Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν πειράζοντα διάβολον

Ἰωάννης ὁ Χρυσόστομος

Ομιλία Γ': Η κρίση βάσει της προαιρέσεως και η σύγκριση των πειρασμών Αδάμ και Ιώβ

Η ελεύθερη προαίρεση ως καθοριστικός παράγοντας σωτηρίας, όπως αποδεικνύεται από τις παραβολές της Κρίσεως, και η συγκριτική εξέταση της ραθυμίας των πρωτοπλάστων έναντι της νήψεως του Ιώβ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 8

Τούτων μέμνησθε, τούτοις ἐπιστομίζετε τοὺς ῥᾳθύμους, τοὺς διακεχυμένους, τοὺς ὀκνηροτέρους, τοὺς ἀναδυομένους πρὸς τοὺς τῆς ἀρετῆς πόνους, τοὺς τοῦ κοινοῦ Δεσπότου κατηγοροῦντας. Ἥμαρτες, φησὶν, ἡσύχασον, μὴ προσθῇς δευτέραν ἁμαρτίαν χαλεπωτέραν· οὐχ οὕτω χαλεπὸν τὸ ἁμαρτεῖν, ὡς μετὰ τὴν ἁμαρτίαν τοῦ Δεσπότου κατηγορεῖν. Ἐπίγνωθι τὸν αἴτιον τῆς ἁμαρτίας, καὶ οὐδένα ἄλλον εὑρήσεις, ἢ τὸν ἡμαρτηκότα σέ. Πανταχοῦ προαιρέσεως χρεία ἀγαθῆς· ἔδειξα ὑμῖν τοῦτο οὐκ ἀπὸ λογισμῶν ψιλῶν, ἀλλ᾽ ἀπὸ συνδούλων τῶν ἐν αὐτῷ τῷ κόσμῳ ζώντων.

Ταύτῃ καὶ αὐτὸς κέχρησο τῇ ἀποδείξει· οὕτω καὶ ὁ κοινὸς ἡμᾶς κρινεῖ Δεσπότης· μάθετε τοῦτον τῆς ἀποδείξεως τὸν τρόπον, καὶ οὐδεὶς ὑμᾶς δυνήσεται συλλογίσασθαι. Πορνεύει τις; δεῖξον αὐτῷ σωφρονοῦντα ἕτερον· πλεονεκτεῖ τις καὶ ἁρπάζει; δεῖξον αὐτῷ τὸν ἐλεημοσύνην διδόντα· ἐν βασκανίᾳ ζῇ καὶ φθόνῳ; δεῖξον αὐτῷ τὸν καθαρὸν τοῦ πάθους· ὑπ᾽ ὀργῆς κρατεῖται; τὸν ἐν φιλοσοφίᾳ ζῶντα εἰς μέσον ἄγαγε. Οὐ γὰρ δεῖ μόνον εἰς τὰ παλαιὰ ἀνατρέχειν διηγήματα, ἀλλὰ καὶ ἀπὸ τῶν παρόντων λαμβάνειν τὰ παραδείγματα· καὶ γὰρ καὶ τήμερον διὰ τὴν τοῦ Θεοῦ χάριν οὐκ ἐλάττονα τῶν προτέρων ἐστὶ τὰ κατορθώματα. Ἄπιστός ἐστι καὶ ψευδεῖς ἡγεῖται τὰς Γραφὰς εἶναι; οὐ πιστεύει, ὅτι ὁ Ἰὼβ τοιοῦτος ἦν; δεῖξον αὐτῷ ἕτερον ἄνθρωπον τὸν ἐκείνου τοῦ δικαίου ζηλοῦντα τὸν βίον. Οὕτω καὶ ὁ Δεσπότης ἡμᾶς κρινεῖ· συνδούλους ἵστησι μετὰ συνδούλων, καὶ οὐκ ἀπὸ τῆς αὑτοῦ κρίσεως φέρει τὴν ψῆφον, ἵνα μὴ ἄρξηται λέγειν τις πάλιν, καθάπερ ἐκεῖνος ὁ οἰκέτης ὁ τὸ τάλαντον πιστευθεὶς, καὶ ἀντὶ ταλάντου κατηγορίαν προσενεγκὼν, Ὅτι σκληρὸς εἶ, Δέον γὰρ στένειν, ὅτι οὐκ ἐδιπλασίασε τὸ τάλαντον, ἀλλὰ καὶ χαλεπωτέραν τὴν ἁμαρτίαν εἰργάσατο, τὴν κατηγορίαν τὴν κατὰ τοῦ δεσπότου προσθεὶς τῇ οἰκείᾳ ἀργίᾳ. Τί γάρ φησιν; Εἶδόν σε ὅτι σκληρὸς εἶ.

Ὦ ἄθλιε καὶ ταλαίπωρε, καὶ ἀγνωμονῶν, καὶ ὀκνηρέ· ὀφείλων τῆς σαυτοῦ κατηγορεῖν ἀργίας καὶ ὑφελέσθαι τι τῆς προτέρας ἁμαρτίας, σὺ δὲ ἐπὶ τὸν δεσπότην τὴν κατηγορίαν μετενεγκὼν, ἀντὶ τοῦ ταλάντου τὴν ἁμαρτίαν ἐδιπλασίασας.

γʹ. Διὰ τοῦτο ὁ Θεὸς δούλους καὶ δούλους ἵστησιν, ἵνα οὗτοι ἐκείνους κρίνωσι, κἀκεῖνοι διὰ τούτων κρινόμενοι μὴ ἔχωσι λοιπὸν κατηγορεῖν τοῦ Δεσπότου. Διὰ τοῦτό φησιν· Ἔρχεται ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς δόξης τοῦ Πατρὸς αὐτοῦ. Ὅρα τῆς δόξης τὸ ἀπαράλλακτον· οὐκ εἶπεν, Ἐπὶ δόξης ὁμοίας τῇ δόξῃ τοῦ Πατρὸς, ἀλλ᾽ Ἐπὶ τῆς δόξης τοῦ Πατρὸς, καὶ συνάξει τὰ ἔθνη πάντα· φοβερὸν τὸ κριτήριον, φοβερὸν τοῖς ἁμαρτάνουσι καὶ ὑπευθύνοις· ἐπεὶ τοῖς συνειδόσιν ἑαυτοῖς κατορθώματα ποθεινὸν καὶ προσηνές· Καὶ στήσει τὰ πρόβατα ἐκ δεξιῶν, καὶ τὰ ἐρίφια ἐξ εὐωνύμων· καὶ οὗτοι κἀκεῖνοι ἄνθρωποι.

Διὰ τί οὖν ἐκεῖνοι μὲν πρόβατα, οὗτοι δὲ ἐρίφια; Οὐχ ἵνα τὴν ἐναλλαγὴν τῆς φύσεως, ἀλλ᾽ ἵνα τὴν ἐναλλαγὴν τῆς προαιρέσεως μάθῃς. Διὰ τί δὲ οἱ μὴ διδόντες ἐλεημοσύνην ἐρίφια; Ὅτι ἄκαρπόν ἐστι τὸ ζῶον, καὶ οὔτε τὴν ἀπὸ τοῦ γάλακτος λειτουργίαν, οὔτε τὴν ἀπὸ τῶν γεννημάτων, οὔτε τὴν ἀπὸ τῶν τριχῶν εἰσφέρειν δύναται τοῖς κεκτημένοις, πανταχόθεν ἔρημον ὂν τῆς τοιαύτης εἰσφορᾶς διὰ τὸ τῆς ἡλικίας ἄωρον. Διὰ τοῦτο τοὺς οὐδένα καρπὸν ἐλεημοσύνης φέροντας ἐκάλεσεν ἐρίφια, τοὺς ἐκ δεξιῶν πρόβατα· ἀπὸ γὰρ τούτων πολλὴ ἡ φορὰ, ἐκ τῆς τοῦ ἐρίου φύσεως, ἐκ τῶν γεννημάτων, ἐκ τοῦ γάλακτος.

Τί οὖν φησι πρὸς αὐτούς; Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε· γυμνὸν, καὶ περιεβάλετε· ξένον, καὶ συνηγάγετε. Πάλιν πρὸς ἐκείνους τὰ ἐναντία· καίτοι γε οἱ αὐτοὶ ἄνθρωποι καὶ οὗτοι κἀκεῖνοι, τὰς αὐτὰς ἔλαβον ἐπαγγελίας καὶ οὗτοι κἀκεῖνοι, τὰ αὐτὰ ἔπαθλα ἀμφοτέροις προέκειτο κατορθώσασιν, ὁ αὐτὸς καὶ πρὸς τούτους καὶ πρὸς ἐκείνους ἦλθε, μετὰ τῆς αὐτῆς γυμνότητος καὶ πρὸς τούτους καὶ πρὸς ἐκείνους, μετὰ τῆς αὐτῆς πείνης, καὶ ξένος ὁμοίως· πάντα ἴσα κἀκείνοις καὶ τούτοις.

Πῶς οὖν τὸ τέλος οὐκ ἴσον; Ὅτι ἡ προαίρεσις οὐκ ἀφῆκεν· αὕτη γὰρ μόνη τὴν διαίρεσιν ἐποιήσατο. Διὰ τοῦτο ἐκεῖνοι μὲν εἰς γέενναν, οὗτοι δὲ εἰς βασιλείαν· εἰ δὲ ὁ διάβολος ἦν αὐτοῖς τῶν ἁμαρτημάτων ὁ αἴτιος, οὐκ ἂν, ἄλλου ἁμαρτόντος καὶ ὠθήσαντος, οὗτοι ἔμελλον κολάζεσθαι. Εἶδες ἐνταῦθα καὶ τοὺς ἁμαρτόντας, καὶ τοὺς κατορθώσαντας; εἶδες πῶς ἰδόντες τοὺς συνδούλους ἐπεστομίσθησαν; Φέρε σοι καὶ ἐφ᾽ ἕτερον παράδειγμα τὸν λόγον ἀγάγωμεν.

Παρθένοι, φησὶν, ἦσαν δέκα. Πάλιν ἐνταῦθα αἱ προαιρέσεις αἱ κατορθώσασαι, πάλιν αἱ διαμαρτοῦσαι, ἵνα ἐκ παραλλήλου καὶ τούτων τὰ ἁμαρτήματα ἴδῃς, κἀκείνων τὰ κατορθώματα· ἡ γὰρ σύγκρισις σαφέστερα ταῦτα ποιεῖ. Καὶ αὗται παρθένοι κἀκεῖναι, καὶ αὗται πέντε κἀκεῖναι· λαμπάδας εἶχον καὶ αὗται κἀκεῖναι· τὸν νυμφίον ἀνέμενον πᾶσαι. Πῶς οὖν αἱ μὲν εἰσῆλθον, αἱ δὲ οὐκ εἰσῆλθον; Ὅτι αἱ μὲν ἀπάνθρωποι ἦσαν, αἱ δὲ ἥμεροι καὶ φιλάνθρωποι. Ὁρᾷς πάλιν τὴν προαίρεσιν τοῦ τέλους αἰτίαν γινομένην, οὐχὶ τὸν διάβολον; εἶδες ἐκ παραλλήλου τὰς κρίσεις, καὶ ἐκ τῶν ὁμοίων φερομένην τὴν ψῆφον; Σύνδουλοι συνδούλους κρινοῦσι. Βούλει σοι δείξω καὶ ἐξ ἀνομοίων γινομένην σύγκρισιν; γίνεται γὰρ καὶ ἐξ ἀνομοίων, ὥστε τὴν κατάκρισιν γενέσθαι σαφεστέραν.

