, καὶ τοῦτο ἤρξαντο ποιῆσαι. Ὡσανεὶ ἔλεγε· Μηδεὶς ἐγκαλείτω μοι ταῦτα τὴν γλῶτταν διατεμνομένην ὁρῶν, μηδεὶς ἐξ ἀρχῆς νομιζέτω τὴν διαφωνίαν ταύτην τοῖς ἀνθρώποις συγκαταβεβλῆσθαι. Ἰδοὺ χεῖλος ἓν καὶ μία φωνὴ πᾶσιν· ἀλλ᾽ οὐκ ἐχρήσαντο εἰς δέον τῇ δωρεᾷ. Καὶ ἵνα μάθῃς ὅτι οὐ τὸ γινόμενον κολάζει τοσοῦτον, ὅσον τὸ μέλλον προδιορθοῦται, ἄκουσον τῆς ἐπαγωγῆς· Καὶ νῦν οὐ μὴ ἐκλείψῃ ἐξ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιῆσαι.