Εἶδες ψυχὴν εὐγνώμονα; Τίς εἶ, Κύριε; Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις. Ὢ σοφίας Δεσπότου! Διὰ τί μὴ εἶπεν, Ἐγώ εἰμι ὁ Υἱὸς τοῦ Θεοῦ, ἐγώ εἰμι ὁ ἐν ἀρχῇ Λόγος, ἐγώ εἰμι ὁ ἐν δεξιᾷ καθήμενος τοῦ Πατρὸς, ἐγώ εἰμι ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, ἐγώ εἰμι ὁ τὸν οὐρανὸν τείνας, ἐγώ εἰμι ὁ τὴν γῆν ἐδράσας, ἐγώ εἰμι ὁ τὴν θάλασσαν ἁπλώσας, ἐγώ εἰμι ὁ τοὺς ἀγγέλους ποιήσας, ἐγώ εἰμι ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ἐγώ εἰμι ὁ πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθείς; Διὰ τί μὴ εἶπε τὰ σεμνὰ ἐκεῖνα καὶ ὑψηλὰ καὶ μεγάλα, ἀλλ᾽, Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὁ ἀπὸ τῆς κάτω πόλεως; Διότι ἠγνόει αὐτὸν ὁ διώκων. Εἰ γὰρ ᾔδει αὐτὸν, οὐκ ἂν ἐδίωκεν. Ἠγνόει ὅτι ἐκ τοῦ Πατρὸς ἦν γεννηθείς· ὅτι δὲ ἀπὸ Ναζαρὲτ ἦν, ᾔδει. Εἰ οὖν εἶπεν αὐτῷ, ὅτι Υἱὸς τοῦ Θεοῦ εἰμι, ὁ ἐν ἀρχῇ Λόγος, ὁ τὸν οὐρανὸν ποιήσας, εἶχεν εἰπεῖν, ὅτι Ἄλλος ἐστὶν ἐκεῖνος, καὶ ἄλλος ὂν ἐγὼ διώκω. Συνήκατε τί εἶπον; Εἰ εἶπεν αὐτῷ ἐκεῖνα τὰ μεγάλα καὶ ὑψηλὰ, εἶχεν εἰπεῖν· Ἄλλος ἐστὶν, οὐκ ἔστιν οὗτος ὁ σταυρωθείς. Ἀλλ᾽ ἵνα μάθῃ, ὅτι ἐκεῖνον διώκει τὸν σαρκωθέντα, τὸν μορφὴν δούλου ἀναλαβόντα, τὸν μεθ᾽ ἡμῶν ἀναστραφέντα, τὸν σταυρωθέντα, τὸν ἀποθανόντα, τὸν ταφέντα, τὸν ἀναστάντα, τὸν ἀπὸ τοῦ κάτω χωρίου, λέγει· Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις, ὃν εἶδες καὶ γνωρίζεις, τὸν μετὰ σοῦ ἀναστραφέντα.