Ἄνδρες Νινευῗται, φησὶν, ἀναστήσονται καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην. Οὐκέτι ὅμοιοι οἱ κρινόμενοι· οἱ μὲν γὰρ βάρβαροι, οἱ δὲ Ἰουδαῖοι· οἱ μὲν προφητικῆς ἀπήλαυσαν διδασκαλίας, οἱ δὲ οὐδέποτε μετέσχον θείας ἀκροάσεως. Οὐ τοῦτο δὲ μόνον ἐστὶ τὸ διάφορον, ἀλλ᾽ ὅτι ἐκεῖ μὲν δοῦλος ἀπῆλθεν, ἐνταῦθα δὲ ὁ Δεσπότης· κἀκεῖνος μὲν καταστροφὴν ἐκήρυττε παραγενόμενος, οὗτος δὲ βασιλείαν οὐρανῶν εὐηγγελίζετο. Τίνας οὖν εἰκὸς ἦν πιστεῦσαι μᾶλλον, τοὺς βαρβάρους καὶ ἀνοήτους καὶ μηδέποτε μετασχόντας θείας διδασκαλίας, ἢ τοὺς ἐκ πρώτης ἡλικίας προφητικαῖς ἐντραφέντας βίβλοις; Παντὶ δῆλον, ὅτι τοὺς Ἰουδαίους μᾶλλον· ἀλλὰ γέγονε τοὐναντίον. Καὶ οὗτοι μὲν ἠπίστησαν τῷ Δεσπότῃ βασιλείαν οὐρανῶν κηρύττοντι, ἐκεῖνοι δὲ ἐπίστευσαν τῷ συνδούλῳ καταστροφὴν ἀπειλοῦντι, ἵνα μειζόνως κἀκείνων ἡ ἐπιείκεια καὶ τούτων ἡ ἀγνωμοσύνη φανήσηται. Μή τί δαίμων; μή τι διάβολος; μή τι τύχη; μή τι εἱμαρμένη; οὐχὶ ἕκαστος ἑαυτῷ αἴτιος καὶ τῆς κακίας καὶ τῆς ἀρετῆς ἐγίνετο; Εἰ γὰρ μὴ αὐτοὶ ἔμελλον ὑπεύθυνοι ἔσεσθαι, οὐκ ἂν εἶπεν, ὅτι Κατακρινοῦσι τὴν γενεὰν ταύτην· οὐκ ἂν καὶ τὴν βασίλισσαν τοῦ νότου κατακρίνειν τοὺς Ἰουδαίους ἔφη.

Οὐ γὰρ δὴ δῆμοι δήμους μόνον κατακρινοῦσι τότε, ἀλλὰ καὶ εἷς ἄνθρωπος δῆμον ὁλόκληρον πολλάκις, ὅταν οὓς μὲν ἐνεδέχετο μᾶλλον ἀπατηθῆναι, φαίνονται μείναντες ἀνεξαπάτητοι, οἱ δὲ ἐκ παντὸς τρόπου περιγενέσθαι ὀφείλοντες, ἡττηθέντες τύχωσι. Διὰ τοῦτο καὶ τοῦ Ἀδὰμ καὶ τοῦ Ἰὼβ ἐμνήσθημεν· ἀνάγκη γὰρ πάλιν ἐπανελθεῖν ἐπὶ τὴν ὑπόθεσιν ἐκείνην, ὥστε τὰ λείψανα ἀποδοῦναι τῷ λόγῳ. Τῷ μὲν οὖν Ἀδὰμ διὰ ῥημάτων προσέβαλε ψιλῶν, τῷ δὲ Ἰὼβ καὶ διὰ πραγμάτων· τὸν μὲν γὰρ τοῦ πλούτου παντὸς ἐγύμνωσε καὶ τῶν παίδων ἀπεστέρησε· τούτου δὲ οὐ μικρὸν, οὐ μέγα τι τῶν ὄντων ἀφείλετο. Μᾶλλον δὲ καὶ αὐτὰ τὰ ῥήματα ἐξετάσωμεν, καὶ τῆς ἐπιβολῆς τὸν τρόπον. Προσῆλθε, φησὶν, ὁ ὄφις, καὶ εἶπε τῇ γυναικί· Τί ὅτι εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ; Ἐνταῦθα ὄφις, ἐκεῖ γυνὴ ἐπὶ τοῦ Ἰώβ· τέως πολὺ τῶν συμβούλων τὸ μέσον. Ὁ μὲν γὰρ δοῦλος, ἡ δὲ κοινωνὸς τοῦ βίου· ἡ μὲν βοηθὸς, ὁ δὲ ὑπετέτακτο. Εἶδες τὸ ἀσύγγνωστον ὅσον; τὴν μὲν γὰρ ὁ ὑποτεταγμένος καὶ δουλεύων ἠπάτησεν, ἐκεῖνον δὲ οὐδὲ ἡ κοινωνὸς καὶ βοηθὸς ὑποσκελίσαι ἴσχυσεν. Ἀλλ᾽ ἴδωμεν καὶ τί φησι· Τί ὅτι εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου; Καὶ μὴν οὐκ εἶπεν ὁ Θεὸς τοῦτο, ἀλλὰ τὸ ἐναντίον. Ὅρα οὖν κακουργίαν τοῦ διαβόλου· εἶπε τὸ μὴ εἰρημένον, ἵνα μάθῃ τὸ εἰρημένον. Τί οὖν ἡ γυνή;

Δέον ἐπιστομίσαι, δέον μὴ μεταδοῦναι λόγου, ὑπὸ ἀνοίας ἐξελάλησε τὴν γνώμην τὴν Δεσποτικήν· διὰ τοῦτο παρέσχεν αὐτῷ λαβὴν ἰσχυράν.

δʹ. Ὅρα ὅσον κακόν ἐστι τὸ ἁπλῶς τοῖς ἐχθροῖς καὶ τοῖς ἐπιβούλοις ἑαυτοὺς ἐγχειρίζειν. Διὰ τοῦτο ὁ Χριστὸς ἔλεγε· Μὴ δότε τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε στραφέντες ῥήξωσιν ὑμᾶς. Τοῦτο δὲ ἐγένετο ἐπὶ τῆς Εὔας· ἔδωκε τὰ ἅγια τῷ κυνὶ, τῷ χοίρῳ· κατεπάτησεν ἐκεῖνος τὰ ῥήματα, στραφεὶς ἔῤῥηξε τὴν γυναῖκα. Καὶ ὅρα πῶς κακουργεῖ· Οὐ θανάτῳ ἀποθανεῖσθε, φησί. Ἐνταῦθά μοι προσέχετε, ὅτι δυνατὴ ἦν ἡ γυνὴ συνιδεῖν τὴν ἀπάτην. Εὐθέως γὰρ τὴν ἔχθραν καὶ τὸν πόλεμον προεκήρυττε τὸν πρὸς τὸν Θεὸν, εὐθέως ἀπεναντίας ἐφθέγξατο. Ἔστω· πρὸ τούτου βουλομένῳ μαθεῖν τὴν γνώμην ἔλεγες· μετὰ ταῦτα ἐναντία εἰπόντι τί ἠκολούθεις; Εἶπεν ὁ Θεός· Θανάτῳ ἀποθανεῖσθε· ἀντεφθέγξατο τούτοις ἐκεῖνος, καὶ εἶπεν· Οὐ θανάτῳ ἀποθανεῖσθε. Τί τοῦ πολέμου τούτου σαφέστερον; πόθεν ἄλλοθεν ἔδει μαθεῖν τὸν ἐχθρὸν καὶ πολέμιον, ἀλλ᾽ ἢ ἐντεῦθεν ἐκ τοῦ ἀντιφθέγξασθαι τῷ Θεῷ; Ἔδει τοίνυν φυγεῖν εὐθέως τὸ δέλεαρ, ἔδει τῆς παγίδος ἀποπηδῆσαι. Οὐ θανάτῳ ἀποθανεῖσθε, φησίν· ᾔδει γὰρ ὁ Θεὸς, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοί. Ἐλπίδι μείζονος ὑποσχέσεως καὶ τὰ ἐν χερσὶν ἐξέβαλεν ἀγαθά· ἐπηγγείλατο ποιήσειν θεοὺς, καὶ κατέβαλεν εἰς τὴν τοῦ θανάτου τυραννίδα.

Πόθεν οὖν ἐπίστευσας, ὦ γύναι, τῷ διαβόλῳ; τί συνεῖδες ἀγαθόν; οὐκ ἤρκει ἡ ἀξιοπιστία τοῦ νομοθέτου, ὅτι ὁ μὲν Θεὸς καὶ δημιουργὸς καὶ ποιητὴς, ὁ δὲ διάβολος καὶ ἐχθρός; Καὶ οὔπω λέγω διάβολον· ὄφιν αὐτὸν ἐνόμιζες εἶναι ψιλόν· ὄφιν οὖν, εἰπέ μοι, τοσαύτης ἰσηγορίας ἀξιῶσαι ἐχρῆν, ὡς καὶ Δεσποτικὴν γνώμην ἐξαγγεῖλαι αὐτῷ; Ὁρᾷς ὅτι δυνατὸν ἦν συνιδεῖν τὴν ἀπάτην, ἀλλ᾽ οὐκ ἠθέλησεν αὕτη. Καίτοι ὁ μὲν Θεὸς ἱκανὰς ἔδωκε τῆς εὐεργεσίας τῆς ἑαυτοῦ τὰς ἀποδείξεις, καὶ διὰ τῶν ἔργων τὴν κηδεμονίαν ἐπεδείξατο· καὶ γὰρ οὐκ ὄντα τὸν ἄνθρωπον ἔπλασε, καὶ ψυχὴν ἐνέπνευσε, καὶ κατ᾽ εἰκόνα αὐτὸν ἐποίησεν, ἄρχοντα τῶν ἐπὶ γῆς ποιήσας ἁπάντων, καὶ βοηθὸν ἐχαρίσατο, καὶ παράδεισον ἐφύτευσε, καὶ τὴν χρῆσιν τῶν λοιπῶν ἐπιτρέψας δένδρων, ἑνὸς ἀπηγόρευσε μὴ ἅψασθαι μόνου· καὶ τοῦτο δὲ αὐτὸ χρησίμως ἐκώλυσεν. Ὁ δὲ διάβολος ἔργῳ μὲν οὔτε μικρὸν, οὔτε μέγα ἐπεδείξατο ἀγαθὸν, ῥήμασι δὲ ψιλοῖς ἐπάρας τὴν γυναῖκα, καὶ φυσήσας ταῖς ματαίαις ἐλπίσιν, οὕτως ἠπάτησεν. Ἀλλ᾽ ὅμως τοῦ Θεοῦ τὸν διάβολον ἀξιοπιστότερον εἶναι ἐνόμισε, καίτοι διὰ τῶν ἔργων ἐπιδειξαμένου τὴν εὔνοιαν· τὰ ῥήματα ψιλὰ προσενεγκόντι μόνα. ἄλλο δὲ οὐδὲν, ἐπίστευσεν ἡ γυνή.

Ὁρᾷς ὅπως ἐξ ἀνοίας μόνης καὶ ῥᾳθυμίας, οὐκ ἀπὸ βίας ἡ ἀπάτη γέγονε; Καὶ ἵνα μάθῃς αὐτὸ σαφέστερον, ἄκουσον, πῶς καὶ ἡ Γραφὴ κατηγορεῖ τῆς γυναικός. Οὐ γὰρ εἶπεν, Ἀπατηθεῖσα, ἀλλ᾽, Ἰδοῦσα τὸ ξύλον, ὅτι ὡραῖόν ἐστιν, ἔφαγεν. Ὥστε τῆς ὄψεως τῆς ἀκρατοῦς τὸ ἔγκλημα, οὐ τῆς ἀπάτης τῆς παρὰ τοῦ διαβόλου μόνης· ὑπὸ γὰρ τῆς ἐπιθυμίας ἡττήθη τῆς οἰκείας, οὐχ ὑπὸ τῆς πονηρίας τοῦ δαίμονος. Διὰ τοῦτο οὐδὲ συγγνώμης ἀπήλαυσεν, ἀλλ᾽ εἰποῦσα, ὅτι Ὁ ὄφις ἠπάτησέ με. καὶ οὕτω δίκην ἔδωκε τὴν ἐσχάτην· ἐν αὐτῇ γὰρ ἦν τὸ μὴ πεσεῖν. Καὶ ἵνα μάθῃς τοῦτο σαφέστερον, φέρε ἐπὶ τὸν Ἰὼβ τὸν λόγον ἀγάγωμεν, ἀπὸ τῶν ἡττηθέντων ἐπὶ τὸν κρατήσαντα, ἀπὸ τῶν νενικημένων ἐπὶ τὸν νενικηκότα· καὶ γὰρ πλείονα ἡμῖν οὗτος δώσει προθυμίαν, ὥστε ἀντᾶραι χεῖρας κατὰ τοῦ διαβόλου. Ἐκεῖ ὄφις ἦν ὁ ἀπατῶν, καὶ ἐκράτησεν· ἐνταῦθα γυνὴ, καὶ οὐκ ἴσχυσε· καίτοι γε αὕτη πολλῷ πιθανωτέρα ἐκείνου. Καὶ τῷ μὲν Ἰὼβ μετὰ τὴν ἀπώλειαν τῶν χρημάτων, μετὰ τὴν ἀποβολὴν τῶν παίδων καὶ τὴν γύμνωσιν τῶν ὄντων ἁπάντων ἡ μηχανὴ προσήγετο· ἐκεῖ δὲ οὐδὲν τοιοῦτον ἦν· οὐκ ἀπέβαλε παῖδας, οὐκ ἀπώλεσε χρήματα ὁ Ἀδὰμ, οὐκ ἐπὶ κοπρίας ἐκάθητο, ἀλλὰ παράδεισον ᾤκει τρυφῆς, καὶ δένδρων ἀπήλαυε παντοδαπῶν καὶ πηγῆς καὶ ποταμῶν καὶ τῆς ἄλλης ἀδείας ἁπάσης.

Οὐδαμοῦ πόνος οὐδὲ ὀδύνη, οὐδὲ ἀθυμία καὶ φροντίδες, οὐδὲ ὀνείδη καὶ λοιδορίαι, οὐδὲ τὰ μυρία κακὰ, ἅπερ κατέσκηψεν εἰς τὸν Ἰώβ· ἀλλ᾽ ὅμως οὐδενὸς ὄντος τοιούτου, κατέπεσε καὶ ὑπεσκελίσθη. Οὐκ εὔδηλον, ὅτι διὰ ῥᾳθυμίαν; Ὥσπερ οὖν ἐκεῖνος πάντων τούτων ἐπικειμένων καὶ βαρούντων ἔστη γενναίως, καὶ οὐ κατέπεσεν, οὐκ εὔδηλον ὅτι καὶ οὗτος διὰ νῆψιν ψυχῆς;